Παρασκευή, 10 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Μάρκου μαθητοῦ τοῦ ἀββᾶ Σιλουανοῦ.


Περὶ τοῦ ἀββᾶ Μάρκου μαθητοῦ τοῦ ἀββᾶ Σιλουανοῦ.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σιλουανοῦ, ὅτι εἶχε μαθητὴν ἐν Σκήτει, Μάρκον ὀνόματι· ἦν δὲ ἔχων ὑπακοὴν μεγάλην, καὶ ἦν καλλιγράφος. Ἠγάπα δὲ αὐτὸν ὁ γέρων διὰ τὴν ὑπακοὴν αὐτοῦ. Εἶχε δὲ ἄλλους ἕνδεκα μαθητὰς, καὶ ἐθλίβοντο, ὅτι ἠγάπα αὐτὸν ὑπὲρ αὐτούς. Καὶ ἀκούσαντες οἱ γέροντες, ἐλυπήθησαν. Ἦλθον δὲ ἐν μιᾷ πρὸς αὐτὸν οἱ γέροντες, καὶ ἐνεκάλουν αὐτόν. Λαβὼν δ' αὐτοὺς ἐξῆλθε, καὶ ἔκρουσε κατὰ κελλίον, λέγων· Ὁ δεῖνα ἀδελφὲ, δεῦρο, ὅτι χρῄζω σου. Καὶ εἷς ἐξ αὐτῶν, οὐκ ἠκολούθησεν αὐτῷ εὐθύς. Καὶ ἐλθὼν ἐπὶ τὴν κέλλαν Μάρκου, ἔκρουσε, λέγων· Μάρκε. Ὁ δὲ ἀκούσας τῆς φωνῆς τοῦ γέροντος, εὐθὺς ἐπήδησεν ἔξω· καὶ ἔπεμψεν αὐτὸν εἰς διακονίαν. Καὶ λέγει τοῖς γέρουσι· Ποῦ εἰσὶν οἱ λοιποὶ ἀδελφοὶ, Πατέρες; Καὶ εἰσελθὼν εἰς τὴν κέλλαν αὐτοῦ, ἐψηλάφησε τὸ τετράδιον αὐτοῦ· καὶ εὗρεν ὅτι ω ἔβαλε χεῖρα ποιεῖν· καὶ ἀκούσας τοῦ γέροντος, οὐκ ἔστρεψε τὸν κάλαμον πληρῶσαι αὐτό. Λέγουσιν οὖν οἱ γέροντες· Ὄντως ὃν σὺ ἀγαπᾷς, ἀββᾶ, καὶ ἡμεῖς αὐτὸν ἀγαπῶμεν, καὶ ὁ Θεὸς αὐτὸν ἀγαπᾷ.
βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σιλουανοῦ, ὅτι ποτὲ περιπατῶν ἐν τῇ Σκήτει μετὰ τῶν γερόντων, καὶ θέλων αὐτοῖς τὴν ὑπακοὴν τοῦ μαθητοῦ αὐτοῦ Μάρκου δεῖξαι, καὶ δι' ὃ ἀγαπᾷ αὐτὸν, θεωρήσας μικρὸν σύαγρον, λέγει αὐτῷ· Θεωρεῖς τὸ μικρὸν βουβάλιον ἐκεῖνο, τέκνον; Λέγει αὐτῷ· Ναὶ, ἀββᾶ. Καὶ τὰ κέρατα αὐτοῦ πῶς πιθανά εἰσιν; Λέγει· Ναὶ, ἀββᾶ. Καὶ ἐθαύμασαν οἱ γέροντες τὴν ἀπόκρισιν αὐτοῦ, καὶ ᾠκοδομήθησαν ἐν τῇ ὑπακοῇ αὐτοῦ.
γʹ. Κατῆλθέ ποτε ἡ μήτηρ τοῦ ἀββᾶ Μάρκου ἰδεῖν αὐτόν· καὶ εἶχε πολλὴν φαντασίαν. Καὶ ἐξῆλθεν ὁ γέρων πρὸς αὐτήν. Καὶ εἶπεν αὐτῷ· Ἀββᾶ, εἰπὲ τὸν υἱόν μου ἐξελθεῖν, ἵνα ἴδω αὐτόν. Εἰσελθὼν δὲ ὁ γέρων, εἶπεν αὐτῷ· Ἔξελθε, ἵνα σε ἴδῃ ἡ μήτηρ σου. Ἦν δὲ φορῶν κεντονάριον, καὶ ἠσβολωμένος ἀπὸ τοῦ μαγειρείου. Καὶ ἐξελθὼν διὰ τὴν ὑπακοὴν, ἐκάμμυσε τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Σωθείητε, σωθείητε, σωθείητε· καὶ οὐκ εἶδεν αὐτούς. Ἡ δὲ μήτηρ αὐτοῦ οὐκ ἐγνώρισεν αὐτόν. Πάλιν οὖν πέμπει πρὸς τὸν γέροντα, λέγουσα· Ἀββᾶ, πέμψον μοι τὸν υἱόν μου, ἵνα αὐτὸν ἴδω. Καὶ εἶπε τῷ Μάρκῳ· Οὐκ εἶπόν σοι· Ἔξελθε, ἵνα σε ἴδῃ ἡ μήτηρ σου; Καὶ εἶπεν αὐτῷ ὁ Μάρκος· Ἐξῆλθον κατὰ τὸν λόγον σου, ἀββᾶ. Πλὴν παρακαλῶ σε, μὴ εἴπῃς μοι ἄλλο ἅπαξ ἐξελθεῖν, ἵνα μὴ παρακούσω σου. Καὶ ἐξελθὼν ὁ γέρων εἶπεν αὐτῇ· Αὐτός ἐστιν ὁ ἀπαντήσας ὑμῖν, λέγων· Σωθείητε. Καὶ παρακαλέσας αὐτὴν ἀπέλυσεν.
δʹ. Ἄλλοτε συνέβη αὐτὸν ἐξελθεῖν ἀπὸ Σκήτεως, καὶ ἀπελθεῖν εἰς τὸ ὄρος τὸ Σινὰ, καὶ μεῖναι ἐκεῖ. Καὶ ἔπεμψεν ἡ μήτηρ τοῦ Μάρκου ὁρκίζουσα αὐτὸν μετὰ δακρύων, ἵνα ἐξέλθῃ υἱὸς αὐτῆς, καὶ ἴδῃ αὐτόν. Ὁ δὲ γέρων ἀπέλυσεν αὐτόν. Καὶ ὡς ἐποίει τὴν μηλωτὴν αὐτοῦ τοῦ ἐξελθεῖν, καὶ ἤρχετο ἀσπάσασθαι τὸν γέροντα, εὐθέως ἔβαλλε κλαίειν, καὶ οὐκ ἐξήρχετο.
εʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σιλουανοῦ, ὅτι ὡς ἤθελεν ἐξελθεῖν εἰς Συρίαν, εἶπεν αὐτῷ ὁ μαθητὴς αὐτοῦ Μάρκος· Πάτερ, οὐ θέλω ἐξελθεῖν ἔνθεν· ἀλλ' οὐδὲ σὲ ἀφῶ ἐξελθεῖν, ἀββᾶ. Ἀλλὰ παράμεινον ὧδε τρεῖς ἡμέρας. Καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐκοιμήθη.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου