Δευτέρα, 6 Αυγούστου 2012

Περὶ τοῦ ἀββᾶ Ἠλία.


Περὶ τοῦ ἀββᾶ Ἠλία.
αʹ. Εἶπεν ὁ ἀββᾶς Ἠλίας· Ἐγὼ τρία πράγματα φοβοῦμαι· ὅταν μέλλῃ ἡ ψυχή μου ἐξελθεῖν ἀπὸ τοῦ σώματος, καὶ ὅταν μέλλω τῷ Θεῷ ἀπαντῆσαι, καὶ ὅταν μέλλῃ ἡ ἀπόφασις ἐξελθεῖν κατ' ἐμοῦ.
βʹ. Ἔλεγον οἱ γέροντες τῷ ἀββᾷ Ἠλίᾳ εἰς Αἴγυπτον περὶ τοῦ ἀββᾶ Ἀγάθωνος, ὅτι Καλὸς ἀββᾶς ἐστιν. Καὶ λέγει αὐτοῖς ὁ γέρων· Κατὰ τὴν γενεὰν αὐτοῦ καλός ἐστι. Καὶ λέγουσιν αὐτῷ· Κατὰ δὲ τοὺς ἀρχαίους τί; Καὶ ἀποκριθεὶς λέγει· Εἶπον ὑμῖν, ὅτι κατὰ τὴν γενεὰν αὐτοῦ καλός ἐστι· κατὰ δὲ τοὺς ἀρχαίους, ἑώρακα ἄνθρωπον ἐν Σκήτει, ὅτι ἠδύνατο τὸν ἥλιον στῆσαι ἐν τῷ οὐρανῷ, καθάπερ Ἰησοῦς ὁ τοῦ Ναυΐ. Καὶ τοῦτο ἀκούσαντες, ἐθαμβήθησαν, καὶ ἐδόξασαν τὸν Θεόν.
γʹ. Εἶπεν ὁ ἀββᾶς Ἠλίας ὁ τῆς διακονίας· Τί ἰσχύει ἁμαρτία, ὅπου ἐστὶ μετάνοια; καὶ τί ὠφελεῖ ἀγάπη, ἔνθα ἐστὶν ὑπερηφανία;
δʹ. Εἶπεν ὁ ἀββᾶς Ἠλίας, ὅτι Εἶδον ἐγώ τινα λαβόντα κολοκύντιον οἵνου εἰς τὴν μάλην αὐτοῦ· καὶ ἵνα αἰσχύνω τοὺς δαίμονας ὅτι φαντασία ἦν, εἶπον τῷ ἀδελφῷ· Ποίησον ἀγάπην, καὶ ἆρόν μου τοῦτο· καὶ ἄρας τὸ πάλλιον αὐτοῦ, εὑρέθη μηδὲν ἔχων. Τοῦτο δὲ εἶπον, ὅτι κἂν τοῖς ὀφθαλμοῖς ἴδητέ τι, ἢ ἀκούσητε, μὴ καταδέξησθε. Πόσῳ μᾶλλον τηρεῖτε τοὺς διαλογισμοὺς καὶ τὰς ἐνθυμήσεις καὶ τὰς ἐννοίας, εἰδότες ὅτι αὐτοὶ ἐμβάλλουσιν αὐτὰ, ἵνα μιάνωσι τὴν ψυχὴν λογίζεσθαι τὰ μὴ συμφέροντα, καὶ ἵνα ἀπασχολήσωσι τὸν νοῦν ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ, καὶ τοῦ Θεοῦ.
εʹ. Εἶπε πάλιν· Οἱ ἄνθρωποι τὸν νοῦν ἔχουσιν, ἢ εἰς τὰς ἁμαρτίας, ἢ πρὸς τὸν Ἰησοῦν, ἢ πρὸς τοὺς ἀνθρώπους.
ϛʹ. Εἶπε πάλιν· Ἐὰν μὴ ὁ νοῦς ψάλλῃ μετὰ τοῦ σώματος, εἰς μάτην ὁ κόπος. Ἐὰν γάρ τις ἀγαπᾷ τὴν θλίψιν, ὕστερον γίνεται αὐτῷ εἰς χαρὰν καὶ ἀνάπαυσιν.
ζʹ. Εἶπε πάλιν, ὅτι Τὶς γέρων ἔμεινεν εἰς ἱερόν· καὶ ἦλθον οἱ δαίμονες λέγοντες αὐτῷ· Ἄπελθε ἐκ τοῦ τόπου ἡμῶν. Καὶ ὁ γέρων ἔφη· Ὑμεῖς οὐκ ἔχετε τόπον. Καὶ ἤρξαντο σκορπίζειν αὐτοῦ τὰ βαΐα καθ' ἅπαξ. Ὁ δὲ γέρων ἐπέμενεν αὐτὰ συλλέγων. Ὕστερον ὁ δαίμων κρατήσας αὐτοῦ τὴν χεῖρα, ἔσυρεν αὐτὸν ἔξω. Ὡς δὲ ἔφθασε τὴν θύραν ὁ γέρων, τῇ ἄλλῃ χειρὶ κατέσχε τὴν θύραν, κράζων· Ἰησοῦ, βοήθει μοι. Καὶ εὐθὺς ὁ δαίμων ἔφυγε. Καὶ ὁ γέρων ἤρξατο κλαίειν. Ὁ δὲ Κύριος εἶπεν αὐτῷ· Τί κλαίεις; καὶ λέγει ὁ γέρων· Ὅτι τολμῶσι κρατῆσαι τὸν ἄνθρωπον, καὶ οὕτως ποιῆσαι. Εἶπε δὲ αὐτῷ· Σὺ ἠμέλησας. Ὅτε γὰρ ἐζήτησάς με, εἶδες πῶς εὑρέθην σοι. Ταῦτα λέγω, ὅτι κόπου πολλοῦ χρεία, καὶ εἰ μὴ κόπος γένηται, οὐ δύναταί τις ἔχειν τὸν Θεὸν αὐτοῦ. Αὐτὸς γὰρ δι' ἡμᾶς ἐσταυρώθη. Ἀδελφὸς παρέβαλε τῷ ἀββᾷ Ἠλίᾳ τῷ ἡσυχαστῇ, εἰς τὸ κοινόβιον τοῦ σπηλαίου τοῦ ἀββᾶ Ζάββα, καὶ λέγει αὐτῷ· Ἀββᾶ, εἶπόν μοι ῥῆμα. Ὁ δὲ γέρων λέγει τῷ ἀδελφῷ, ὅτι Ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, ἠγαπῶντο αἱ τρεῖς ἀρεταὶ αὗται, ἡ ἀκτημοσύνη, καὶ ἡ πραότης, καὶ ἡ ἐγκράτεια· νῦν δὲ κρατεῖ εἰς τοὺς μοναχοὺς ἡ πλεονεξία, καὶ ἡ γαστριμαργία, καὶ ἡ θρασύτης. Εἴ τι θέλεις κράτησον.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου