Σάββατο, 11 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Πιτυρίωνος.


Περὶ τοῦ ἀββᾶ Πιτυρίωνος.
Ἔλεγεν ὁ ἀββᾶς Πιτυρίων ὁ μαθητὴς τοῦ ἀββᾶ Ἀντωνίου, ὅτι ὁ βουλόμενος ἀπελαύνει δαίμονας πρότερον τὰ πάθη δουλώσεται· οἵου γὰρ ἂν πάθους περιγένηταί τις, τούτου καὶ τὸν δαίμονα ἀπελαύνει. Ἕπεται, φησὶ, δαίμων τῇ ὀργῇ· ἐὰν τῆς ὀργῆς κρατήσῃς, ἀπελήλαται ταύτης ὁ δαίμων. Ὁμοίως καὶ περὶ ἑκάστου πάθους.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου