Παρασκευή, 10 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Μιλησίου.


Περὶ τοῦ ἀββᾶ Μιλησίου.
αʹ. Παρερχόμενος ὁ ἀββᾶς Μιλήσιος διά τινος τόπου, εἶδέ τινα μοναχὸν κρατούμενον ὑπό τινος, ὡς φόνον ποιήσαντα. Καὶ προσεγγίσας ὁ γέρων, ἐπερώτησε τὸν ἀδελφόν. Καὶ μαθὼν ὅτι συκοφαντεῖται, λέγει πρὸς τοὺς κατέχοντας αὐτόν· Ποῦ ἔστιν ὁ φονευθείς; Καὶ ἔδειξαν αὐτῷ. Καὶ προσεγγίσας τῷ φονευθέντι, εἶπε πᾶσι προσεύξασθαι. Αὐτοῦ δὲ ἐκπετάσαντος τὰς χεῖρας πρὸς τὸν Θεὸν, ἀνέστη ὁ νεκρός. Καὶ εἶπεν αὐτῷ ἐπὶ πάντων· Εἰπὲ ἡμῖν τίς ἐστιν ὁ φονεύσας σε. Ὁ δὲ εἶπεν, ὅτι Εἰσελθὼν εἰς τὴν ἐκκλησίαν, δέδωκα χρήματα τῷ πρεσβυτέρῳ· ὁ δὲ ἀναστὰς, ἔσφαξέ με· καὶ ἀπενέγκας, ἔῤῥιψεν εἰς τὸ μοναστήριον τοῦ ἀββᾶ. Ἀλλὰ παρακαλῶ ὑμᾶς, ληφθῆναι τὰ χρήματα, καὶ δοθῆναι τοῖς τέκνοις μου. Τότε εἶπε πρὸς αὐτὸν ὁ γέρων· Ἄπελθε, καὶ κοιμῶ, ἕως ἂν ἔλθῃ ὁ Κύριος, καὶ ἐγείρῃ σε.
βʹ. Ἄλλοτε οἰκοῦντος αὐτοῦ μετὰ δύο μαθητῶν ἐν τοῖς ὁρίοις Περσίδος, ἐξῆλθον δύο υἱοὶ τοῦ βασιλέως σαρκικοὶ ἀδελφοὶ, ἀγρεῦσαι κατὰ τὸ ἔθος. Ἔβαλον δὲ λίνα ἐπὶ πολὺ διάστημα κἂν ἐπὶ τεσσαράκοντα μίλια· ὥστε εἰ εὑρίσκεται ἕσω τῶν λίνων, ἀγρεύσωσι καὶ ἀποκτείνωσι κόντοις. Εὑρέθη δὲ ὁ γέρων μετὰ τῶν δύο μαθητῶν αὐτοῦ. Καὶ θεασάμενοι αὐτὸν τριχώδη καὶ ὡς ἄγριον, ἐξεπλάγησαν, καὶ εἶπον αὐτῷ· Ἄνθρωπος εἶ ἢ πνεῦμα, εἰπὲ ἡμῖν. Καὶ εἶπε αὐτοῖς· Ἄνθρωπός εἰμι ἁμαρτωλός· καὶ ἐξῆλθον κλαῦσαι τὰς ἁμαρτίας μου· καὶ προσκυνῶ Ἰησοῦν τὸν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος. Οἱ δὲ εἶπον αὐτῷ· Οὐκ ἔστιν ἄλλος Θεὸς, πλὴν τοῦ ἡλίου καὶ τοῦ πυρὸς καὶ τοῦ ὕδατος· ἃ ἐσέβοντο. Ἀλλὰ πρόσελθε, καὶ ἐπίθυσον αὐτοῖς. Ὁ δὲ εἶπεν αὐτοῖς· Ταῦτα κτίσματά εἰσι, καὶ πλανᾶσθε· ἀλλὰ παρακαλῶ ὑμᾶς ἐπιστρέψαι καὶ γνῶναι τὸν ἀληθινὸν Θεὸν τὸν κτίσαντα ταῦτα πάντα. Αὐτοὶ δὲ εἶπον· Τὸν κατακριθέντα καὶ σταυρωθέντα λέγεις Θεὸν εἶναι ἀληθινόν; Καὶ λέγει ὁ γέρων· Τὸν σταυρώσαντα τὴν ἁμαρτίαν, καὶ ἀποκτείναντα τὸν θάνατον, αὐτὸν λέγω εἶναι Θεὸν ἀληθινόν. Αὐτοὶ δὲ βασανίζοντες αὐτὸν μετὰ καὶ τῶν ἀδελφῶν, ἠνάγκαζον θύειν. Καὶ πολλὰ βασανίσαντες, ἀπεκεφάλισαν τοὺς δύο ἀδελφούς· τὸν δὲ γέροντα ἐπὶ πολλὰς ἡμέρας ἐβασάνιζον· ὕστερον δὲ, τῇ τέχνῃ αὐτῶν ἔστησαν αὐτὸν εἰς τὸ μέσον, καὶ ἔῤῥιψαν βέλη, ὁ εἷς ἔμπροσθεν, καὶ ὁ εἷς ὄπισθεν αὐτοῦ. Αὐτὸς δὲ εἶπεν αὐτοῖς· Ἐπειδὴ γεγόνατε ἐν ὁμονοίᾳ, καὶ ἐκχέετε αἷμα ἀθῶον, ἐν μιᾷ ῥοπῇ αὔριον ταύτῃ τῇ ὥρᾳ, ἀτεκνωθείη ἡ μήτηρ ὑμῶν ἀφ' ὑμῶν, καὶ στερηθείη τῆς ἀγάπης ὑμῶν, καὶ τοῖς ἰδίοις βέλεσιν ἀλλήλων τὰ αἵματα ἐκχέητε. Καταφρονήσαντες δὲ τοῦ ῥήματος αὐτοῦ, ἦλθον ἐπὶ τὴν αὔριον θηρεῦσαι. Καὶ ἐξήλισεν ἀπ' αὐτῶν μία ἔλαφος. Καὶ καθίσαντες τοῖς ἵπποις, κατέδραμον ἐπὶ τὸ καταλαβεῖν αὐτήν· καὶ ῥίψαντες βέλη κατ' αὐτῆς, ἐκόλλησαν ἀλλήλοις κατὰ τῆς καρδίας ἑαυτῶν· κατὰ τὸ ῥῆμα τοῦ γέροντος ὃ εἶπεν αὐτοῖς, καταρώμενος αὐτοῖς. Καὶ ἀπέθανον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου