Δευτέρα, 13 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Φορτᾶς.


Περὶ τοῦ ἀββᾶ Φορτᾶς.
Εἶπεν ὁ ἀββᾶς Φορτᾶς· Εἰ θέλει με ὁ Θεὸς ζῇν, οἶδεν πῶς οἰκονομήσει με· εἰ δὲ οὐ θέλει, ἵνα τί μοι τὸ ζῇν; Οὐ γὰρ παρὰ πάντων ἐδέχετό τι, καίτοι κλινήρης ὤν· ἔλεγε γάρ· Ἐὰν προσφέρῃ μοί τίς τί ποτε, καὶ οὐχὶ διὰ τὸν Θεὸν, οὔτε ἐγὼ ἔχω τι δοῦναι αὐτῷ, οὔτε παρὰ τοῦ Θεοῦ λαμβάνει μισθόν· οὐ γὰρ διὰ τὸν Θεὸν προσήνεγκε· καὶ ἀδικεῖται ὁ προσενέγκας. Δεῖ γὰρ τοὺς ἀνακειμένους τῷ Θεῷ, καὶ πρὸς αὐτὸν βλέποντας μόνον, οὕτως εὐλαβῶς διακεῖσθαι, ὡς μήτε ὕβριν τινὰ ἡγεῖσθαι, κἂν μυριάκις ἀδικούμενοι τύχοιεν.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου