Περί Αβάδων


Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
ΑΠΟΦΘΕΓΜΑΤΑ ΤΩΝ ΑΓΙΩΝ ΓΕΡΟΝΤΩΝ.
Ἀρχὴ τοῦ Α στοιχείου.
Περὶ τοῦ ἀββᾶ Ἀντωνίου.
αʹ. Ὁ ἅγιος ἀββᾶς Ἀντώνιος, καθεζόμενός ποτε ἐν τῇ ἐρήμῳ, ἐν ἀκηδίᾳ γέγονε καὶ πολλῇ σκοτώσει λογισμῶν· καὶ ἕλεγε πρὸς τὸν Θεόν· Κύριε, θέλω σωθῆναι, καὶ οὐκ ἐῶσί με οἱ λογισμοί· τί ποιήσω ἐν τῇ θλίψει μου; πῶς σωθῶ; Καὶ μικρὸν διαναστὰς ἐπὶ τὰ ἔξω, θεωρεῖ τινα ὁ Ἀντώνιος ὡς ἑαυτὸν, καθεζόμενον καὶ ἐργαζόμενον, εἶτα ἀνιστάμενον ἀπὸ τοῦ ἔργου καὶ προσευχόμενον, καὶ πάλιν καθεζόμενον καὶ τὴν σειρὰν πλέκοντα, εἶτα πάλιν εἰς προσευχὴν ἀνιστάμενον· ἦν δὲ ἄγγελος Κυρίου, ἀποσταλεὶς πρὸς διόρθωσιν καὶ ἀσφάλειαν Ἀντωνίου. Καὶ ἤκουσε τοῦ ἀγγέλου λέγοντος· Οὕτως ποίει, καὶ σώζῃ. Ὁ δὲ τοῦτο ἀκούσας, πολλὴν χαρὰν ἔσχε καὶ θάρσος, καὶ οὔτως ποιῶν ἐσώζετο.
βʹ. Ὁ αὐτὸς ἀββᾶς Ἀντώνιος, ἀτενίσας πρὸς τὸ βάθος τῶν τοῦ Θεοῦ κριμάτων, ᾔτησε λέγων· Κύριε, πῶς τινες ὀλιγόβιοι ἀποθνήσκουσι, τινὲς δὲ ὑπεργηρῶσι; καὶ διατί τινὲς μὲν πένονται, ἄλλοι δὲ πλουτοῦσι; καὶ πῶς ἄδικοι μὲν πλουτοῦσι, δίκαιοι δὲ πένονται; Ἦλθε δὲ αὐτῷ φωνὴ λέγουσα· Ἀντώνιε, σεαυτῷ πρόσεχε· ταῦτα γὰρ κρίματα Θεοῦ εἰσι, καὶ οὐ συμφέρει σοι αὐτὰ μαθεῖν.
γʹ. Ἠρώτησέ τις τὸν ἀββᾶν Ἀντώνιον, λέγων· Τί φυλάξας τῷ Θεῷ εὐαρεστήσω; καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν· ἃ ἐντέλλομαί σοι φύλαξον· ὅπου δὲ ἂν ἀπέρχῃ, τὸν Θεὸν ἔχε πρὸ ὀφθαλμῶν σου πάντοτε· καὶ ὅπερ ἂν πράττεις, ἔχε ἐκ τῶν ἁγίων Γραφῶν τὴν μαρτυρίαν· καὶ ἐν οἵῳ δ' ἂν καθέζῃ τόπῳ, μὴ ταχέως κινοῦ. Τὰ τρία ταῦτα φύλαξον, καὶ σώζῃ.
δʹ. Εἶπεν ὁ ἀββᾶς Ἀντώνιος τῷ ἀββᾷ Ποιμένι, ὅτι Αὕτη ἐστὶν ἡ μεγάλη ἐργασία τοῦ ἀνθρώπου, ἵνα τὸ σφάλμα
2
ἑαυτοῦ ἐπάνω ἑαυτοῦ βάλῃ ἐνώπιον τοῦ Θεοῦ, καὶ προσδοκήσῃ πειρασμὸν ἕως ἐσχάτης ἀναπνοῆς.
εʹ. Ὁ αὐτὸς εἶπεν· Οὐδεὶς ἀπείραστος δυνήσεται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἔπαρον γὰρ, φησὶ, τοὺς πειρασμοὺς, καὶ οὐδεὶς ὁ σωζόμενος.
ϛʹ. Ἠρώτησεν ὁ ἀββᾶς Παμβὼ τὸν ἀββᾶν Ἀντώνιον· Τί ποιήσω; Λέγει αὐτῷ ὁ γέρων· Μὴ ἔσο πεποιθὼς τῇ δικαιοσύνῃ σου, μηδὲ μεταμελοῦ ἐπὶ πράγματι παρελθόντι, καὶ ἐγκρατὴς γενοῦ γλώσσης καὶ κοιλίας.
ζʹ. Εἶπεν ὁ ἀββᾶς Ἀντώνιος· Εἶδον πάσας τὰς παγίδας τοῦ ἐχθροῦ ἡπλωμένας ἐπὶ τῆς γῆς· καὶ στενάξας εἶπον· Τίς ἄρα παρέρχεται ταύτας; Καὶ ἤκουσα φωνῆς λεγούσης μοι· Ἡ ταπεινοφροσύνη.
ηʹ. Εἶπε πάλιν, ὅτι Εἰσί τινες κατατρίψαντες τὰ ἐαυτῶν σώματα ἐν ἀσκήσει, καὶ διὰ τὸ μὴ ἐσχηκέ ναι αὐτοὺς διάκρισιν, μακρὰν τοῦ Θεοῦ γεγόνασιν.
θʹ. Εἶπεν πάλιν, ὅτι Ἐκ τοῦ πλησίον ἐστὶν ἡ ζωὴ καὶ ὁ θάνατος. Ἐὰν γὰρ κερδήσωμεν τὸν ἀδελφὸν, τὸν Θεὸν κερδαίνομεν· ἐὰν δὲ σκανδαλίσωμεν τὸν ἀδελφὸν, εἰς Χριστὸν ἁμαρτάνομεν.
ιʹ. Εἶπε πάλιν· Ὥσπερ οἱ ἰχθύες ἐγχρονίζοντες τῇ ξηρᾷ τελευτῶσιν, οὕτως καὶ οἱ μοναχοὶ, βραδύνοντες ἔξω τοῦ κελλίου, ἢ μετὰ κοσμικῶν διατρίβοντες, πρὸς τὸν τῆς ἡσυχίας τόνον ἐκλύονται. Δεῖ οὖν, ὥσπερ τὸν ἰχθὺν εἰς τὴν θάλασσαν, οὕτως καὶ ἡμᾶς εἰς τὸ κελλίον ἐπείγεσθαι, μήποτε βραδύνοντες ἔξω ἐπιλαθώμεθα τῆς ἔνδον φυλακῆς.
ιαʹ. Εἶπε πάλιν, ὅτι Ὁ καθήμενος ἐν τῇ ἐρήμῳ καὶ ἡσυχάζων, τριῶν ἀπαλλάττεται πολέμων, τῆς ἀκοῆς, καὶ τῆς λαλιᾶς, καὶ τοῦ βλέπειν· πρὸς ἕνα μόνον ἔχει, τὸν τῆς πορνείας.
ιβʹ. Ἀδελφοί τινες παρέβαλον τῷ ἀββᾷ Ἀντωνίῳ, ἀναγγεῖλαι αὐτῷ φαντασίας ἃς ἔβλεπον, καὶ μαθεῖν παρ' αὐτοῦ εἰ ἀληθιναί εἰσιν, ἢ ἀπὸ δαιμόνων. Εἶχον δὲ ὄνον, καὶ ἀπέθανεν ἐν τῇ ὁδῷ. Ὡς οὖν ἦλθον πρὸς τὸν γέροντα, προλαβὼν εἶπεν αὐτοῖς· Πῶς ἀπέθανεν ὁ μικρὸς ὄνος ἐν τῇ ὁδῷ; Λέγουσιν αὐτῷ· Πόθεν οἶδας, ἀββᾶ; Ὁ δὲ εἶπεν αὐτοῖς· Οἱ δαίμονες ἔδειξάν μοι. Καὶ λέγουσιν αὐτῷ· Ἡμεῖς διὰ
3
τοῦτο ἤλθομεν ἐρωτῆσαί σε, ὅτι βλέπομεν φαντασίας, καὶ πολλάκις γίνονται ἀληθιναὶ, μήπως πλανώμεθα. Καὶ ἐπληροφόρησεν αὐτοὺς ὁ γέρων ἐκ τοῦ κατὰ τὸν ὄνον ἀποδείγματος, ὅτι ἀπὸ δαιμόνων εἰσίν.
ιγʹ. Ἦν δέ τις κατὰ τὴν ἔρημον θηρεύων ἄγρια ζῶα, καὶ εἶδε τὸν ἀββᾶν Ἀντώνιον χαριεντιζόμενον μετὰ τῶν ἀδελφῶν. Θέλων δὲ αὐτὸν πληροφορῆσαι ὁ γέρων, ὅτι χρὴ μίαν συγκαταβαίνειν τοῖς ἀδελφοῖς, λέγει αὐτῷ· Βάλε βέλος εἰς τὸ τόξον σου, καὶ τεῖνον· καὶ ἐποίησεν οὕτως. Λέγει αὐτῷ· Πάλιν τεῖνον· καὶ ἔτεινεν. Καὶ πάλιν φησί· Τεῖνον. Λέγει αὐτῷ ὁ θηρευτής· Ἐὰν ὑπὲρ τὸ μέτρον τείνω, κλᾶται τὸ τόξον. Λέγει αὐτῷ ὁ γέρων· Οὕτως καὶ εἰς τὸ ἔργον τοῦ Θεοῦ· ἐὰν πλεῖον τοῦ μέτρου τείνωμεν κατὰ τῶν ἀδελφῶν, ταχὺ προσρήσσουσι. Χρὴ οὖν μίαν μίαν συγκαταβαίνειν τοῖς ἀδελφοῖς. Ταῦτα ἀκούσας ὁ θηρευτὴς, κατενύγη, καὶ πολλὰ ὠφεληθεὶς παρὰ τοῦ γέροντος, ἀπῆλθε· καὶ οἱ ἀδελφοὶ στηριχθέντες ἀνεχώρησαν εἰς τὸν τόπον αὐτῶν.
ιδʹ. Ἤκουσεν ὁ ἀββᾶς Ἀντώνιος περί τινος νεωτέρου μοναχοῦ, ποιήσαντος σημεῖον ἐν τῇ ὁδῷ· ὡς τούτου ἑωρακότος γέροντάς τινας ὁδεύοντας καὶ κάμνοντας ἐν τῇ ὁδῷ, καὶ ὀνάγρους ἐπιτάξαντος ἐλθεῖν καὶ βαστάσαι τοὺς γέροντας, ἕως οὗ φθάσωσι πρὸς Ἀντώνιον. Οἱ οὖν γέροντες ἀνήγγειλαν τῷ ἀββᾷ Ἀντωνίῳ ταῦτα. Καὶ λέγει αὐτοῖς· Ἔοικέ μοι ὁ μοναχὸς οὗτος πλοῖον εἶναι μεστὸν ἀγαθῶν, οὐκ οἶδα δὲ εἰ ἥξει εἰς τὸν λιμένα. Καὶ μετὰ χρόνον ἄρχεται ἐξαίφνης ὁ ἀββᾶς Ἀντώνιος κλαίειν καὶ τίλλειν τὰς τρίχας αὐτοῦ καὶ ὀδύρεσθαι. Λέγουσιν αὐτῷ οἱ μαθηταὶ αὐτοῦ· Τί κλαίεις, ἀββᾶ; Καὶ εἶπεν ὁ γέρων· Μέγας στύλος τῆς Ἐκκλησίας ἄρτι ἔπεσεν (ἔλεγε δὲ περὶ τοῦ νεωτέρου μοναχοῦ)· ἀλλὰ ἀπέλθετε, φησὶν, ἕως αὐτοῦ, καὶ βλέπετε τὸ γεγονός. Ἀπέρχονται οὖν οἱ μαθηταὶ, καὶ εὑρίσκουσι τὸν μοναχὸν ἐπὶ ψιαθίου καθήμενον, καὶ κλαίοντα τὴν ἁμαρτίαν ἣν εἰργάσατο. Ἑωρακὼς δὲ τοὺς μαθητὰς τοῦ γέροντος, λέγει· Εἴπατε τῷ γέροντι ἵνα παρακαλέσῃ τὸν Θεὸν, δέκα μόνας ἡμέρας ἐνδοῦναί μοι, καὶ ἐλπίζω ἀπολογήσασθαι. Καὶ ἐντὸς ἡμερῶν πέντε ἐτελεύτησεν.
4
ιεʹ. Ἐπῃνέθη τις μοναχὸς ὑπὸ τῶν ἀδελφῶν πρὸς τὸν ἀββᾶν Ἀντώνιον. Ὁ δὲ παραβαλόντα αὐτὸν ἐπείρασεν, εἰ φέρει ἀτιμίαν· καὶ εὑρὼν ὅτι οὐ βαστάζει, εἶπεν αὐτῷ· Ἔοικας κώμῃ, τὰ ἔμπροσθεν κεκαλλωπισμένῃ, τὰ δὲ ὄπισθεν ὑπὸ λῃστῶν συλουμένῃ.
ιϛʹ. Ἀδελφὸς εἶπε τῷ ἀββᾷ Ἀντωνίῳ· Εὖξαι ὑπὲρ ἐμοῦ. Λέγει αὐτῷ ὁ γέρων· Οὐδὲ ἐγώ σε ἐλεῶ, οὐδὲ ὁ Θεὸς, ἐὰν μὴ σὺ αὐτὸς σπουδάσῃς, καὶ αἰτήσῃς τὸν Θεόν.
ιζʹ. Παρέβαλόν ποτε γέροντες τῷ ἀββᾷ Ἀντωνίῳ, καὶ ἦν ὁ ἀββᾶς Ἰωσὴφ μετ' αὐτῶν. Καὶ θέλων ὁ γέρων δοκιμάσαι αὐτοὺς, προεβάλετο ῥῆμα ἐκ τῆς Γραφῆς, καὶ ἤρξατο ἐρωτᾷν ἀπὸ τῶν μικροτέρων, τί ἐστι τὸ ῥῆμα τοῦτο. Καὶ ἕκαστος ἔλεγε κατὰ τὴν ἰδίαν δύναμιν. Ὁ δὲ γέρων ἑκάστῳ ἔλεγεν· Οὔπω εὗρες. Ὕστερον ὅλων λέγει τῷ ἀββᾷ Ἰωσήφ· Σὺ πῶς λέγεις εἶναι τὸν λόγον τοῦτον; Ἀποκρίνεται· Οὐκ οἶδα. Λέγει οὖν ὁ ἀββᾶς Ἀντώνιος· Πάντως ἀββᾶς Ἰωσὴφ εὗρε τὴν ὁδὸν, ὅτι εἶπεν, Οὐκ οἶδα.
ιηʹ. Ἀδελφοὶ παρέβαλον τῷ ἀββᾷ Ἀντωνίῳ ἀπὸ Σκήτεως, καὶ ἐμβάντες εἰς πλοῖον ἀπελθεῖν πρὸς αὐτὸν, εὗρον γέροντα θέλοντα καὶ αὐτὸν ἀπελθεῖν ἐκεῖ. Ἠγνόουν δὲ αὐτὸν οἱ ἀδελφοί. Καὶ καθήμενοι ἐν τῷ πλοίῳ ἐλάλουν λόγους Πατέρων, καὶ ἐκ τῆς Γραφῆς, καὶ πάλιν περὶ ἐργοχείρων ἑαυτῶν. Ὁ δὲ γέρων ἐσιώπα. Ἐλθόντων δὲ αὐτῶν ἐπὶ τοῦ ὅρμου, εὑρέθη καὶ ὁ γέρων ὑπάγων πρὸς τὸν ἀββᾶν Ἀντώνιον. Ὡς δὲ ἦλθον πρὸς αὐτὸν, λέγει αὐτοῖς· Καλὴν συνοδίαν εὕρετε, τὸν γέροντα τοῦτον. Εἶπε δὲ καὶ τῷ γέροντι· Καλοὺς ἀδελφοὺς εὗρες μετὰ σοῦ, ἀββᾶ. Λέγει ὁ γέρων· Καλοὶ μέν εἰσιν, ἀλλ' ἡ αὐλὴ αὐτῶν οὐκ ἔχει θύραν, καὶ ὁ θέλων εἰσέρχεται εἰς τὸν σταῦλον, καὶ λύει τὸν ὄνον. Τοῦτο δὲ ἔλεγεν, ὅτι τὰ ἐρχόμενα εἰς τὸ στόμα αὐτῶν λαλοῦσιν.
ιθʹ. Παρέβαλον ἀδελφοὶ τῷ ἀββᾷ Ἀντωνίῳ, καὶ λέγουσιν αὐτῷ· Εἰπὲ ἡμῖν λόγον, πῶς σωθῶμεν; Λέγει αὐτοῖς ὁ γέρων· Ἠκούσατε τὴν Γραφήν; καλῶς ὑμῖν ἔχει. Οἱ δὲ εἶπον· Καὶ παρὰ σοῦ θέλομεν ἀκοῦσαι, Πάτερ. Εἶπε δὲ αὐτοῖς ὁ γέρων· Λέγει τὸ Εὐαγγέλιον· Ἐὰν τίς σε ῥαπίσῃ εἰς τὴν δεξιὰν σιαγόνα, στρέψον αὐτῷ καὶ τὴν ἄλλην. Λέγουσιν αὐτῷ· Οὐ
5
δυνάμεθα τοῦτο ποιῆσαι. Λέγει αὐτοῖς ὁ γέρων· Εἰ μὴ δύνασθε στρέψαι καὶ τὴν ἄλλην, κἂν τὴν μίαν ὑπομείνατε. Λέγουσιν αὐτῷ· Οὐδὲ τοῦτο δυνάμεθα. Λέγει ὁ γέρων· Εἰ οὐδὲ τοῦτο δύνασθε, μὴ δότε ἀνθ' οὗ ἐλάβετε. Καὶ εἶπον· Οὐδὲ τοῦτο δυνάμεθα. Λέγει οὖν ὁ γέρων τῷ μαθητῇ αὐτοῦ· Ποίησον αὐτοῖς μικρὰν ἀθήραν· ἀσθενοῦσι γάρ. Εἰ τοῦτο οὐ δύνασθε, κἀκεῖνο οὐ θέλετε, τί ὑμῖν ποιήσω; Εὐχῶν χρεία.
κʹ. Ἀδελφὸς ἀποταξάμενος τῷ κόσμῳ καὶ διαδοὺς τὰ ὑπάρχοντα αὐτοῦ πτωχοῖς, παρακατασχὼν δὲ ὀλίγα εἰς λόγον ἑαυτοῦ, παρέβαλε τῷ ἀββᾷ Ἀντωνίῳ. Καὶ τοῦτο μαθὼν, λέγει αὐτῷ ὁ γέρων· Εἰ θέλεις μοναχὸς γενέσθαι, ἄπελθε εἰς τήνδε τὴν κώμην, καὶ ἀγόρασον κρέας, καὶ περίθες τῷ σώματί σου γυμνῷ, καὶ οὕτως ἐλθὲ ἐνταῦθα. Καὶ ποιήσαντος οὕτως τοῦ ἀδελφοῦ, οἱ κύνες καὶ τὰ ὄρνεα τὸ σῶμα αὐτοῦ κατέτεμνον. Ἀπαντήσαντος δὲ αὐτοῦ πρὸς τὸν γέροντα, ἐπύθετο εἰ γέγονεν ὡς συνεβούλευσεν. Ἐκείνου δὲ ἐπιδεικνυμένου τὸ σῶμα διεσπαραγμένον, λέγει ὁ ἅγιος Ἀντώνιος· Οἱ ἀποταξάμενοι τῷ κόσμῳ, καὶ θέλοντες ἔχει χρήματα, οὕτως ἀπὸ τῶν δαιμόνων κατακόπτονται πολεμούμενοι.
καʹ. Ἀδελφῷ ποτε συνέβη πειρασμὸς εἰς τὸ κοινόβιον τοῦ ἀββᾶ Ἠλίτ· καὶ διωχθεὶς ἐκεῖθεν ἀπῆλθεν εἰς ὄρος πρὸς τὸν ἀββᾶν Ἀντώνιον. Καὶ μείναντος τοῦ ἀδελφοῦ χρόνον πρὸς αὐτὸν, ἀπέστειλεν αὐτὸν, εἰς τὸ κοινόβιον ὅθεν ἐξέβη. Οἱ δὲ ἰδόντες αὐτὸν, πάλιν ἐδίωξαν· ὁ δὲ ἀνέκαμψε πρὸς τὸν ἀββᾶν Ἀντώνιον, λέγων· Οὐκ ἠθέλησάν με δέξασθαι, Πάτερ. Ἀπέστειλεν οὖν ὁ γέρων λέγων· Πλοῖον ἐναυάγησεν ἐν τῷ πελάγει, καὶ ἀπώλεσε τὸν γόμον, καὶ μετὰ καμάτου ἐσώθη ἐπὶ τὴν γῆν· ὑμεῖς δὲ τὰ σωθέντα ἐπὶ τὴν γῆν θέλετε καταποντίσαι. Οἱ δὲ ἀκούσαντες ὅτι ὁ ἀββᾶς Ἀντώνιος αὐτὸν ἀπέστειλεν, εὐθέως ἐδέξαντο αὐτόν.
κβʹ. Εἶπεν ὁ ἀββᾶς Ἀντώνιος· Λογίζομαι ὅτι ἔχει τὸ σῶμα κίνησιν φυσικὴν συναναφυρεῖσαν αὐτῷ· ἀλλ' οὐκ ἐνεργεῖ, μὴ θελούσης τῆς ψυχῆς· μόνον δὲ σημαίνει ἐν τῷ σώματι ἀπαθῆ κίνησιν. Ἔστι δὲ καὶ ἄλλη κίνησις, ἐκ τοῦ τρέφειν καὶ θάλπειν τὸ σῶμα βρώμασι καὶ πόμασιν· ἐξ ὧν ἡ θέρμη
6
τοῦ αἵματος διεγείρει τὸ σῶμα πρὸς ἐνέργειαν. Διὸ καὶ ἔλεγεν ὁ Ἀπόστολος· Μὴ μεθύσκεσθε οἴνῳ, ἐν ᾧ ἐστιν ἀσωτία. Καὶ πάλιν ὁ Κύριος ἐν τῷ Εὐαγγελίῳ τοῖς μαθηταῖς ἐντελλόμενος εἶπε· Βλέπετε μήποτε βαρηθῶσιν ὑμῶν αἱ καρδίαι ἐν κραιπάλῃ καὶ μέθῃ. Ἔστι δέ τις καὶ ἑτέρα κίνησις τοῖς ἀγωνιζομένοις, ἐξ ἐπιβουλῆς καὶ φθόνου δαιμόνων ἐπιγινομένη, ὥστε εἰδέναι δεῖ, ὅτι τρεῖς εἰσι σωματικαὶ κινήσεις, μία μὲν φυσικὴ, ἑτέρα δὲ ἐξ ἀδιαφορίας τροφῶν, ἡ δὲ τρίτη ἀπὸ δαιμόνων.
κγʹ. Εἶπε πάλιν, ὅτι ὁ Θεὸς οὐκ ἀφίει τοὺς πολέμους ἐπὶ τὴν γενεὰν ταύτην, ὥσπερ ἐπὶ τῶν ἀρχαίων. Οἶδε γὰρ ὅτι ἀσθενεῖς εἰσι καὶ οὐ βαστάζουσιν.
κδʹ. Τῷ ἀββᾷ Ἀντωνίῳ ἀπεκαλύφθη ἐν τῇ ἐρήμῳ, ὅτι Ἐν τῇ πόλει ἐστί τις ὅμοιός σοι, ἰατρὸς τὴν ἐπιστήμην, τὴν περισσείαν αὐτοῦ διδοὺς τοῖς χρείαν ἔχουσι, καὶ πᾶσαν τὴν ἡμέραν τὸ Τρισάγιον ψάλλων μετὰ τῶν ἀγγέλων.
κεʹ. Εἶπεν ὁ ἀββᾶς Ἀντώνιος, ὅτι Ἔρχεται καιρὸς, ἵνα οἱ ἄνθρωποι μανῶσι, καὶ ἐπὰν ἴδωσί τινα μὴ μαινόμενον, ἐπαναστήσονται αὐτῷ λέγοντες, ὅτι Σὺ μαίνῃ, διὰ τὸ μὴ εἶναι ὅμοιον αὐτοῖς.
κϛʹ. Ἀδελφοὶ παρέβαλον τῷ ἀββᾷ Ἀντωνίῳ, καὶ εἶπον αὐτῷ ῥῆμα τοῦ Λευϊτικοῦ. Ἐξῆλθεν οὖν ὁ γέρων εἰς τὴν ἔρημον, καὶ ἠκολούθησεν αὐτῷ ἀββᾶς Ἀμμωνᾶς κρυφῆ, εἰδὼς τὴν συνήθειαν αὐτοῦ. Καὶ μακρύνας πολὺ ὁ γέρων, στὰς εἰς προσευχὴν ἔκραξε φωνῇ μεγάλῃ· Ὁ Θεὸς, ἀπόστειλον τὸν Μωϋσῆν, καὶ διδάξει με τὸ ῥῆμα τοῦτο. Καὶ ἦλθεν αὐτῷ φωνὴ λαλοῦσα μετ' αὐτοῦ. Εἶπεν οὖν ὁ ἀββᾶς Ἀμμωνᾶς, ὅτι Τὴν μὲν φωνὴν ἤκουσα τὴν λαλοῦσαν μετ' αὐτοῦ, τὴν δὲ δύναμιν τοῦ λόγου οὐκ ἔμαθον.
κζʹ. Τρεῖς τῶν Πατέρων εἶχον ἔθος κατ' ἐνιαυτὸν ὑπάγειν πρὸς τὸν μακάριον Ἀντώνιον· καὶ οἱ μὲν δύο ἠρώτων αὐτὸν περὶ λογισμῶν καὶ σωτηρίας ψυχῆς· ὁ δὲ εἷς πάντα ἐσιώπα μηδὲν ἐρωτῶν. Μετὰ δὲ πολὺν χρόνον λέγει αὐτῷ ὁ ἀββᾶς Ἀντώνιος· Ἰδοὺ τοσοῦτον χρόνον ἔχεις ἐρχόμενος ὧδε, καὶ οὐδὲν ἐρωτᾷς με. Καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ· Ἀρκεῖ μοι μόνον τοῦ βλέπειν σε, Πάτερ.
7
κηʹ. Ἔλεγον, ὅτι τις τῶν γερόντων ἠρώτησε τὸν Θεὸν ἰδεῖν τοὺς Πατέρας· καὶ εἶδεν αὐτοὺς χωρὶς τοῦ ἀββᾶ Ἀντωνίου. Λέγει οὖν τῷ δεικνύοντι αὐτῷ· Ποῦ ἐστιν ὁ ἀββᾶς Ἀντώνιος; Ὁ δὲ εἶπεν αὐτῷ, ὅτι εἰς τὸν τόπον ὅπου ὁ Θεὸς, ἐκεῖ ἐστιν.
κθʹ. Ἐσυκοφαντήθη ἀδελφὸς εἰς κοινόβιον περὶ πορνείας, καὶ ἀναστὰς ἦλθε πρὸς τὸν ἀββᾶν Ἀντώνιον· καὶ ἦλθον οἱ ἀδελφοὶ ἀπὸ τοῦ κοινοβίου θεραπεῦσαι αὐτὸν καὶ λαβεῖν· καὶ ἤρξαντο ἐλέγχειν ὅτι Οὕτως ἐποίησας. Ὁ δὲ ἀπελογεῖτο ὅτι Οὐδὲν τοιοῦτον ἐποίησα. Εὐκαίρησε δὲ ἐκεῖ ὁ ἀββᾶς Παφνούτιος ὁ Κεφαλᾶς, καὶ εἶπε παραβολὴν τοιαύτην· Εἶδον εἰς τὴν ὄχθαν τοῦ ποταμοῦ ἄνθρωπον βληθέντα εἰς βόρβορον ἕως τῶν γονάτων αὐτοῦ, καὶ ἐλθόντες τινὲς δοῦναι αὐτῷ χεῖρα κατεπόντισαν αὐτὸν ἕως τοῦ τραχήλου. Καὶ λέγει αὐτοῖς ὁ ἀββᾶς Ἀντώνιος περὶ τοῦ ἀββᾶ Παφνουτίου· Ἰδοὺ ἄνθρωπος ἀληθινὸς, δυνάμενος θεραπεῦσαι καὶ σῶσαι ψυχάς. Κατανυγέντες οὖν τῷ λόγῳ τῶν γερόντων, ἔβαλον μετάνοιαν τῷ ἀδελφῷ. Καὶ παρακληθέντες ὑπὸ τῶν Πατέρων ἔλαβον τὸν ἀδελφὸν εἰς τὸ κοινόβιον.
λʹ. Ἔλεγόν τινες περὶ τοῦ ἀββᾶ Ἀντωνίου, ὅτι γέγονε Πνευματοφόρος, ἀλλ' οὐκ ἤθελε λαλεῖν διὰ τοὺς ἀνθρώπους· καὶ γὰρ τὰ γινόμενα ἐν τῷ κόσμῳ καὶ τὰ μέλλοντα ἐλθεῖν ἐμήνυεν.
λαʹ. Ποτὲ ὁ ἀββᾶς Ἀντώνιος ἐδέξατο Κωνσταντίου τοῦ βασιλέως γράμματα, ἵνα ἔλθῃ εἰς Κωνσταντινούπολιν· καὶ ἐσκόπει τί ποιῆσαι. Λέγει οὖν τῷ ἀββᾷ Παύλῳ τῷ μαθητῇ αὐτοῦ· Ὤφειλον ἀπελθεῖν; Καὶ λέγει αὐτῷ· Ἐὰν ἀπέλθῃς, Ἀντώνιος λέγῃ· εἰ δὲ μὴ ἀπέλθῃς, ἀββᾶς Ἀντώνιος.
λβʹ. Εἶπεν ὁ ἀββᾶς Ἀντώνιος· Ἐγὼ οὐκέτι φοβοῦμαι τὸν Θεὸν, ἀλλ' ἀγαπῶ αὐτόν. Ἡ γὰρ ἀγάπη ἔξω βάλλει τὸν φόβον.
λγʹ. Ὁ αὐτὸς εἶπε· Πρὸ ὀφθαλμῶν ἔχε πάντοτε τὸν φόβον τοῦ Θεοῦ. Μνημόνευε τοῦ θανατοῦντος καὶ ζωογονοῦντος. Μισήσατε τὸν κόσμον καὶ πάντα τὰ ἐν αὐτῷ. Μισήσατε πᾶσαν σαρκικὴν ἀνάπαυσιν. Ἀποτάξασθε τῇ ζωῇ ταύτῃ, ἵνα ζήσητε τῷ Θεῷ. Μνημονεύετε τί ἐπηγγείλασθε τῷ Θεῷ·
8
ζητεῖ γὰρ αὐτὸ παρ' ὑμῶν ἐν ἡμέρᾳ κρίσεως. Πεινάσατε, διψήσατε, γυμνητεύσατε, ἀγρυπνήσατε, πενθήσατε, κλαύσατε, στενάξατε τῇ καρδίᾳ ὑμῶν· δοκιμάσατε εἰ ἄξιοί ἐστε τοῦ Θεοῦ· καταφρονήσατε τῆς σαρκὸς, ἵνα σώσητε ὑμῶν τὰς ψυχάς.
λδʹ. Παρέβαλέ ποτε ὁ ἀββᾶς Ἀντώνιος τῷ ἀββᾷ Ἀμοῦν εἰς τὸ ὄρος τῆς Νιτρίας, καὶ μετὰ τὸ συντυχεῖν ἀλλήλοις, λέγει αὐτῷ ὁ ἀββᾶς Ἀμοῦν· Ἐπειδὴ διὰ τῶν εὐχῶν σου ἐπληνθύθησαν οἱ ἀδελφοὶ, καὶ θέλουσί τινες αὐτῶν οἰκοδομῆσαι κελλία μακρὰν ἵνα ἡσυχάσωσι, πόσον κελεύεις ἵνα ἀπέχῃ διάστημα τὰ κτιζόμενα κελλία τῶν ἐνταῦθα; Ὁ δὲ εἶπε· Γευσώμεθα ὥραν ἐνάτην, καὶ ἐξέλθωμεν, καὶ διακινήσωμεν τὴν ἔρημον, καὶ σκοποῦμεν τὸν τόπον. Ὡς δὲ ὥδευσαν τὴν ἔρημον ἕως οὗ ἐλθεῖν δῦναι τὸν ἤλιον, λέγει αὐτῷ ὁ ἀββᾶς Ἀντώνιος· Ποιήσωμεν εὐχὴν καὶ στήσωμεν ὧδε σταυρὸν, ἵνα ὧδε κτίσωσιν οἱ θέλοντες κτίσαι, ἵνα καὶ οἱ ἐκεῖθεν, ὅταν παραβάλωσι τούτοις, γευσάμενοι τὸ μικρὸν βουκὶν αὐτῶν ὥραν ἐνάτην, οὕτως παραβάλωσι, καὶ οἱ ἔνθεν ἀπερχόμενοι, τὸ αὐτὸ ποιοῦντες, ἀπερίσπαστοι μένωσιν ἐν τῷ παραβάλλειν ἀλλήλοις. Ἔστι δὲ τὸ διάστημα σημεῖα δεκαδύο.
λεʹ. Εἶπεν ὁ ἀββᾶς Ἀντώνιος· Ὁ τύπτων τὸ μαζὶν τοῦ σιδήρου, πρῶτον σκοπεῖ τὸν λογισμὸν τί μέλλει ποιεῖν, δρέπανον, μάχαιραν, πέλυκα. Οὕτως καὶ ἡμεῖς ὀφείλομεν λογίζεσθαι ποίαν ἀρετὴν μετερχόμεθα, ἵνα μὴ εἰς κενὸν κοπιάσωμεν.
λϛʹ. Εἶπε πάλιν, ὅτι ἡ ὑποταγὴ μετὰ ἐγκρατείας ὑποτάσσει θηρία.
λζʹ. Εἶπε πάλιν· Οἶδα μοναχοὺς μετὰ πολλοὺς κόπους πεσόντας, καὶ εἰς ἔκστασιν φρενῶν ἐλθόντας, διὰ τὸ ἠλπικέναι ἐπὶ τὸ ἔργον αὐτῶν, καὶ παραλογισαμένους τὴν ἐντολὴν τοῦ εἰπόντος· Ἐπερώτησον τὸν πατέρα σου, καὶ ἀναγγελεῖ σοι.
ληʹ. Εἶπε πάλιν· Εἰ δυνατὸν, ὅσα βήματα βάλλει ὁ μοναχὸς, ἢ ὅσας σταγόνας πίνει εἰς τὸ κελλίον αὐτοῦ, ὀφείλει θαῤῥεῖν τοῖς γέρουσιν, εἰ ἄρα οὐ πταίει ἐν αὐτοῖς.
9
Περὶ τοῦ ἀββᾶ Ἀρσενίου.
αʹ. Ὁ ἀββᾶς Ἀρσένιος, ἔτι ὢν ἐν τῷ παλατίῳ, εὔξατο τῷ Θεῷ λέγων· Κύριε, ὁδήγησόν με πῶς σωθῶ. Καὶ ἦλθεν αὐτῷ φωνὴ λέγουσα· Ἀρσένιε, φεῦγε τοὺς ἀνθρώπους, καὶ σώζῃ.
βʹ. Ὁ αὐτὸς ἀναχωρήσας ἐν τῷ μονήρει βίῳ, πάλιν εὔξατο, τὸν αὐτὸν λόγον εἰπών. Καὶ ἤκουσε φωνῆς λεγούσης αὐτῷ· Ἀρσένιε, φεῦγε, σιώπα, ἡσύχαζε· αὗται γάρ εἰσιν αἱ ῥίζαι τῆς ἀναμαρτησίας.
γʹ. Ἐπέστησάν ποτε τῷ ἀββᾷ Ἀρσενίῳ οἱ δαίμονες ἐν τῷ κελλίῳ θλίβοντες αὐτόν. Παραβαλόντες δὲ οἱ διακονοῦντες αὐτῷ, καὶ στάντες ἔξω τῆς κέλλης, ἤκουσαν αὐτοῦ βοῶντος πρὸς τὸν Θεὸν καὶ λέγοντος· Ὁ Θεὸς, μὴ ἐγκαταλίπῃς με· οὐδὲν ἐποίησα ἐνώπιόν σου ἀγαθόν· ἀλλὰ δός μοι κατὰ τὴν χρηστότητά σου βαλεῖν ἀρχήν.
δʹ. Ἔλεγον περὶ αὐτοῦ, ὅτι ὥσπερ οὐδεὶς τοῦ παλατίου ἐφόρει βελτίονα αὐτοῦ ἐσθῆτα· οὕτως οὐδὲ εἰς τὴν Ἐκκλησίαν εὐτελεστέραν τις αὐτοῦ ἐφόρει.
εʹ. Εἶπέ τις τῷ μακαρίῳ Ἀρσενίῳ· Πῶς ἡμεῖς ἀπὸ τοσαύτης παιδεύσεως καὶ σοφίας οὐδὲν ἔχομεν, οὗτοι δὲ οἱ ἀγροῖκοι καὶ Αἰγύπτιοι τοσαύτας ἀρετὰς κέκτηνται; Λέγει αὐτῷ ὁ ἀββᾶς Ἀρσένιος· Ἡμεῖς ἀπὸ τῆς τοῦ κόσμου παιδεύσεως οὐδὲν ἔχομεν· οὗτοι δὲ οἱ ἀγροῖκοι καὶ Αἰγύπτιοι ἀπὸ τῶν ἰδίων πόνων ἐκτήσαντο τὰς ἀρετάς.
ϛʹ. Ἐρωτῶντός ποτε τοῦ ἀββᾶ Ἀρσενίου τινὰ γέροντα Αἰγύπτιον περὶ ἰδίων λογισμῶν, ἕτερος ἰδὼν αὐτὸν εἶπεν· Ἀββᾶ Ἀρσένιε, πῶς τοσαύτην παίδευσιν Ῥωμαϊκὴν καὶ Ἑλληνικὴν ἐπιστάμενος, τοῦτον τὸν ἀγροῖκον περὶ τῶν σῶν λογισμῶν ἐρωτᾷς; Ὁ δὲ εἶπε πρὸς αὐτόν· Τὴν μὲν Ῥωμαϊκὴν καὶ Ἑλληνικὴν ἐπίσταμαι παίδευσιν· τὸν δὲ ἀλφάβητον τοῦ ἀγροίκου τούτου οὔπω μεμάθηκα.
ζʹ. Παρέβαλέ ποτε ὁ μακάριος Θεόφιλος ἀρχιεπίσκοπος τῷ ἀββᾷ Ἀρσενίῳ, μετὰ ἄρχοντός τινος· ἠρώτα δὲ τὸν γέροντα, ἀκοῦσαι παρ' αὐτοῦ λόγον. Μικρὸν δὲ σιωπήσας ὁ γέρων, ἀπεκρίνατο πρὸς αὐτόν· Καὶ ἐὰν ὑμῖν εἴπω, φυλάσσετε; Οἱ δὲ συνέθεντο φυλάττειν. Καὶ εἶπεν αὐτοῖς ὁ γέρων· Ὅπου ἐὰν ἀκούσητε Ἀρσένιον, μὴ πλησιάσητε.
10
ηʹ. Ἄλλοτε πάλιν βουληθεὶς ὁ ἀρχιεπίσκοπος παραβαλεῖν αὐτῷ, ἀπέστειλε πρῶτον εἰδέναι εἰ ἀνοίγει ὁ γέρων. Καὶ ἐδήλωσεν αὐτῷ λέγων· Ἐὰν ἔλθῃς, ἀνοίγω σοι· καὶ ἐάν σοι ἀνοίξω, πᾶσιν ἀνοίγω· καὶ τότε οὐκέτι καθέζομαι ὧδε. Ταῦτα ἀκούσας ὁ ἀρχιεπίσκοπος εἶπεν· Εἰ διῶξαι αὐτὸν ἀπέρχομαι, οὐκ ἔτι ἀπέρχομαι πρὸς αὐτόν.
θʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ἀρσένιον ἀκοῦσαι παρ' αὐτοῦ λόγον. Καὶ εἶπεν αὐτῷ ὁ γέρων· Ὅση δύναμίς σοί ἐστιν, ἀγώνισαι, ἵνα ἡ ἔνδον σου ἐργασία κατὰ Θεὸν ᾗ, καὶ νικήσῃ τὰ ἔξω πάθη.
ιʹ. Εἶπε πάλιν· Ἐὰν τὸν Θεὸν ζητήσωμεν, φανήσεται ἡμῖν· καὶ ἐὰν αὐτὸν κατάσχωμεν, παραμενεῖ ἡμῖν.
ιαʹ. Εἶπέ τις τῷ ἀββᾷ Ἀρσενίῳ· Οἱ λογισμοί μου θλίβουσί με λέγοντες· Οὐ δύνασαι νηστεύειν οὐδὲ ἐργάσασθαι· κἂν ἐπισκέπτου τοὺς ἀσθενοῦντας· καὶ τοῦτο γὰρ ἀγάπη ἐστίν. Ὁ δὲ γέρων εἰδὼς τὰς σπορὰς τῶν δαιμόνων, λέγει αὐτῷ· Ὕπαγε, φάγε, πίε, κοιμῶ, καὶ μὴ ἐργάσῃ· μόνον τοῦ κελλίου μὴ ἀποστῇς. Ἤδει γὰρ ὅτι ἡ ὑπομονὴ τοῦ κελλίου φέρει τὸν μοναχὸν εἰς τὴν τάξιν αὐτοῦ.
ιβʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἀρσένιος, ὅτι ξένος μοναχὸς εἰς ἀλλοτρίαν χώραν μηδὲν μεσαζέτω. καὶ ἀναπαύεται.
ιγʹ. Εἶπεν ὁ ἀββᾶς Μάρκος τῷ ἀββᾷ Ἀρσενίῳ· Διατί φεύγεις ἡμᾶς; Λέγει αὐτῷ ὁ γέρων· Ὁ Θεὸς οἶδεν, ὅτι ἀγαπῶ ὑμᾶς· ἀλλ' οὐ δύναμαι εἶναι μετὰ τοῦ Θεοῦ καὶ μετὰ τῶν ἀνθρώπων. Αἱ ἄνω χιλιάδες καὶ μυριάδες ἓν θέλημα ἔχουσιν, οἱ δὲ ἄνθρωποι πολλὰ θελήματα ἔχουσιν. Οὐ δύναμαι οὖν ἀφεῖναι τὸν Θεὸν, καὶ ἐλθεῖν μετὰ τῶν ἀνθρώπων.
ιδʹ. Ἔλεγεν ὁ ἀββᾶς Δανιὴλ περὶ τοῦ ἀββᾶ Ἀρσενίου, ὅτι ὅλην τὴν νύκτα διετέλει ἀγρυπνῶν· καὶ ὅτε ἦλθε περὶ τὸ πρωῒ διὰ τὴν φύσιν καθευδῆσαι, ἔλεγε τῷ ὕπνῳ· Δεῦρο, κακὲ δοῦλε· καὶ ἥρπαζε μικρὸν καθεζόμενος, καὶ εὐθέως ἠγείρετο.
ιεʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἀρσένιος, ὅτι ἀρκετὸν τῷ μοναχῷ, ἵνα κοιμᾶται μίαν ὥραν, ἐὰν ᾖ ἀγωνιστής.
ιϛʹ. Ἔλεγον οἱ γέροντες, ὅτι ἐδόθη ποτὲ εἰς Σκῆτιν πρὸς ὀλίγα ἰσχάδια, καὶ ὡς μηδὲν ὄντα, οὐκ ἀπέστειλαν τῷ ἀββᾷ
11
Ἀρσενίῳ, ὡς ἵνα μὴ ὕβριν πάθῃ. Ὁ δὲ γέρων ἀκούσας οὐκ ἦλθεν εἰς τὴν σύναξιν. λέγων· Ἀφορίσατέ με τοῦ μὴ δοῦναί μοι τὴν εὐλογίαν ἣν ἔπεμψεν ὁ Θεὸς τοῖς ἀδελφοῖς, ἣν οὐκ ἤμην ἄξιος λαβεῖν. Καὶ ἤκουσαν πάντες καὶ ὠφελήθησαν εἰς τὴν ταπείνωσιν τοῦ γέροντος. Καὶ ἀπελθὼν ὁ πρεσβύτερος ἀπήνεγκεν αὐτῷ τὰ ἰσχάδια, καὶ ἤνεγκεν αὐτὸν εἰς τὴν σύναξιν μετὰ χαρᾶς.
ιζʹ. Ἔλεγεν ὁ ἀββᾶς Δανιὴλ, ὅτι Τοσαῦτα ἔτη ἔμεινε μεθ' ἡμῶν, καὶ μόνον θαλλὶν σίτου ἐποιοῦμεν αὐτῷ τοῦ ἐνιαυτοῦ· καὶ ὅτε παρεβάλομεν αὐτῷ, ἐξ αὐτοῦ ἠσθίομεν.
ιηʹ. Ἔλεγε πάλιν περὶ τοῦ αὐτοῦ ἀββᾶ Ἀρσενίου, ὅτι εἰ μὴ ἅπαξ τοῦ ἐνιαυτοῦ οὐκ ἤλλασσε τὸ ὕδωρ τῶν βαΐων, ἀλλὰ μόνον προσετίθει· ἔπλεκε γὰρ σειρὰν καὶ ἔῤῥαπτεν ἕως ὥρας ἕκτης. Καὶ παρεκάλεσαν αὐτὸν οἱ γέροντες λέγοντες· Διατί οὐκ ἀλλάσσεις τὸ ὕδωρ τῶν βαΐων, ὅτι ὄζει; Καὶ εἶπεν αὐτοῖς· Ὅτι ἀντὶ τῶν θυμιαμάτων καὶ τῶν ἀρωμάτων ὧν ἀπέλαυσα ἐν τῷ κόσμῳ, χρὴ ἀπολαβεῖν με τὴν ὀσμὴν ταύτην.
ιθʹ. Εἶπε πάλιν, ὅτι ὡς ἤκουεν ὅτι ἐτελέσθη πᾶν γένος ὀπώρας, ἔλεγεν ἀφ' ἑαυτοῦ· Φέρετέ μοι. Καὶ ἐγεύετο ἅπαξ μόνον ἀπὸ πάντων μικρὸν, εὐχαριστῶν τῷ Θεῷ.
κʹ. Ἠσθένησέ ποτε ὁ ἀββᾶς Ἀρσένιος εἰς Σκῆτιν, καὶ ἔχρῃζεν εἰς πρᾶγμα ἕως λίνου ἑνός· καὶ μὴ ἔχων ὅθεν ἀγοράσαι, ἔλαβε παρά τινος ἀγάπην, καὶ εἶπεν· Εὐχαριστῶ σοι, Κύριε, ὅτι ἠξίωσάς με λαβεῖν ἀγάπην διὰ τὸ ὄνομά σου.
καʹ. Ἔλεγον περὶ αὐτοῦ, ὅτι εἶχε τὸ διάστημα τοῦ κελλίου αὐτοῦ μίλια τριακονταδύο· οὐκ ἐξήρχετο δὲ ταχέως· ἄλλοι γὰρ ἐποίουν αὐτῷ τὸ διακόνημα. Ὅτε δὲ ἠρημώθη ἡ Σκῆτις, ἐξῆλθε κλαίων, καὶ ἔλεγεν· Ἀπώλεσεν ὁ κόσμος τὴν Ῥώμην, καὶ οἱ μοναχοὶ τὴν Σκῆτιν.
κβʹ. Ἠρώτησεν ὁ ἀββᾶς Μάρκος τὸν ἀββᾶν Ἀρσένιον λέγων· Καλὸν τὸν μὴ ἔχειν τινὰ ἐν τῷ κελλίῳ αὐτοῦ παράκλησιν; εἶδον γὰρ ἀδελφόν τινα ἔχοντα μικρὰ λάχανα, καὶ ἐκριζοῦντα αὐτά. Καὶ εἶπεν ὁ ἀββᾶς Ἀρσένιος· Καλὸν μέν ἐστιν, ἀλλὰ πρὸς τὴν ἕξιν τοῦ ἀνθρώπου· ἐὰν
12
γὰρ μὴ ἔχῃ ἰσχὺν ἐν τῷ τοιούτῳ τρόπῳ, πάλιν φυτεύει ἄλλα.
κγʹ. Διηγήσατο ὁ ἀββᾶς Δανιὴλ ὁ μαθητὴς τοῦ ἀββᾶ Ἀρσενίου λέγων, ὅτι Εὑρέθην ποτὲ ἐγγὺς τοῦ ἀββᾶ Ἀλεξάνδρου· καὶ ἐκράτησεν αὐτὸν πόνος, καὶ ἥπλωσεν αὐτὸν ἄνω βλέπων διὰ τὸν πόνον. Συνέβη δὲ τὸν μακάριον Ἀρσένιον ἐλθεῖν τοῦ λαλῆσαι αὐτῷ· καὶ εἶδεν αὐτὸν ἡπλωμένον. Ὡς οὖν ἐλάλησε, λέγει αὐτῷ· Καὶ τίς ἦν κοσμικὸς ὃν εἶδον ὧδε; Λέγει αὐτῷ ὁ ἀββᾶς Ἀλέξανδρος· Ποῦ ἑώρακας αὐτόν; Καὶ εἶπεν· Ὡς κατηρχόμην ἀπὸ τοῦ ὄρους, προσέσχον ὧδε ἐπὶ τὸ σπήλαιον, καὶ εἶδόν τινα ἡπλωμένον ἄνω βλέποντα. Καὶ ἔβαλεν αὐτῷ μετάνοιαν λέγων· Συγχώρησόν μοι, ἐγὼ ἤμην· πόνος γάρ με κατέσχε. Καὶ λέγει αὐτῷ ὁ γέρων· Οὐκοῦν σὺ ἦς; καλῶς. Ἐγὼ ὑπενόησα ὅτι κοσμικός ἐστι, καὶ διὰ τοῦτο ἠρώτησα.
κδʹ. Ἄλλοτε εἶπεν ὁ ἀββᾶς Ἀρσένιος τῷ ἀββᾷ Ἀλεξάνδρῳ, ὅτι Ἂν ἀποσχίσῃς τὰ θαλλία σου, ἐλθὲ γεῦσαι μετ' ἐμοῦ· ἐὰν δὲ ἔλθωσι ξένοι, φάγε μετ' αὐτῶν. Ὁ οὖν ἀββᾶς Ἀλέξανδρος ὁμαλῶς εἰργάζετο καὶ ἐπιεικῶς. Καὶ ὡς γέγονεν ἡ ὥρα, ἀκμὴν εἶχε θαλλία· καὶ θέλων τηρῆσαι τὸν λόγον τοῦ γέροντος, ἀνέμεινε πληρῶσαι τὰ θαλλία. Ὁ οὖν ἀββᾶς Ἀρσένιος, ὡς εἶδεν ὅτι ἐχρόνισεν, ἐγεύσατο, λογισάμενος μήποτε ξένους ἔσχεν. Ὁ δὲ ἀββᾶς Ἀλέξανδρος ὡς ἐτέλεσεν ὀψὲ, ἀπῆλθε. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ξένους ἔσχες; Λέγει· Οὐχί. Εἶπε δὲ αὐτῷ· Πῶς οὖν οὐκ ἦλθες; Ὁ δὲ λέγει· Ὅτι εἶπές μοι, ὅταν ἀποσχίσῃς τὰ θαλλία σου, ἐλθέ· καὶ τηρῶν τὸν λόγον σου, οὐκ ἦλθον, ὅτι ἄρτι ἐπλήρωσα. Καὶ ἐθαύμασεν ὁ γέρων τὴν ἀκρίβειαν αὐτοῦ, καὶ λέγει αὐτῷ· Ταχύτερον κατάλυε, ἵνα καὶ τὴν σύναξίν σου βάλῃς, καὶ τοῦ ὕδατός σου μεταλάβῃς· εἰ δὲ μήγε, ταχέως ἔχει τὸ σῶμά σου ἀσθενῆσαι.
κεʹ. Παρέβαλέ ποτε ὁ ἀββᾶς Ἀρσένιος εἰς τόπον, καὶ ἦσαν ἐκεῖ κάλαμοι, καὶ ἐκινήθησαν ὑπὸ τοῦ ἀνέμου. Καὶ λέγει ὁ γέρων τοῖς ἀδελφοῖς· Τί ἐστιν ὁ σεισμὸς οὗτος; Καὶ λέγουσι· Κάλαμοί εἰσι. Λέγει οὖν αὐτοῖς ὁ γέρων· Φύσει ἐὰν κάθηταί τις ἐν ἡσυχίᾳ, ἀκούσει δὲ φωνὴν στρουθίου, οὐκ ἔχει ἡ
13
καρδία τὴν αὐτὴν ἡσυχίαν· πόσῳ μᾶλλον ὑμεῖς ἔχοντες τὸν σεισμὸν τῶν καλάμων τούτων
κϛʹ. Ἔλεγεν ὁ ἀββᾶς Δανιὴλ, ὅτι τινὲς ἀδελφοὶ μέλλοντες ὑπάγειν εἰς Θηβαΐδα διὰ λινάρια, λέγουσι· Δι' ἀφορμῆς ἴδωμεν καὶ τὸν ἀββᾶν Ἀρσένιον. Καὶ εἰσῆλθεν ὁ ἀββᾶς Ἀλέξανδρος, καὶ εἶπε τῷ γέροντι· Ἀδελφοὶ ἐλθόντες ἀπὸ Ἀλεξανδρείας θέλουσί σε ἰδεῖν. Λέγει ὁ γέρων· Μάθε παρ' αὐτῶν δι' ἣν αἰτίαν παραγεγόνασι. Καὶ μαθὼν ὅτι εἰς Θηβαΐδα διὰ λινάρια ὑπάγουσιν, ἀπήγγειλε τῷ γέροντι. Λέγει καὶ αὐτός· Φύσει οὐ βλέπουσι τὸ πρόσωπον Ἀρσενίου, ὅτι δι' ἐμὲ οὐκ ἦλθον, ἀλλὰ διὰ τὸ ἔργον αὐτῶν. Ἀνάπαυσον αὐτοὺς, καὶ ἀπόλυσον ἐν εἰρήνῃ, εἰπὼν αὐτοῖς, ὅτι Ὁ γέρων οὐ δύναται ἀπαντῆσαι.
κζʹ. Ἀδελφός τις ἀπῆλθεν εἰς τὸ κελλίον τοῦ ἀββᾶ Ἀρσενίου ἐν Σκήτει, καὶ προσέσχε διὰ τῆς θυρίδος, καὶ θεωρεῖ τὸν γέροντα ὅλον ὡς πῦρ· ἦν δὲ ἄξιος ὁ ἀδελφὸς τοῦ ἰδεῖν. Καὶ ὡς ἔκρουσεν, ἐξῆλθεν ὁ γέρων, καὶ θεωρεῖ τὸν ἀδελφὸν ὡς ἔκθαμβον. Καὶ λέγει αὐτῷ· Ἔχεις πολλὴν ὥραν κρούων; μή τί ποτε εἶδες ὧδε; Καὶ εἶπε· Οὐχί. Καὶ λαλήσας αὐτὸν ἀπέλυσεν.
κηʹ. Καθημένου ποτε τοῦ ἀββᾶ Ἀρσενίου εἰς τὸν Κάνωπον, ἦλθε μία συγκλητικὴ παρθένος πλουσία σφόδρα καὶ φοβουμένη τὸν Θεὸν, ἀπὸ Ῥώμης ἰδεῖν αὐτόν· καὶ ὑπεδέξατο αὐτὴν Θεόφιλος ὁ ἀρχιεπίσκοπος· καὶ παρεκάλεσεν αὐτὸν, ἵνα πείσῃ τὸν γέροντα δέξασθαι αὐτήν. Καὶ ἐλθὼν πρὸς αὐτὸν παρεκάλεσε λέγων· Ἡ δεῖνα ἡ συγκλητικὴ ἦλθεν ἀπὸ Ῥώμης, καὶ θέλει σε ἰδεῖν. Ὁ δὲ γέρων οὐ κατεδέξατο ἀπαντῆσαι αὐτῇ. Ὡς οὖν ἀνηγγέλη αὐτῇ ταῦτα, κελεύει στρωθῆναι κτήνη, λέγουσα· Πιστεύω τῷ Θεῷ ἰδεῖν αὐτόν. Οὐ γὰρ ἄνθρωπον ἦλθον ἰδεῖν· εἰσὶ γὰρ καὶ ἐν τῇ πόλει ἡμῶν πολλοὶ ἄνθρωποι· ἀλλὰ προφήτην ἦλθον ἰδεῖν. Καὶ ὡς ἔφθασε περὶ τὴν κέλλαν τοῦ γέροντος, κατ' οἰκονομίαν Θεοῦ εὐκαίρησεν ὁ γέρων ἔξω τῆς κέλλης· καὶ ἰδοῦσα αὐτὸν προσέπεσε τοῖς ποσὶν αὐτοῦ. Ὁ δὲ ἤγειρεν αὐτὴν μετ' ὀργῆς· καὶ προσέσχεν αὐτῇ λέγων· Εἰ τὸ πρόσωπόν μου θέλεις ἰδεῖν, ἰδοὺ βλέπε. Ἡ δὲ ἀπὸ αἰσχύνης οὐ κατενόησε τὸ πρόσωπον αὐτοῦ. Καὶ λέγει
14
αὐτῇ ὁ γέρων· Οὐκ ἤκουσας τὰ ἔργα μου; ταῦτα βλέπειν ἀναγκαῖόν ἐστι. Πῶς δὲ ἐτόλμησας τοσοῦτον ποιῆσαι πλοῦν; οὐκ οἶδας ὅτι γυνὴ εἶ; οὐκ ὀφείλεις ἐξέρχεσθαί πού ποτε; Ἢ ἵνα ἀπέλθῃς εἰς Ῥώμην, καὶ εἴπῃς ταῖς ἄλλαις γυναιξὶν, ὅτι Ἑώρακα Ἀρσένιον, καὶ ποιήσωσι τὴν θάλασσαν ὁδὸν γυναικῶν ἐρχομένων πρὸς μέ; Ἡ δὲ εἶπεν· Ἐὰν θέλῃ ὁ Κύριος, οὐκ ἀφῶ τινα ἐλθεῖν ὧδε· ἀλλ' εὔχου ὑπὲρ ἐμοῦ, καὶ μνημόνευέ μου διαπαντός. Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῇ· Εὔχομαι τῷ Θεῷ, ἵνα ἐξαλείψῃ τὸ μνημόσυνόν σου ἐκ τῆς καρδίας μου. Καὶ ταῦτα ἀκούσασα, ἐξῆλθε τεταραγμένη. Καὶ ὡς ἦλθεν εἰς τὴν πόλιν, ἀπὸ τῆς λύπης ἔβαλε πυρέσσειν· καὶ ἀνηγγέλη τῷ μακαρίῳ Θεοφίλῳ τῷ ἀρχιεπισκόπῳ ὅτι ἀσθενεῖ. Καὶ ἐλθὼν πρὸς αὐτὴν, παρεκάλει μαθεῖν τί ἐστιν ὃ ἔχει. Ἡ δὲ εἶπεν αὐτῷ· Εἴθε μὴ ἀπήντησα ὧδε· εἶπον γὰρ τῷ γέροντι· Μνημόνευέ μου· καὶ εἶπέ μοι· Εὔχομαι τῷ Θεῷ, ἵνα ἐξαλειφθῇ τὸ μνημόσυνόν σου ἐκ τῆς καρδίας μου. Καὶ ἰδοὺ ἐγὼ ἀποθνήσκω ἐκ τῆς λύπης. Καὶ λέγει αὐτῇ ὁ ἀρχιεπίσκοπος· Οὐκ οἶδας ὅτι γυνὴ εἶ, καὶ διὰ τῶν γυναικῶν ὁ ἐχθρὸς πολεμεῖ τοὺς ἁγίους; διὰ τοῦτο εἶπεν ὁ γέρων· περὶ γὰρ τῆς ψυχῆς σου εὔχεται διαπαντός. Καὶ οὕτως ἐθεραπεύθη ὁ λογισμὸς αὐτῆς, καὶ ἀπῆλθε μετὰ χαρᾶς εἰς τὰ ἴδια.
κθʹ. Διηγήσατο ὁ ἀββᾶς Δανιὴλ περὶ τοῦ ἀββᾶ Ἀρσενίου, ὅτι ἦλθέ ποτε μαγιστριανὸς, φέρων αὐτῷ διαθήκην τινὸς συγκλητικοῦ συγγενοῦς αὐτοῦ, ὃς κατέλιπεν αὐτῷ κληρονομίαν πολλὴν σφόδρα· καὶ λαβὼν αὐτὴν, ἤθελε σχίσαι. Καὶ ἔπεσεν ὁ μαγιστριανὸς εἰς τοὺς πόδας αὐτοῦ, λέγων· Δέομαί σου, μὴ σχίσῃς αὐτὴν, ἐπεὶ αἴρεταί μου ἡ κεφαλή. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Ἀρσένιος· Ἐγὼ πρὸ ἐκείνου ἀπέθανον· αὐτὸς δὲ ἄρτι ἀπέθανε. Καὶ ἀντέπεμψεν αὐτὴν, μηδὲν δεξάμενος.
λʹ. Ἔλεγον πάλιν περὶ αὐτοῦ, ὅτι ὀψὲ σαββάτων ἐπιφωσκούσης Κυριακῆς, ἤφιε τὸν ἥλιον ὀπίσω αὐτοῦ, καὶ ἔτεινε τὰς χεῖρας αὐτοῦ εἰς τὸν οὐρανὸν εὐχόμενος, ἕως πάλιν ἔλαμψεν ὁ ἥλιος εἰς τὸ πρόσωπον αὐτοῦ· καὶ οὕτως ἐκαθέζετο.
15
λαʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀρσενίου καὶ τοῦ ἀββᾶ Θεοδώρου τοῦ τῆς Φέρμης, ὅτι ὑπὲρ πάντας ἐμίσουν τὴν τῶν ἀνθρώπων δόξαν. Ὁ μὲν οὖν ἀββᾶς Ἀρσένιος οὐχ ὑπήντα ταχέως τινί· ὁ δὲ ἀββᾶς Θεόδωρος ὑπήντα μὲν, ἀλλὰ ὡς ῥομφαία ἦν.
λβʹ. Καθεζομένου ποτὲ τοῦ ἀββᾶ Ἀρσενίου ἐν τοῖς κάτω μέρεσι, καὶ ὀχλουμένου ἐκεῖσε, ἔδοξεν αὐτῷ καταλιπεῖν τὸ κελλίον. Μηδὲ δὲ ἐξ αὐτοῦ λαβὼν, οὕτως ἐπορεύθη μαθητὰς τοὺς Φαρανίτας Ἀλέξανδρον καὶ Ζώϊλον. Εἶπεν οὖν τῷ Ἀλεξάνδρῳ· Ἀναστὰς ἀνάπλευσον. Καὶ ἐποίησεν οὕτως. Καὶ τῷ Ζωΐλῳ εἶπε· Δεῦρο μετ' ἐμοῦ ἕως τοῦ ποταμοῦ, καὶ ζήτησόν μοι πλοῖον ἐπὶ τὴν Ἀλεξάνδρειαν καταπλέον, κα οὕτως ἀνάπλευσον καὶ σὺ πρὸς τὸν ἀδελφόν σου. Ὁ δὲ Ζώϊλος, ἐπὶ τῷ λόγῳ ταραχθεὶς, ἐσιώπησε. Καὶ οὕτως ἐχωρίσθησαν ἀπ' ἀλλήλων. Κατῆλθεν οὖν ὁ γέρων ἐπὶ τὰ μέρη Ἀλεξανδρείας, καὶ ἠσθένησεν ἀῤῥωστίαν μεγάλην. Οἱ δὲ τούτου διακονηταὶ εἶπον πρὸς ἀλλήλους· Μὴ ἄρα τις ἡμῶν ἐλύπησε τὸν γέροντα, καὶ διὰ τοῦτο ἐχωρίσθη ἀφ' ἡμῶν; Καὶ οὐχ εὗρον ἐν ἑαυτοῖς οὐδὲν, οὔτε ὅτι παρήκουσαν αὐτοῦ ποτε. Ὑγιάνας δὲ ὁ γέρων εἶπε· Πορεύσομαι πρὸς τοὺς ἐμοὺς Πατέρας. Καὶ οὕτως ἀναπλεύσας ἦλθεν εἰς τὴν Πέτραν ὅπου ἦσαν οἱ διακονηταὶ αὐτοῦ. Ὄντος δὲ αὐτοῦ πλησίον τοῦ ποταμοῦ, παιδίσκη τις Αἰθιόπισσα ἐλθοῦσα, ἥψατο τῆς μηλωτῆς αὐτοῦ. Ὁ δὲ γέρων ἐπετίμησεν αὐτῇ. Ἡ οὖν παιδίσκη εἶπεν αὐτῷ· Εἰ μοναχὸς εἶ, πορεύου εἰς τὸ ὄρος. Ὁ δὲ γέρων ἐπὶ τῷ λόγῳ κατανυγεὶς ἔλεγεν ἐν ἑαυτῷ· Ἀρσένιε, εἰ μοναχὸς εἶ, πορεύου εἰς τὸ ὄρος. Καὶ ἐπὶ τούτῳ ἀπήντησαν αὐτῷ ὅτε Ἀλέξανδρος καὶ Ζώϊλος· καὶ ἐπιπεσόντων αὐτῶν τοῖς ποσὶν αὐτοῦ, ἔῤῥιψεν ἑαυτὸν καὶ ὁ γέρων· καὶ ἔκλαυσαν ἀμφότεροι. Εἶπε δὲ ὁ γέρων· Οὐκ ἠκούσατε ὅτι ἠσθένησα; Καὶ εἶπον αὐτῷ· Ναί. Καὶ λέγει ὁ γέρων· Καὶ διατί οὐκ ἤλθετε ἰδεῖν με; Καὶ λέγει ὁ ἀββᾶς Ἀλέξανδρος ὅτι Ὁ χωρισμός σου ἀφ' ἡμῶν οὐ γέγονε πιθανὸς, καὶ πολλοὶ οὐκ ὠφελήθησαν, λέγοντες, ὅτι Εἰ μὴ παρήκουσαν τοῦ γέροντος, οὐκ ἂν ἐχωρίσθη ἐξ αὐτῶν. Λέγει αὐτοῖς· Πάλιν οὖν μέλλουσι λέγειν οἱ ἄνθρωποι, ὅτι Οὐχ εὗρεν ἡ
16
περιστερὰ ἀνάπαυσιν τοῖς ποσὶν αὐτῆς, καὶ ἀνέστρεψε πρὸς τὸν Νῶε, εἰς τὴν κιβωτόν. Καὶ οὕτως ἐθεραπεύθησαν· καὶ ἔμεινε μετ' αὐτῶν ἕως τῆς τελευτῆς αὐτοῦ.
λγʹ. Εἶπεν ὁ ἀββᾶς Δανιὴλ, ὅτι Διηγήσατο ἡμῖν ὁ ἀββᾶς Ἀρσένιος ὡς περὶ ἄλλου τινός· τάχα δὲ αὐτὸς ἦν· ὅτι καθημένου τινὸς γέροντος εἰς τὸ κελλίον αὐτοῦ, ἦλθεν αὐτῷ φωνὴ λέγουσα· Δεῦρο, καὶ δείξω σοι τὰ ἔργα τῶν ἀνθρώπων. Καὶ ἀναστὰς ἐξῆλθε· καὶ ἀπήνεγκεν αὐτὸν εἰς τόπον τινὰ, καὶ ἔδειξεν Αἰθίοπα κόπτοντα ξύλα, καὶ ποιήσαντα φορτίον μέγα· ἐπειρᾶτο δὲ αὐτὸ βαστάσαι, καὶ οὐκ ἠδύνατο· καὶ ἀντὶ τοῦ ἆραι ἐξ αὐτοῦ, πάλιν ἔκοπτε ξύλα, καὶ προσετίθει τῷ φορτίῳ. Τοῦτο δὲ ἐπὶ πολὺ ἐποίει. Καὶ προβὰς ὀλίγον πάλιν ἔδειξεν αὐτῷ ἄνθρωπον ἱστάμενον ἐπὶ λάκκου, καὶ ἀντλοῦντα ὕδωρ ἐξ αὐτοῦ, καὶ μεταβάλλοντα εἰς δεξαμενὴν τετρημμένην, καὶ τὸ αὐτὸ ὕδωρ ἐκχέουσαν εἰς τὸν λάκκον. Καὶ λέγει αὐτῷ πάλιν· Δεῦρο, δείξω σοι ἄλλο. Καὶ θεωρεῖ ἱερὸν, καὶ δύο ἄνδρας καθημένους ἵπποις, καὶ βαστάζοντας ξύλον πλαγίως, ἕνα κατέναντι τοῦ ἑνός· ἤθελον δὲ διὰ τῆς πύλης εἰσελθεῖν, καὶ οὐκ ἠδύναντο, διὰ τὸ εἶναι τὸ ξύλον πλάγιον. Οὐκ ἐταπείνωσεν δὲ ὁ εἷς ἑαυτὸν ὀπίσω τοῦ ἑτέρου ἐνέγκαι τὸ ξύλον ἐπ' εὐθείας· καὶ διὰ τοῦτο ἔμειναν ἔξω τῆς πύλης. Οὗτοί εἰσι, φησὶν, οἱ βαστάζοντες ὡς δικαιοσύνης ζυγὸν μετὰ ὑπερηφανίας, καὶ οὐκ ἐταπεινώθησαν τοῦ διορθώσασθαι ἑαυτοὺς, καὶ πορευθῆναι τῇ ταπεινῇ ὁδῷ τοῦ Χριστοῦ· διὸ καὶ μένουσιν ἔξω τῆς βασιλείας τοῦ Θεοῦ. Ὁ δὲ κόπτων τὰ ξύλα ἄνθρωπός ἐστιν ἐν ἁμαρτίαις πολλαῖς· καὶ ἀντὶ τοῦ μετανοῆσαι, ἄλλας ἀνομίας προστιθεῖ ἐπάνω τῶν ἁμαρτιῶν αὐτοῦ. Καὶ ὁ τὸ ὕδωρ ἀντλῶν ἄνθρωπός ἐστι καλὰ μὲν ἔργα ποιῶν, ἀλλ' ἐπειδὴ εἶχεν ἐν αὐτοῖς πονηρὰν συμμιγὴν, ἐν τούτῳ ἀπώλεσε καὶ τὰ καλὰ αὐτοῦ ἔργα. Χρὴ οὖν νήφειν πάντα ἄνθρωπον εἰς τὰ ἕργα αὐτοῦ, ἵνα μὴ εἰς κενὸν κοπιάσῃ.
λδʹ. Ὁ αὐτὸς διηγήσατο, ὅτι ποτὲ ἦλθόν τινες τῶν Πατέρων ἀπὸ Ἀλεξανδρείας, ἰδεῖν τὸν ἀββᾶν Ἀρσένιον· καὶ ἦν εἷς ἐξ αὐτῶν θεῖος τοῦ παλαιοῦ Τιμοθέου ἀρχιεπισκόπου Ἀλεξανδρείας τοῦ λεγομένου ἀκτήμονος, καὶ εἶχεν ἕνα ἐκ
17
τῶν τεκναδέλφων αὐτοῦ. Εἶχε δὲ τότε ὁ γέρων ἀσθένειαν, καὶ οὐκ ἠθέλησεν ἀπαντῆσαι αὐτοῖς, ἵνα μὴ καὶ ἄλλοι ἔλθωσι καὶ παρενοχλήσωσιν αὐτόν. Ἦν δὲ τότε εἰς τὴν Πέτραν τῆς Τρώης. Καὶ ἀνέκαμψαν λυπούμενοι. Συνέβη δὲ ἐπίστασιν βαρβάρων γενέσθαι, καὶ θέλων ἔμεινεν ἐν τοῖς κάτω μέρεσι. Καὶ ἀκούσαντες πάλιν ἦλθον ἰδεῖν αὐτόν. Καὶ μετὰ χαρᾶς προσελάβετο αὐτούς. Καὶ λέγει αὐτῷ ὁ ἀδελφὸς ὃς ἦν μετ' αὐτῶν· Οὐκ οἶδας, ἀββᾶ, ὅτι ἤλθομεν παραβαλεῖν σοι εἰς Τρώην, καὶ οὐκ ἐδέξω ἡμᾶς; Καὶ λέγει αὐτῷ ὁ γέρων· Ὑμεῖς ἐγεύσασθε ἄρτου καὶ ἐπίετε ὕδωρ· φύσει δὲ ἐγὼ, τέκνον, οὔτε ἄρτου οὔτε ὕδατος ἐγευσάμην, οὔτε μὴν ἐκάθισα, κολάζων ἐμαυτὸν, ἕως οὗ ἐδοκίμασα ὅτι ἐφθάσατε εἰς τὸν τόπον ὑμῶν. ὅτι δι' ἐμὲ καὶ ὑμεῖς ἐσκύλητε· ἀλλὰ συγχωρήσατέ μοι, ἀδελφοί. Καὶ παρακληθέντες ἀνεχώρησαν.
λεʹ. Ὁ αὐτὸς ἔλεγεν, ὅτι Ἐκάλεσέ με μίαν ὁ ἀββᾶς Ἀρσένιος, καὶ λέγει μοι· Ἀνάπαυσον τὸν πατέρα σου, ἵνα ὅταν ἀπέλθῃ πρὸς Κύριον, παρακαλέσῃ ὑπὲρ σοῦ, καὶ εὖ σοι γένηται.
λϛʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀρσενίου, ὅτι, ἀσθενήσαντος αὐτοῦ ποτε εἰς Σκῆτιν, ἀπῆλθεν ὁ πρεσβύτερος, καὶ ἤνεγκεν αὐτὸν εἰς τὴν ἐκκλησίαν, καὶ ἔθηκεν αὐτὸν εἰς χαλάδριον, μικρὸν προσκεφάλαιον πρὸς τῇ κεφαλῇ αὐτοῦ. Καὶ ἰδοὺ εἷς τῶν γερόντων ἐλθὼν ἐπισκέψασθαι αὐτὸν, καὶ ἰδὼν αὐτὸν εἰς τὸ χαλάδριον, καὶ τὸ προσκεφάλαιον ὑποκάτω αὐτοῦ, ἐσκανδαλίσθη, λέγων· Οὗτός ἐστιν ὁ ἀββᾶς Ἀρσένιος; καὶ εἰς ταῦτα ἀνάκειται; Λαβὼν δὲ αὐτὸν πρεσβύτερος κατ' ἰδίαν, λέγει αὐτῷ· Τί ἦν τὸ ἔργον σου ἐν τῇ κώμῃ σου; Ὁ δὲ εἶπε· Ποιμὴν ἤμην. Πῶς οὖν, φησὶ, διῆγες τὸν βίον σου; Ὁ δὲ ἔφη· Ἐν πολλῷ κόπῳ διῆγον. Καὶ λέγει αὐτῷ· Νῦν οὖν πῶς διάγεις ἐν τῷ κελλίῳ; Ὁ δὲ ἔφη· Μᾶλλον ἀναπαύομαι. Καὶ λέγει αὐτῷ· Βλέπεις τοῦτον τὸν ἀββᾶν Ἀρσένιον; πατὴρ βασιλέων ὑπῆρχεν ὢν ἐν τῷ κόσμῳ, καὶ χίλιοι δοῦλοι χρυσόζωνοι καὶ ὅλοι μανιάκια καὶ ὁλοσήρικα φοροῦντες παρειστήκεισαν αὐτῷ· πολύτιμα δὲ στρώματα ὑποκάτω αὐτοῦ ἦν· σὺ δὲ ποιμὴν ὢν, οὐκ εἶχες ἐν τῷ κόσμῳ ἣν νῦν ἔχεις ἀνάπαυσιν· καὶ οὗτος τὴν τρυφὴν ἣν εἶχεν ἐν
18
τῷ κόσμῳ, ὧδε οὐκ ἔχει. Ἰδοὺ οὖν σὺ ἀναπαύῃ, κἀκεῖνος θλίβεται. Ὁ δὲ ἀκούσας ταῦτα, κατενύγη, καὶ ἔβαλε μετάνοιαν, λέγων· Συγχώρησόν μοι, ἀββᾶ, ἡμάρτηκα· ἀληθῶς γὰρ αὕτη ἐστὶν ἡ ἀληθινὴ ὁδὸς, ὅτι οὗτος ἦλθεν εἰς ταπείνωσιν, ἐγὼ δὲ εἰς ἀνάπαυσιν. Καὶ ὠφεληθεὶς ὁ γέρων ἀνεχώρησεν.
λζʹ. Ἦλθέ τις τῶν Πατέρων πρὸς τὸν ἀββᾶν Ἀρσένιον· καὶ ὡς ἔκρουσε τὴν θύραν, ἀνέῳξεν ὁ γέρων, νομίζων ὅτι διακονητὴς αὐτοῦ ἐστι. Καὶ ὡς εἶδεν αὐτὸν ἄλλον, ἔπεσεν ἐπὶ πρόσωπον. Ὁ δὲ λέγει αὐτῷ· Ἀνάστα, ἀββᾶ, ἵνα σε ἀσπάσωμαι. Καὶ ἔφη αὐτῷ ὁ γέρων· Οὐκ ἐγείρομαι ἐὰν μὴ ἀναχωρήσῃς. Καὶ ἐπὶ πολὺ παρακληθεὶς οὐκ ἀνέστη ἕως οὗ ἀνεχώρησεν.
ληʹ. Ἔλεγον περί τινος ἀδελφοῦ ἐλθόντος ἰδεῖν εἰς Σκῆτιν τὸν ἀββᾶν Ἀρσένιον, ὅτι ἐλθὼν εἰς τὴν ἐκκλησίαν, παρεκάλει τοὺς κληρικοὺς συντυχεῖν τῷ ἀββᾷ Ἀρσενίῳ. Ἔλεγον οὖν αὐτῷ· Ἀναπαύου μικρὸν, ἀδελφὲ, καὶ βλέπεις αὐτόν. Ὁ δὲ ἔφη· Οὐ γεύομαί τινος, ἐὰν μὴ αὐτῷ ἀπαντήσω. Ἔπεμψαν οὖν ἀδελφὸν καταστῆσαι αὐτὸν, ὅτι μακρὰν ἦν ἡ κέλλα αὐτοῦ. Καὶ κρούσαντες τὴν θύραν εἰσῆλθον, καὶ ἀσπασάμενοι τὸν γέροντα ἐκάθησαν σιωπῶντες. Εἶπεν οὖν ὁ ἀδελφὸς ὁ τῆς Ἐκκλησίας· Ἐγὼ ὑπάγω, εὔξασθε ὑπὲρ ἐμοῦ. Ὁ δὲ ἀδελφὸς ὁ ξένος, μὴ εὑρὼν παῤῥησίαν πρὸς τὸν γέροντα, εἶπε τῷ ἀδελφῷ· Ἔρχομαι κἀγὼ μετὰ σοῦ. Καὶ ἐξῆλθον ὁμοῦ. Παρεκάλεσεν οὖν αὐτὸν, λέγων· Λάβε με καὶ πρὸς τὸν ἀββᾶν Μωσῆν τὸν ἀπὸ λῃστῶν. Καὶ ἐλθόντων αὐτῶν πρὸς αὐτὸν, ἐδέξατο αὐτοὺς μετὰ χαρᾶς, καὶ φιλοφρονήσας αὐτοὺς ἀπέλυσε. Καὶ λέγει αὐτῷ ὁ ἀδελφὸς ὁ ἐνεγκὼν αὐτόν· Ἰδοὺ ἀπένεγκά σε πρὸς τὸν ξενικὸν καὶ πρὸς τὸν Αἰγύπτιον. Τίς ἐκ τῶν δύο ἤρεσέ σοι; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ἐμοὶ τέως ὁ Αἰγύπτιος ἤρεσεν. Ἀκούσας δέ τις τῶν Πατέρων ταῦτα εὔξατο τῷ Θεῷ, λέγων· Κύριε, δεῖξόν μοι τὸ πρᾶγμα τοῦτο ὅτι ὃς μὲν φεύγει διὰ τὸ ὄνομά σου· ὃς δὲ ἐναγκαλίζεται διὰ τὸ ὄνομά σου. Καὶ ἰδοὺ ἐδείχθη αὐτῷ δύο πλοῖα μεγάλα ἐν τῷ ποταμῷ, καὶ θεωρεῖ τὸν ἀββᾶν Ἀρσένιον καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ πλέον ἐν
19
ἡσυχίᾳ εἰς ἕνα· καὶ ὁ ἀββᾶς Μωσῆς καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ πλέοντες εἰς ἕνα, καὶ ἐψώμιζον αὐτὸν μελικηρίδας.
λθʹ. Ἔλεγεν ὁ ἀββᾶς Δανιὴλ, ὅτι μέλλων τελευτᾷν ὁ ἀββᾶς Ἀρσένιος, παρήγγειλεν ἡμῖν λέγων· Μὴ φροντίσητε ποιεῖν ἀγάπας ὑπὲρ ἐμοῦ· ἐγὼ γὰρ εἰ ἐποίησα ἐμαυτῷ ἀγάπην, ταύτην ἔχω εὑρεῖν.
μʹ. Μέλλοντος τελευτᾷν τοῦ ἀββᾶ Ἀρσενίου, ἐταράχθησαν οἱ μαθηταὶ αὐτοῦ. Καὶ λέγει αὐτοῖς· Οὔπω ἦλθεν ἡ ὥρα· ὅτε δὲ ἔλθῃ ὥρα, λέγω ὑμῖν. Κριθῆναι δὲ ἔχω μεθ' ὑμῶν ἐπὶ τοῦ βήματος τοῦ φοβεροῦ, ἐὰν δῶτε τὸ λείψανόν μού τινι. Οἱ δὲ εἶπον· Τί οὖν ποιήσομεν, ὅτι οὐκ οἴδαμεν ἐνταφιάσαι; Καὶ λέγει αὐτοῖς ὁ γέρων· Οὐκ οἴδατε βαλεῖν σχοινίον εἰς τὸν πόδα μου, καὶ ἆραί με εἰς τὸ ὅρος; Οὗτος δὲ ὁ λόγος τοῦ γέροντος ἦν· Ἀρσένιε, διὸ ἐξῆλθες; λαλήσας, πολλάκις μετεμελήθην, σιωπήσας δὲ οὐδέποτε. Ὡς δὲ ἐγγὺς ἦν τοῦ τελευτᾷν, εἶδον αὐτὸν οἱ ἀδελφοὶ κλαίοντα· καὶ λέγουσιν αὐτῷ· Ἐν ἀληθείᾳ καὶ σὺ φοβῇ, Πάτερ; Καὶ εἶπεν αὐτοῖς· Ἐν ἀληθείᾳ, ὁ φόβος ὁ νῦν μετ' ἐμοῦ ἐν τῇ ὥρᾳ ταύτῃ, μετ' ἐμοῦ ἐστιν ἀφ' οὗ ἐγενόμην μοναχός. Καὶ οὕτως ἐκοιμήθη.
μαʹ. Ἔλεγον δὲ ὅτι ὅλον τὸν χρόνον τῆς ζωῆς αὐτοῦ, καθεζόμενος εἰς τὸ ἐργόχειρον αὐτοῦ, ῥάκκος εἶχεν ἐν τῷ κόλπῳ, χάριν τῶν δακρύων τῶν πιπτόντων ἀπὸ τῶν ὀφθαλμῶν αὐτοῦ. Ἀκούσας δὲ ὁ ἀββᾶς Ποιμὴν ὅτι ἐκοιμήθη, δακρύσας εἶπε· Μακάριος εἶ, ἀββᾶ Ἀρσένιε, ὅτι ἔκλαυσας ἑαυτὸν εἰς τὸν ὧδε κόσμον. Ὁ γὰρ μὴ κλαίων ἑαυτὸν ὧδε, αἰωνίως ἐκεῖ κλαύσεται. Εἴτε οὖν ὧδε ἑκὼν, εἴτε ἐκεῖ ἀπὸ βασάνων, ἀδύνατον μὴ κλαῦσαι.
μβʹ. Διηγήσατο δὲ ὁ ἀββᾶς Δανιὴλ περὶ αὐτοῦ, ὅτι οὐδέποτε ἤθελε λαλεῖν τι ζήτημα ἐκ τῆς Γραφῆς, καίπερ δυνάμενος λαλῆσαι εἰ ἤθελεν· ἀλλ' οὐδὲ ἐπιστολὴν ταχέως ἔγραφεν. Ὅτε δὲ ἤρχετο εἰς τὴν ἐκκλησίαν διὰ χρόνου, ὀπίσω τοῦ στύλου ἐκαθέζετο, ἵνα μηδεὶς ἰδῇ τὸ πρόσωπον αὐτοῦ, μηδὲ αὐτὸς ἄλλῳ πρόσχῃ. Ἦν δὲ τὸ εἶδος αὐτοῦ, ἀγγελικὸν, ὥσπερ τοῦ Ἰακώβ· ὁλοπόλιος, ἀστεῖος τῷ σώματι· ξηρὸς δὲ ὑπῆρχεν· εἶχε δὲ τὸ πώγωνα μέγαν φθάνοντα ἕως τῆς κοιλίας· αἱ δὲ τρίχες τῶν ὀφθαλμῶν αὐτοῦ ἔπεσον ἀπὸ τοῦ κλαυθμοῦ· μακρὸς δὲ ἦν, ἀλλ' ἐκυρτώθη ἀπὸ τοῦ γήρως.
20
Ἐγένετο δὲ ἐτῶν ἐνενήκοντα πέντε. Ἐποίησε δὲ εἰς τὸ παλάτιον τοῦ τῆς θείας μνήμης Θεοδοσίου τοῦ μεγάλου ἔτη τεσσαράκοντα, πατὴρ γενόμενος τῶν θειοτάτων Ἀρκαδίου καὶ Ὁνωρίου· καὶ ἐν τῇ Σκήτει ἐποίησεν ἔτη τεσσαράκοντα· καὶ δέκα εἰς Τρώην τῆς ἄνω Βαβυλῶνος κατέναντι Μέμφεως· καὶ τρία ἔτη εἰς τὸν Κάνωπον Ἀλεξανδρείας· καὶ τὰ ἄλλα δύο ἔτη, ἦλθε πάλιν εἰς Τρώην, καὶ ἐκεῖ ἐκοιμήθη, τελέσας ἐν εἰρήνῃ καὶ ἐν φόβῳ Θεοῦ τὸν δρόμον αὐτοῦ· ὅτι ἦν ἀνὴρ ἀγαθὸς καὶ πλήρης Πνεύματος ἁγίου καὶ πίστεως. Κατέλιπε δέ μοι τὸν χιτῶνα αὐτοῦ τὸν δερμάτινον, καὶ τρίχινον καμάσιν λευκὸν, καὶ σανδάλια σεβένινα. Καὶ ἐγὼ ἀνάξιος ἐφόρεσα αὐτὰ, ἵνα εὐλογηθῶ.
μγʹ. Διηγήσατο πάλιν ὁ ἀββᾶς Δανιὴλ περὶ τοῦ ἀββᾶ Ἀρσενίου, ὅτι ποτὲ ἐκάλεσε τοὺς Πατέρας μου, τόν τε ἀββᾶν Ἀλέξανδρον καὶ Ζώϊλον· καὶ ταπεινῶν ἑαυτὸν εἶπεν αὐτοῖς· Ἐπειδὴ οἱ δαίμονες πολεμοῦσί με, καὶ οὐκ οἶδα εἰ κλέπτουσί με ἐν ὕπνῳ, ἀλλὰ τὴν νύκτα ταύτην κοπιάσατε μετ' ἐμοῦ, καὶ τηρήσατέ με εἰ νυστάζω ἐν τῇ ἀγρυπνίᾳ· Καὶ ἐκάθισεν εἷς ἐκ δεξιῶν αὐτοῦ, καὶ εἷς ἐξ εὐωνύμων, ἀπὸ ὀψὲ σιωπῶντες. Καὶ εἶπον οἱ Πατέρες μου, ὅτι Ἡμεῖς ἐκοιμήθημεν καὶ ἀνέστημεν, καὶ οὐκ ᾐσθάνθημεν αὐτὸν νυστάξαντα. Καὶ ἐπὶ τὸ πρωῒ (ὁ Θεὸς οἶδεν εἰ ἀφ' ἑαυτοῦ ἐποίησεν, ἵνα νοήσωμεν ὅτι ἐνύσταξεν, ἢ κατὰ ἀλήθειαν ἡ φύσις τοῦ ὕπνου ἦλθεν) ἐφύσησε τρεῖς πνοὰς, καὶ εὐθέως ἀνέστη λέγων· Ἐνύσταξα, ναί. Καὶ ἀπεκρίθημεν ἡμεῖς, λέγοντες· Οὐκ οἴδαμεν.
μδʹ. Ἦλθόν ποτε γέροντες πρὸς τὸν ἀββᾶν Ἀρσένιον, καὶ πολλὰ παρεκάλεσαν ἵνα συντύχωσιν αὐτῷ. Ὁ δὲ ἤνοιξεν αὐτοῖς. Καὶ παρεκάλεσαν αὐτὸν εἰπεῖν αὐτοῖς λόγον περὶ τῶν ἡσυχαζόντων καὶ μηδενὶ ἀπαντώντων. Λέγει αὐτοῖς ὁ γέρων· Ὅταν ἡ παρθένος ἐν τῷ οἴκῳ τοῦ πατρὸς αὐτῆς ᾖ, πολλοὶ θέλουσιν αὐτῇ μνηστευθῆναι· ἐπὰν δὲ λάβῃ ἄνδρα, οὐ πᾶσιν ἀρέσκει· οἱ μὲν ἐξουθενοῦσιν, ἄλλοι δὲ ἐπαινοῦσι· καὶ οὐχ οὕτως ἔχει τιμὴν ὡς τὸ πρῶτον, ὅτε ἦν κεκρυμμένη. Οὕτως καὶ τὰ τῆς ψυχῆς· ἀφ' ὅτε δημοσιεύεται, οὐ πάντας δύναται πληροφορῆσαι.
21
Περὶ τοῦ ἀββᾶ Ἀγάθωνος.
αʹ. Εἶπεν ὁ ἀββᾶς Πέτρος ὁ τοῦ ἀββᾶ Λὼτ, ὅτι Ἐν τῷ κελλίῳ τοῦ ἀββᾶ Ἀγάθωνος ἤμην ποτὲ, καὶ ἦλθε πρὸς αὐτὸν ἀδελφὸς λέγων· Θέλω οἰκῆσαι μετὰ ἀδελφῶν· εἶπόν μοι πῶς μετ' αὐτῶν οἰκήσω. Λέγει αὐτῷ ὁ γέρων· Ὡς ἐν τῇ πρώτῃ ἡμέρᾳ ὅτε εἰσέρχῃ πρὸς αὐτοὺς, οὕτως φύλαξον τὴν ξενιτείαν σου πάσας τὰς ἡμέρας τῆς ζωῆς σου, ἵνα μὴ παῤῥησιασθῇς μετ' αὐτῶν. Λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· Τί γὰρ ποιεῖ ἡ παῤῥησία; Λέγει αὐτῷ ὁ γέρων· Ἔοικεν ἡ παῤῥησία καύσωνι μεγάλῳ· ὃς ὅταν γένηται, πάντες φεύγουσιν ἀπὸ προσώπου αὐτοῦ, καὶ τῶν δένδρων τὸν καρπὸν διαφθείρει. Λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· Οὕτως χαλεπή ἐστιν ἡ παῤῥησία; Καὶ εἶπεν ὁ ἀββᾶς Ἀγάθων· Οὐκ ἔστιν ἕτερον πάθος χαλεπώτερον τῆς παῤῥησίας· γενήτρια γάρ ἐστι πάντων τῶν παθῶν. Πρέπει δὲ τῷ ἐργάτῃ μὴ παῤῥησιάζεσθαι, κἂν μόνος ᾖ ἐν τῷ κελλίῳ. Οἶδα γὰρ ὅτι ἀδελφὸς ποιήσας χρόνον ἐν τῷ κελλίῳ οἰκῶν, ἔχων τι κοιτωνάριον, εἶπεν, ὅτι Μετέβην ἐκ τοῦ κελλίου, μὴ γνοὺς αὐτὸ τὸ κοιτωνάριον, εἰ μὴ ἕτερός μοι εἶπεν. Ὁ τοιοῦτος ἐργάτης ἐστὶ καὶ πολεμιστής.
βʹ. Εἶπεν ὁ ἀββᾶς Ἀγάθων· Χρὴ τὸν μοναχὸν μὴ ἐάσαι τὴν συνείδησιν αὐτοῦ κατηγορῆσαι αὐτοῦ εἰς οἱονδήποτε πρᾶγμα.
γʹ. Εἶπε πάλιν, ὅτι ἄνευ φυλακῆς τῶν θείων ἐντολῶν οὐ προβαίνει ἄνθρωπος οὐδὲ εἰς μίαν ἀρετήν.
δʹ. Εἶπε πάλιν, ὅτι Οὐδέποτε ἐκοιμήθην ἔχων κατά τινος· οὐδὲ ἀφῆκά τινα κοιμηθῆναι ἔχοντα κατ' ἐμοῦ, κατὰ τὴν δύναμίν μου.
εʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀγάθωνος, ὅτι ἀπῆλθον τινες πρὸς αὐτὸν, ἀκούσαντες ὅτι μεγάλην διάκρισιν ἔχει· καὶ θέλοντες δοκιμάσαι εἰ ὀργίζεται, λέγουσιν αὐτῷ· Σὺ εἶ Ἀγάθων; ἀκούομεν περὶ σοῦ ὅτι πόρνος εἶ, καὶ ὑπερήφανος. Ὁ δὲ εἶπεν· Ναὶ, φλύαρος καὶ κατάλαλος; Ὁ δὲ εἶπεν· Ἐγώ εἰμι. Λέγουσι πάλιν· Σὺ εἶ Ἀγάθων ὁ αἱρετικός; Καὶ ἀπεκρίθη· Οὐκ εἰμὶ αἱρετικός. Καὶ παρεκάλεσαν αὐτὸν, λέγοντες· Εἰπὲ ἡμῖν διατί τοσαῦτα εἴπομέν σοι, καὶ κατεδέξω, τὸν δὲ λόγον τοῦτον οὐκ
22
ἐβάστασας; Λέγοντες· Εἰπὲ ἡμῖν διατί τοσαῦτα εἴπομέν σοι, καὶ κατεδέξω, τὸν δὲ λόγον τοῦτον οὐκ ἐβάστασας; Λέγει αὐτοῖς· Τὰ πρῶτα ἐμαυτῷ ἐπιγράφω· ὄφελος γάρ ἐστι τῇ ψυχῇ μου· τὸ δὲ αἱρετικὸς, χωρισμός ἐστιν ἀπὸ τοῦ Θεοῦ, καὶ οὐ θέλω χωρισθῆναι ἀπὸ Θεοῦ. Οἱ δὲ ἀκούσαντες, ἐθαύμασαν τὴν διάκρισιν αὐτοῦ, καὶ ἀπῆλθον οἰκοδομηθέντες.
ϛʹ. Διηγήσαντο περὶ τοῦ ἀββᾶ Ἀγάθωνος, ὅτι ἔμεινε χρόνον ἱκανὸν οἰκοδομῶν κελλίον μετὰ τῶν μαθητῶν αὐτοῦ· καὶ τελειωσάντων αὐτῶν τὸ κελλίον, ἦλθον λοιπὸν τοῦ καθίσαι. Εἶδε δὲ εἰς τὴν πρώτην ἑβδομάδα πρᾶγμα μὴ ὠφελοῦν αὐτὸν, καὶ λέγει τοῖς μαθηταῖς αὐτοῦ· Ἐγείρεσθε, ἄγωμεν ἐντεῦθεν. Ἐταράχθησαν δὲ σφόδρα, λέγοντες· Εἰ ὅλως λογισμὸν εἶχες τοῦ μεταβῆναι, τί τοσοῦτον κόπον ὑπεμείναμεν οἰκοδομήσαντες τὸ κελλίον; καὶ μέλλουσι πάλιν οἱ ἄνθρωποι, σκανδαλισθέντες εἰς ἡμᾶς, λέγειν· Ἰδοὺ μετέβησαν πάλιν οἱ ἀκάθιστοι. Ἰδὼν δὲ αὐτοὺς ὀλιγοψυχοῦντας, λέγει αὐτοῖς· Εἰ καὶ σκανδαλίζονταί τινες, ἀλλὰ πάλιν οἰκοδομηθήσονται ἕτεροι, λέγοντες· Μακάριοι οἱ τοιοῦτοι, ὅτι διὰ τὸν Θεὸν μετέβησαν, καὶ πάντων κατεφρόνησαν. Πλὴν ὁ θέλων ἐλθεῖν, ἔλθῃ, ἐγὼ τέως ὑπάγω. Ἔβαλον οὖν ἑαυτοὺς εἰς τὸ ἔδαφος, ἀξιοῦντες, ἕως οὗ συγχωρηθῶσιν σὺν αὐτῷ ὁδεῦσαι.
ζʹ. Εἶπον πάλιν περὶ αὐτοῦ, ὅτι πολλάκις μετέβη ἔχων τὴν σμίλαν ἑαυτοῦ μόνην εἰς τὸ μαννάδιν.
ηʹ. Ἠρωτήθη ὁ ἀββᾶς Ἀγάθων, τί μεῖζον, ὁ σωματικὸς κόπος, ἢ ἡ φυλακὴ τῶν ἔνδον. Εἶπε δὲ ὁ γέρων· Ἔοικε δένδρῳ ὁ ἄνθρωπος ὁ τοίνυν σωματικὸς κόπος φύλλα ἐστίν· ἡ δὲ τῶν ἔνδον φυλακὴ ὁ καρπός ἐστιν. Ἐπειδὴ δὲ κατὰ τὸ γεγραμμένον, Πᾶν δένδρον μὴ ποιοῦν καρπὸν καλὸν ἐκκόπτεται, καὶ εἰς πῦρ βάλλεται, φανερόν ἐστιν ὅτι διὰ τὸν καρπόν ἐστιν ἡμῶν ἡ σπουδὴ πᾶσα, τουτέστι τὴν τοῦ νοὸς φυλακήν. Χρεία δέ ἐστι καὶ τῆς ἐκ τῶν φύλλων σκέπης καὶ εὐκοσμίας, ἅτινά ἐστιν ὁ σωματικὸς κόπος.
θʹ. Ἠρώτησαν αὐτὸν πάλιν οἱ ἀδελφοὶ λέγοντες· Ποία ἀρετή ἐστι, Πάτερ, ἐν ταῖς πολιτείαις, ἔχουσα πλείονα κάματον; Λέγει αὐτοῖς· Συγχωρήσατέ μοι, λογίζομαι ὅτι
23
οὐκ ἔστιν ἕτερος κάματος, ὡς τὸ εὔξασθαι τῷ Θεῷ. Πάντοτε γὰρ ὅτε θέλῃ ὁ ἄνθρωπος προσεύξασθαι, βούλονται οἱ ἐχθροὶ ἐκκόψαι αὐτόν· οἴδασι γὰρ ὅτι οὐδαμόθεν ἐμποδίζονται, εἰ μὴ ἀπὸ τοῦ εὔξασθαι τῷ Θεῷ. Καὶ πᾶσαν δὲ πολιτείαν ἣν ἂν μετέλθῃ ἄνθρωπος, ἐγκαρτερῶν ἐν αὐτῇ, κτᾶται ἀνάπαυσιν· τὸ δὲ εὔξασθαι, ἕως ἐσχάτης ἀναπνοῆς ἀγῶνος χρῄζει.
ιʹ. Ἦν δὲ ὁ ἀββᾶς Ἀγάθων σοφὸς ἐν τῷ διανοητικῶ, καὶ ἄοκνος ἐν τῷ σωματικῷ, καὶ αὐτάρκης ἐν πᾶσιν, ἔν τε τῷ ἐργοχείρῳ καὶ τῇ τροφῇ καὶ τῇ ἐσθῆτι.
ιαʹ. Ὁ αὐτὸς ὥδευε μετὰ τῶν μαθητῶν αὐτοῦ· καὶ εὑρὼν εἷς ἐξ αὐτῶν μικρὸν ἀράκιον χλωρὸν ἐν τῇ ὁδῷ, λέγει τῷ γέροντι· Πάτερ, κελεύεις λάβω αὐτό; προσέσχεν οὖν ὁ γέρων αὐτῷ θαυμάζων, καὶ λέγει· Σὺ ἔθηκας αὐτὸ ἐκεῖ; Λέγει ὁ ἀδελφός· Οὐχί. Καὶ λέγει ὁ γέρων· Πῶς οὖν θέλεις λαβεῖν ὃ οὐκ ἔθηκας;
ιβʹ. Ἀδελφὸς ἦλθε πρὸς τὸν ἀββᾶν Ἀγάθωνα, λέγων· Ἔασόν με οἰκεῖν μετὰ σοῦ. Ἐρχόμενος δὲ ἐν τῇ ὁδῷ εὗρε μικρὸν νίτρον, καὶ ἤνεγκεν αὐτό. Καὶ λέγει ὁ γέρων· Πόθεν εὗρες τὸ νίτρον; Λέγει ὁ ἀδελφός· Ἐν τῇ ὁδῷ εὗρον αὐτὸ, περιπατῶν, καὶ ἔλαβον αὐτό. Λέγει αὐτῷ ὁ γέρων· Εἰ μετ' ἐμοῦ ἦλθες οἰκῆσαι, ὃ οὐκ ἔθηκας, πῶς εἴληφας; Καὶ ἔπεμψεν αὐτὸν ἀπενεγκεῖν αὐτὸ, ὅθεν εἴληφεν αὐτό.
ιγʹ. Ἀδελφὸς ἠρώτησε τὸν γέροντα λέγων· Ἐντολή μοι ἔφθασε, καὶ ἔστι πόλεμος ὅπου ἐστὶν ἡ ἐντολή. Θέλω οὖν ἀπελθεῖν δι' αὐτὴν, καὶ φοβοῦμαι τὸν πόλεμον. Καὶ λέγει αὐτῷ ὁ γέρων· Εἰ ἦν Ἀγάθων, ἐποίει τὴν ἐντολὴν, καὶ ἐνίκα τὸν πόλεμον.
ιδʹ. Ὁ αὐτὸς Ἀγάθων, συνεδρίου γενομένου περὶ πράγματός τινος ἐν Σκήτει, καὶ λαβόντος τύπον, ὕστερον ἐλθὼν εἶπεν αὐτοῖς· Οὐ καλῶς ἐτυπώσατε τὸ πρᾶγμα. Οἱ δὲ εἶπον πρὸς αὐτόν· Σὺ τίς εἶ ὅτι ὅλως λαλεῖς; Ὁ δὲ εἶπεν· Υἱὸς ἀνθρώπου. Γέγραπται γάρ· Εἰ ἀληθῶς ἄρα δικαιοσύνην λαλεῖτε, εὐθείας κρίνατε, υἱοὶ τῶν ἀνθρώπων.
ιεʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀγάθωνος, ὅτι τρία ἔτη ἐποίησεν, ἔχων λίθον εἰς τὸ στόμα αὐτοῦ, ἕως οὗ κατώρθωσε τὸ σιωπᾷν.
24
ιϛʹ. Ἔλεγον πάλιν περὶ αὐτοῦ καὶ τοῦ ἀββᾶ Ἀμοῦν, ὅτι ὅτε ἐπίπρασκον σκεῦος, ἅπαξ ἔλεγον τὴν τιμὴν, καὶ τὸ διδόμενον αὐτοῖς ἐλάμβανον σιωπῶντες μετὰ ἀναπαύσεως· καὶ πάλιν ὅτε ἤθελον ἀγοράσαι τίποτε, τὸ λεγόμενον αὐτοῖς παρεῖχον μετὰ σιωπῆς, καὶ ἐλάμβανον τὸ σκεῦος, καθόλου μὴ φθεγγόμενοι.
ιζʹ. Ὁ αὐτὸς ἀββᾶς Ἀγάθων εἶπεν, ὅτι Οὐδέποτε ἔδωκα ἀγάπην· ἀλλὰ τὸ δοῦναι καὶ λαβεῖν ἀγάπη μοι ἦν· λογιζόμενος ὅτι τὸ κέρδος τοῦ ἀδελφοῦ μου, ἔργον καρποφορίας ἐστίν.
ιηʹ. Ὁ αὐτὸς ὅτε ἔβλεπε πρᾶγμα, καὶ ἤθελεν ὁ λογισμὸς αὐτοῦ κρῖναι, ἔλεγεν ἑαυτῷ· Ἀγάθων, μὴ ποιήσῃς αὐτὸ σύ. Καὶ οὗτος ὁ λογισμὸς αὐτοῦ ἡσύχαζεν.
ιθʹ. Ὁ αὐτὸς εἶπεν· Ἐὰν ὀργίλος νεκρὸν ἐγείρῃ, οὐκ ἔστι δεκτὸς παρὰ τῷ Θεῷ.
κʹ. Ἔσχε ποτὲ ὁ ἀββᾶς Ἀγάθων δύο μαθητὰς ἀναχωροῦντας κατ' ἰδίαν. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν, ἠρώτησε τὸν ἕνα· Πῶς διάγεις ἐν τῷ κελλίῳ σου; Ὁ δὲ ἔφη· Νηστεύω ἔως ὀψὲ, καὶ ἐσθίω δύο παξαμάτια. Λέγει αὐτῷ· Καλὴ δίαιτα, οὐ πάνυ ἔχουσα κόπον. Λέγει καὶ τῷ ἄλλῳ· Σὺ πῶς; Ὁ δὲ ἔφη· Δύο δύο νηστεύω, καὶ δύο παξαμάτια ἐσθίω. Καὶ λέγει αὐτῷ ὁ γέρων· Κοπιᾷς τόνῳ, δύο πολέμους βαστάζων· ὅτι ἐάν τις ἐσθίῃ καθ' ἡμέραν καὶ οὐ χορτάζηται, κοπιᾷ. Ἔστι δὲ ἄλλος, νηστεύειν θέλων δύο δύο καὶ χορτάζεσθαι· σὺ δὲ διπλᾶς νηστεύων οὐ χορτάζῃ.
καʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶ Ἀγάθωνα περὶ τῆς πορνείας. Καὶ λέγει αὐτῷ· Ὕπαγε, ῥίψον ἐνώπιον τοῦ Θεοῦ τὴν ἀδυναμίαν σου, καὶ ἕξεις ἀνάπαυσιν.
κβʹ. Ἠσθένησέ ποτε ὁ ἀββᾶς Ἀγάθων καὶ ἄλλος τις τῶν γερόντων· Ἀνακειμένων δὲ αὐτῶν ἐν τῷ κελλίῳ, ἀνεγίνωσκεν ὁ ἀδελφὸς εἰς τὴν Γένεσιν, καὶ ἔρχεται εἰς τὸ κεφάλαιον ὅπου λέγει ὁ Ἰακώβ· Ἰωσὴφ οὐκ ἔστι, Συμεὼν οὐκ ἔστι, καὶ τὸν Βενιαμὶν λήψεσθε· καὶ καθέξετέ μου τὸ γῆρας μετὰ λύπης εἰς ᾅδου. Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν· Οὐκ ἀρκοῦσί σοι οἱ ἄλλοι δέκα, ἀββᾶ Ἰακώβ; Λέγει ὁ ἀββᾶς Ἀγάθων· Παῦσαι, γέρων. Εἰ ὁ Θεὸς ὁ δικαιῶν, τίς ὁ κατακρίνων;
25
κγʹ. Εἶπεν ὁ ἀββᾶς Ἀγάθων· Ἀγαπητός μού τις ἐὰν ᾖ καθ' ὑπερβολὴν, καὶ γνῶ ὅτι κατάγει με εἰς ἐλάττωμα, ἀποκόπτω αὐτὸν ἀπ' ἐμοῦ.
κδʹ. Εἶπε πάλιν· Χρὴ τὸν ἄνθρωπον εἶναι πᾶσαν ὥραν προσέχοντα τῷ κριτηρίῳ τοῦ Θεοῦ.
κεʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἰωσὴφ, ἀδελφῶν λαλούντων περὶ ἀγάπης, ὅτι Ἡμεῖς οἴδαμεν τί ἐστιν ἀγάπη; Καὶ εἶπε περὶ τοῦ ἀββᾶ Ἀγάθωνος, ὅτι σμιλίον εἶχε, καὶ ἦλθε πρὸς αὐτὸν ἀδελφὸς, καὶ ἐπῄνεσεν αὐτὸ, καὶ οὐκ ἀφῆκεν αὐτὸν, ἐξελθεῖν, εἰ μὴ ἔλαβε τὸ σμιλίον.
κϛʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἀγάθων, ὅτι Εἰ δυνατὸν ἦν μοι εὑρεῖν κελεφὸν, καὶ δοῦναι αὐτῷ τὸ ἐμὸν σῶμα, καὶ λαβεῖν τὸ αὐτοῦ, ἡδέως εἶχον. Αὕτη γάρ ἐστιν ἡ τελεία ἀγάπη.
κζʹ. Ἔλεγον πάλιν περὶ αὐτοῦ, ὅτι ἐλθών ποτε πωλῆσαι σκεύη ἐν τῇ πόλει, εὗρεν ἄνθρωπον ξένον ἐν τῇ πλατείᾳ ἐῤῥιμμένον ἄῤῥωστον, μὴ ἔχοντα τὸν ἐπιμελούμενον· καὶ ἔμεινε σὺν αὐτῷ ὁ γέρων λαβὼν ἐνοικίου κελλίον, καὶ ἐκ τοῦ ἐργοχείρου παρεῖχε τὸ ἐνοίκιον, καὶ τὰ λοιπὰ εἰς τὴν τοῦ ἀῤῥώστου χρείαν ἀνήλισκε· καὶ ἔμεινε τετράμηνον, ἕως οὗ ἰάθη ὁ ἄῤῥωστος. Καὶ οὕτως ὁ γέρων ἀπῆλθεν εἰς τὸ κελλίον αὐτοῦ μετ' εἰρήνης.
κηʹ. Ἔλεγεν ὁ ἀββᾶς Δανιὴλ, ὅτι Πρὶν ἔλθῃ ὁ ἀββᾶς Ἀρσένιος πρὸς τοὺς Πατέρας μου, καὶ αὐτοὶ ἔμειναν μετὰ τοῦ ἀββᾶ Ἀγάθωνος. Ἠγάπα δὲ ὁ ἀββᾶς Ἀγάθων τὸν ἀββᾶν Ἀλέξανδρον, ὅτι ἀσκητὴς ἦν καὶ ἐπιεικής. Συνέβη δὲ ὅλους τοὺς μαθητὰς αὐτοῦ πλύνειν τὰ θρύα εἰς τὸν ποταμόν· καὶ ὁ ἀββᾶς Ἀλέξανδρος ἐπιεικῶς ἔπλυνεν. Οἱ δὲ λοιποὶ ἀδελφοὶ εἶπον τῷ γέροντι· Ὁ ἀδελφὸς Ἀλέξανδρος οὐδὲ ποιεῖ. Καὶ θέλων αὐτοὺς θεραπεῦσαι, εἶπεν αὐτῷ· Ἀδελφὲ Ἀλέξανδρε, καλῶς πλῦνον αὐτὰ ὅτι λινάριά εἰσι. Καὶ ὡς ἤκουσεν ἐλυπήθη. Καὶ μετὰ ταῦτα παρεκάλεσεν αὐτὸν ὁ γέρων, λέγων· Μὴ γὰρ οὐκ ᾔδειν ὅτι καλῶς ποιεῖς; ἀλλὰ τοῦτο εἶπόν σοι ἐπὶ αὐτῶν, ἵνα θεραπεύσω αὐτῶν τὸν λογισμὸν ἐν τῇ σῇ ὑπακοῇ, ἀδελφέ.
κθʹ. Διηγήσαντο περὶ τοῦ ἀββᾶ Ἀγάθωνος, ὅτι ἐσπούδαζε ποιεῖν πᾶσαν ἐντολήν. Καὶ εἰ διέβαινεν εἰς πορθμεῖον, αὐτὸς πρῶτος ἐκράτει τὴν κώπην· καὶ ὅτε παρέβαλον αὐτῷ
26
ἀδελφοὶ, εὐθέως ἀπὸ τῆς εὐχῆς ἡ χεὶρ αὐτοῦ τὴν τράπεζαν ἐτίθει· ἦν γὰρ μεστὸς ἀγάπης Θεοῦ. Μέλλοντος δὲ αὐτοῦ τελευτᾷν, ἔμεινε τρεῖς ἡμέρας ἀνεῳγμένους ἔχων τοὺς ὀφθαλμοὺς μὴ κινουμένους. Ἔνυξαν δὲ αὐτὸν οἱ ἀδελφοὶ λέγοντες· Ἀββᾶ Ἀγάθων, ποῦ εἶ; Λέγει αὐτοῖς· Ἐνώπιον τοῦ κριτηρίου τοῦ Θεοῦ ἵσταμαι. Λέγουσιν αὐτῷ· Καὶ σὺ φοβῇ, Πάτερ; Λέγει αὐτοῖς· Τέως ἐποίησα τὴν δύναμίν μου εἰς τὸ φυλάξαι τὰς ἐντολὰς τοῦ Θεοῦ· ἀλλ' ἄνθρωπός εἰμι· πόθεν οἶδα εἰ τὸ ἔργον μου εὐηρέστησε τῷ Θεῷ; Λέγουσιν αὐτῷ οἱ ἀδελφοί· Οὐκ εἶ πεποιθὼς ἐπὶ τὸ ἔργον σου, ὅτι κατὰ Θεόν ἐστιν; Λέγει ὁ γέρων· Οὐ θαῤῥῶ, εἰ μὴ τῷ Θεῷ ἀπαντήσω. Ἕτερον γάρ ἐστι τὸ τοῦ Θεοῦ κριτήριον, καὶ ἕτερον τὸ τῶν ἀνθρώπων. Ὡς δὲ ἤθελον ἐρωτῆσαι αὐτὸν ἕτερον λόγον, λέγει αὐτοῖς· Ποιήσατε ἀγάπην, μὴ λαλεῖτε ἄρτι μετ' ἐμοῦ, ὅτι ἀσχολοῦμαι. Καὶ ἐτελειώθη ἐν χαρᾷ. Ἑώρων γὰρ αὐτὸν ἀναγόμενον, ὃν τρόπον τις ἀσπάζεται τοὺς ἐαυτοῦ φίλους καὶ ἀγαπητούς. Εἶχε δὲ φυλακὴν μεγάλην ἐν πᾶσι, καὶ ἔλεγεν· Ἄνευ φυλακῆς μεγάλης οὐ προβαίνει ἄνθρωπος οὔτε εἰς μίαν ἀρετήν.
λʹ. Εἰσῆλθέ ποτε ὁ ἀββᾶς Ἀγάθων εἰς τὴν πόλιν πωλῆσαι μικρὰ σκεύη, καὶ εὑρίσκει τινὰ λελωβημένον παρὰ τὴν ὁδόν. Λέγει αὐτῷ ὁ λελωβημένος· Ποῦ ὑπάγεις; Λέγει αὐτῷ ὁ ἀββᾶς Ἀγάθων· Εἰς τὴν πόλιν πωλῆσαι σκεύη. Λέγει αὐτῷ· Ποίησον ἀγάπην, καὶ ἆρόν με ἐκεῖ. Καὶ βαστάσας αὐτὸν, ἀπήνεγκεν εἰς τὴν πόλιν. Λέγει αὐτῷ· Ὅπου πωλεῖς τὰ σκεύη, ἐκεῖ με θές. Ἐποίησε δὲ οὕτως. Καὶ ὅτε ἐπώλησε σκεῦος, ἔλεγεν αὐτῷ ὁ λελωβημένος· Πόσου ἐπώλησας αὐτό; Καὶ ἔλεγε τόσου. Καὶ ἔλεγεν αὐτῷ· Ἀγόρασόν μοι πλακοῦντιν. Καὶ ἠγόραζε. Καὶ πάλιν ἐπώλει ἄλλο σκεῦος. Καὶ ἔλεγε· καὶ Τοῦτο πόσου; Καὶ ἔλεγε· Τόσου. Καὶ ἔλεγεν αὐτῷ· Ἀγόρασόν μοι τόδε. Καὶ ἠγόραζε. Μετὰ οὖν τὸ πωλῆσαι ὅλα τὰ σκεύη, καὶ θέλειν ἀπελθεῖν, λέγει αὐτῷ ὁ λελωβημένος· Ὑπάγεις; Λέγει αὐτῷ· Ναί. Καὶ λέγει· Ποίησον πάλιν ἀγάπην, καὶ ἆρον ὅπου με εὗρες. Καὶ βαστάσας αὐτὸν, ἤνεγκεν εἰς τὸν τόπον αὐτοῦ. Καὶ λέγει αὐτῷ· Εὐλογημένος εἶ, Ἀγάθων, ὑπὸ Κυρίου ἐν οὐρανῷ καὶ ἐπὶ
27
γῆς. Καὶ ἄρας τοὺς ὀφθαλμοὺς αὐτοῦ οὐδένα εἶδεν· ἦν γὰρ ἄγγελος Κυρίου ἐλθὼν δοκιμάσαι αὐτόν.
Περὶ τοῦ ἀββᾶ Ἀμμωνᾶ.
αʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ἀμμωνᾶν, λέγων Εἰπέ μοι ῥῆμα. Καὶ λέγει ὁ γέρων· Ὕπαγε, ποίησον τὸν λογισμόν σου, ὥσπερ οἱ κακοῦργοι ποιοῦσιν οἱ ὄντες ἐν τῇ φυλακῇ. Ἐκεῖνοι γὰρ ἐρωτῶσιν ἀεὶ τοὺς ἀνθρώπους, ποῦ ἔστιν ὁ ἡγεμὼν καὶ πότε ἔρχεται, καὶ ἀπὸ τῆς προσδοκίας κλαίουσιν. Οὕτως καὶ ὁ μοναχὸς ὀφείλει διαπαντὸς προσέχειν, καὶ ἐλέγχειν τὴν ἑαυτοῦ ψυχὴν, λέγων· Οὐαί μοι! Πῶς ἔχω παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ; καὶ πῶς ἔχω αὐτῷ ἀπολογήσασθαι; Ἐὰν οὕτως μελετήσῃς διαπαντὸς, δύνασαι σωθῆναι.
βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀμμωνᾶ, ὅτι καὶ βασιλίσκον ἀπέκτεινεν. Ἀπελθὼν γὰρ εἰς τὴν ἔρημον ἀντλῆσαι ὕδωρ ἀπὸ λάκκου, καὶ ἰδὼν τὸν βασιλίσκον, ἔβαλεν αὐτὸν ἐπὶ πρόσωπον, λέγων· Κύριε, εἰ ἐγὼ ἔχω ἀποθανεῖν, ἢ οὗτος. Καὶ εὐθέως ὁ βασιλίσκος ἐν τῇ δυνάμει τοῦ Χριστοῦ διεῤῥάγη.
γʹ. Εἶπεν ὁ ἀββᾶς Ἀμμωνᾶς, ὅτι Δεκατέσσαρα ἔτη ἐποίησα ἐν Σκήτει δεόμενος τοῦ Θεοῦ νυκτὸς καὶ ἡμέρας, ἵνα μοι χαρίσηται νικῆσαι τὴν ὀργήν.
δʹ. Διηγήσατό τις τῶν Πατέρων, ὅτι ἦν τις γέρων πονικὸς εἰς τὰ Κελλία, φορῶν ψιάθιον· καὶ ἀπελθὼν παρέβαλε τῷ ἀββᾷ Ἀμμωνᾷ. Εἶδε δὲ αὐτὸν ὁ γέρων φοροῦντα τὸ ψιάθιον, καὶ λέγει αὐτῷ· Τοῦτο οὐδέν σε ὠφελεῖ. Καὶ ἠρώτησεν αὐτὸν ὁ γέρων, λέγων· Τρεῖς λογισμοὶ ὀχλοῦσί μοι· ἢ τὸ πλάζεσθαι ἐν ταῖς ἐρήμοις, ἢ ἵνα ἀπέλθω ἐπὶ ξένης ὅπου οὐδείς με ἐπιγινώσκει, ἢ ἵνα ἐγκλείσω ἑαυτὸν εἰς κελλίον, καὶ μηδενὶ ἀπαντήσω, διὰ δύο ἐσθίων. Λέγει αὐτῷ ὁ ἀββᾶς Ἀμμωνᾶς· Οὐδὲν ἐκ τῶν τριῶν συμφέρει σοι ποιῆσαι· ἀλλὰ μᾶλλον κάθου εἰς τὸ κελλίον σου, καὶ ἔσθιε μικρὸν καθ' ἡμέραν· καὶ ἔχε διαπαντὸς τὸν λόγον τοῦ τελώνου ἐν τῇ καρδίᾳ σου· καὶ δύνασαι σωθῆναι.
εʹ. Ἀδελφοῖς συνέβη θλῖψις ἐν τῷ τόπῳ αὐτῶν, καὶ θέλοντες καταλιπεῖν αὐτὸν, ἀπῆλθον πρὸς τὸν ἀββᾶν Ἀμμωνᾶν. Καὶ
28
ἰδοὺ ὁ γέρων κατέπλεε, καὶ ἰδὼν αὐτοὺς παρὰ τὴν ὄχθαν ὁδεύοντας τοῦ ποταμοῦ, εἶπε τοῖς ναύταις· Βάλετέ με εἰς τὴν γῆν. Καὶ καλέσας τοὺς ἀδελφοὺς εἶπεν αὐτοῖς· Ἐγώ εἰμι Ἀμμωνᾶς, πρὸς ὃν θέλετε ἐλθεῖν. Καὶ παρακαλέσας αὐτῶν τὰς καρδίας, ἐποίησεν αὐτοὺς ὑποστρέψαι ὅθεν ἐξῆλθον. Οὐ γὰρ εἶχε τὸ πρᾶγμα ζημίαν ψυχῆς, ἀλλὰ θλίψιν ἀνθρωπίνην.
ϛʹ. Ἦλθέ ποτε ὁ ἀββᾶς Ἀμμωνᾶς περάσαι τὸν ποταμὸν, καὶ εὗρε τὸ πορθμεῖον φιλοκαλημένον, καὶ παρεκαθέσθη αὐτῷ· καὶ ἰδοὺ ἄλλο σκάφος εἰς τὸν τόπον ἦλθε, καὶ ἐπέρασε τοὺς ὅντας ἀνθρώπους. Καὶ λέγουσιν αὐτῷ· Δεῦρο καὶ σὺ ἀββᾶ, πέρασον μεθ' ἡμῶν. Ὁ δὲ λέγει· Εἰ μὴ εἰς τὸ δημόσιον πορθμεῖον οὐκ ἀναβαίνω. Εἶχε δὲ δέσμην θαλλίων, καὶ ἐκάθητο πλέκων σειρὰν, καὶ πάλιν λύων αὐτὴν, ἕως οὗ γέγονε τὸ πορθμεῖον. Καὶ οὕτως ἐπέρασεν. Ἔβαλον οὖν αὐτῷ οἱ ἀδελφοὶ μετάνοιαν, λέγοντες· Τί τοῦτο ἐποίησας; Καὶ λέγει αὐτοῖς ὁ γέρων· Ἵνα μὴ πάντοτε σπουδάζοντος τοῦ λογισμοῦ περιπατῶ. Ἀλλὰ καὶ τοῦτο ὑπόδειγμά ἐστιν, ἵνα μετὰ καταστάσεως βαδίζωμεν τὴν ὁδὸν τοῦ Θεοῦ.
ζʹ. Ἀπῆλθέ ποτε ὁ ἀββᾶς Ἀμμωνᾶς παραβαλεῖν τῷ ἀββᾷ Ἀντωνίῳ, καὶ ἐπλανήθη τὴν ὁδόν· καὶ καθίσας ἐκοιμήθη μικρόν· καὶ ἀναστὰς ἐκ τοῦ ὕπνου, εὔξατο τῷ Θεῷ, λέγων· Δέομαί σου, Κύριε ὁ Θεός μου, μὴ ἀπολέσῃς τὸ πλάσμα σου. Καὶ ὤφθη αὐτῷ ὡς χεὶρ ἀνθρώπου κρεμαμένη ἐκ τοῦ οὐρανοῦ, δεικνύουσα αὐτῷ τὴν ὁδὸν, ἕως οὗ ἦλθε καὶ ἔστη κατὰ τοῦ σπηλαίου τοῦ ἀββᾶ Ἀντωνίου.
ηʹ. Τούτῳ τῷ ἀββᾷ Ἀμμωνᾷ προεφήτευσεν ὁ ἀββᾶς Ἀντώνιος, λέγων, ὅτι Ἔχεις προκόψαι εἰς τὸν φόβον τοῦ Θεοῦ. Καὶ ἐξήγαγεν αὐτὸν ἔξω τοῦ κελλίου, καὶ ἔδειξεν αὐτῷ λίθον, καὶ εἶπεν αὐτῷ· Ὕβρισον τὸν λίθον τοῦτον καὶ τύψον αὐτόν. Ὁ δὲ ἐποίησεν οὕτως. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Ἀντώνιος· Μὴ ἐλάλησεν ὁ λίθος; Ὁ δὲ εἶπεν· Οὐχί. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Ἀντώνιος· Οὕτω καὶ σὺ καταλαβεῖν μέλλεις τοῦτο τὸ μέτρον. Ὃ καὶ ἐγένετο. Προέκοψε γὰρ ὁ ἀββᾶς Ἀμμωνᾶς οὕτως, ὡς ἀπὸ πολλῆς ἀγαθότητος μηκέτι εἰδέναι τὴν κακίαν. Ἐν οἷς γενομένου αὐτοῦ ἐπισκόπου, προσήνεγκαν αὐτῷ παρθένον λαβοῦσαν
29
ἐν γαστρὶ, καὶ λέγουσιν αὐτῷ· Ὁ δεῖνα ἐποίησε τοῦτο· δὸς αὐτοῖς ἐπιτιμίαν. Ὁ δὲ σφραγίσας αὐτῆς τὴν κοιλίαν, ἐκέλευσε δοθῆναι αὐτῇ ἓξ ζυγὰς σινδονίων, λέγων· Μήποτε ὡς ἀπέρχεται γεννῆσαι, ἀποθάνῃ ἢ αὐτὴ ἢ τὸ παιδίον, καὶ μὴ εὕρῃ κηδευθῆναι. Λέγουσιν αὐτῷ οἱ κατ' αὐτῆς ἐντυχόντες· Τί τοῦτο ἐποίησας; δὸς αὐτοῖς ἐπιτιμίαν. Ὁ δὲ λέγει αὐτοῖς· Βλέπετε, ἀδελφοὶ, ὅτι ἐγγύς ἐστι τοῦ θανάτου· καὶ τί ἔχω ἐγὼ ποιῆσαι; Καὶ ἀπέλυσεν αὐτήν· καὶ οὐκ ἐτόλμησεν ὁ γέρων κατακρῖναί τινα.
θʹ. Ἔλεγον περὶ αὐτοῦ, ὅτι τινὲς ἦλθον δικασθῆναι παρ' αὐτῷ. Ὁ δὲ γέρων ἐμωροποίει. Καὶ ἰδοὺ γυνή τις ἔστη πλησίον αὐτοῦ, καὶ ἔλεγεν· Οὗτος ὁ γέρων σαλός ἐστιν. Ἤκουσεν οὖν αὐτῆς ὁ γέρων, καὶ φωνήσας αὐτὴν λέγει· Πόσους κόπους ἐποίησα ἐν ταῖς ἐρήμοις, ἵνα κτήσωμαι τὴν σαλότητα ταύτην, καὶ διὰ σὲ ἔχω ἀπολέσαι αὐτὴν σήμερον!
ιʹ. Ἦλθέ ποτε ὁ ἀββᾶς Ἀμμωνᾶς εἰς τόπον γεύσασθαι, καὶ ἦν ἐκεῖ εἷς ἔχων φήμην κακήν· καὶ συνέβη ἐλθεῖν τὴν γυναῖκα, καὶ εἰσελθεῖν εἰς τὸ κελλίον τοῦ ἀδελφοῦ τοῦ ἔχοντος τὴν κακὴν φήμην. Μαθόντες οὖν οἱ οἰκοῦντες εἰς τὸν τόπον ἐκεῖνον, ἐταράχθησαν, καὶ συνήχθησαν, ὥστε διῶξαι αὐτὸν ἐκ τοῦ κελλίου. Καὶ γνόντες ὅτι ὁ ἐπίσκοπος Ἀμμωνᾶς εἰς τὸν τόπον ἐκεῖνόν ἐστιν, ἐλθόντες παρεκάλεσαν αὐτὸν, ὅπως παραγένηται σὺν αὐτοῖς. Ὡς δὲ γνῶ ὁ ἀδελφὸς, λαβὼν τὴν γυναῖκα ἔκρυψεν εἰς πίθον μέγαν. Παραγενομένου δὲ τοῦ πλήθους, εἶδεν ὁ ἀββᾶς Ἀμμωνᾶς τὸ γενόμενον, καὶ διὰ τὸν Θεὸν ἐσκέπασε τὸ πρᾶγμα· καὶ εἰσελθὼν ἐκάθισεν ἐπάνω τοῦ πίθου, καὶ ἐκέλευσε ζητηθῆναι τὸ κελλίον. Ὡς οὖν ἐψηλάφησαν, καὶ οὐχ εὗρον τὴν γυναῖκα, εἶπεν ὁ ἀββᾶς Ἀμμωνᾶς· Τί ἐστι τοῦτο; ὁ Θεὸς συγχωρήσει ὑμῖν. Καὶ εὐξάμενος ἐποίησε πάντας ἀναχωρῆσαι· καὶ κατασχὼν τὴν χεῖρα τοῦ ἀδελφοῦ, εἶπεν αὐτῷ· Πρόσεχε σεαυτῷ, ἀδελφέ. Καὶ τοῦτο εἰπὼν, ἀνεχώρησεν.
ιαʹ. Ἠρωτήθη ὁ ἀββᾶς Ἀμμωνᾶς, τίς ἐστιν ἡ ὁδὸς ἡ στενὴ καὶ τεθλιμμένη· καὶ ἀποκριθεὶς εἶπεν· Ἡ ὁδὸς ἡ στενὴ καὶ τεθλιμμένη αὕτη ἐστί· τὸ βιάζεσθαι τοὺς λογισμοὺς ἑαυτοῦ,
30
καὶ κόπτειν διὰ τὸν Θεὸν τὰ ἴδια θελήματα· καὶ τοῦτό ἐστι τὸ, Ἰδοὺ ἡμεῖς ἀφήκαμεν πάντα, καὶ ἠκολουθήσαμέν σοι.
Περὶ τοῦ ἀββᾶ Ἀχιλᾶ
αʹ. Παρέβαλόν ποτε τρεῖς γέροντες τῷ ἀββᾷ Ἀχιλᾷ, καὶ ὁ εἷς ἐξ αὐτῶν εἶχε φήμην κακήν. Εἶπε δὲ αὐτῷ εἷς τῶν γερόντων· Ἀββᾶ, ποίησόν μοι μίαν σαγήνην. Ὁ δὲ εἶπεν· Οὐ ποιῶ. Καὶ ὁ ἄλλος εἶπε· Ποίησον ἀγάπην, ἵνα ἔχωμέν σου μνημόσυνον εἰς τὴν μονήν. Ὁ δὲ ἔφη· Οὐ σχολάζω. Λέγει αὐτῷ ὁ ἄλλος ὁ ἔχων τὴν κακὴν φήμην· Ἐμοὶ ποίησον μίαν σαγήνην ἵνα ἐκ τῶν χειρῶν σου ἔχω, ἀββᾶ. Ὁ δὲ ἀποκριθεὶς εὐθέως εἶπεν αὐτῷ· Ἐγώ σοι ποιῶ. Καὶ εἶπον αὐτῷ κατ' ἰδίαν οἱ δύο γέροντες· Πῶς ἡμεῖς παρεκαλέσαμεν σε, καὶ οὐκ ἠθέλησας ἡμῖν ποιῆσαι, καὶ τούτῳ εἶπας· Ἐγώ σοι ποιῶ; Λέγει αὐτοῖς ὁ γέρων· Εἶπον ὑμῖν, Οὐ ποιῶ, καὶ οὐκ ἐλυπήθητε, ὡς μὴ σχολάζοντός μου· τούτῳ δὲ ἐὰν μὴ ποιήσω, ἐρεῖ, ὅτι Διὰ τὴν ἁμαρτίαν μου ἀκούσας ὁ γέρων οὐκ ἠθέλησε ποιῆσαι· καὶ εὐθέως κόπτομεν τὸ σχοινίον. Διήγειρα οὖν αὐτοῦ τὴν ψυχὴν, ἵνα μὴ τῇ λύπῃ καταποθῇ ὁ τοιοῦτος.
βʹ. Εἶπεν ὁ ἀββᾶς Βητίμης, ὅτι Καταβαίνοντός μού ποτε εἰς Σκῆτιν, ἔδωκάν μοί τινες ὀλίγα μῆλα, ἵνα δώσω τοῖς γέρουσι. Καὶ ἔκρουσα εἰς τὸ κελλίον τοῦ ἀββᾶ Ἀχιλᾶ, ἵνα δώσω αὐτῷ. Ὁ δὲ ἔφη· Φύσει, ἀδελφὲ, οὐκ ἤθελον ἵνα κρούσῃς μοι ἄρτι, εἰ ἦν μάννα· μηδὲ εἰς ἄλλο κελλίον ἀπέλθῃς. Ἀνεχώρησα οὖν εἰς τὸ κελλίον μου, καὶ ἀνήνεγκα αὐτὰ εἰς τὴν ἐκκλησίαν.
γʹ. Ἦλθέ ποτε ὁ ἀββᾶς Ἀχιλᾶς εἰς τὸ κελλίον τοῦ ἀββᾶ Ἡσαΐου ἐν Σκήτει, καὶ εὗρεν αὐτὸν ἐσθίοντα· ἦν δὲ βαλὼν εἰς τὸ πινάκιν ἅλας καὶ ὕδωρ. Ἰδὼν δὲ αὐτὸν ὁ γέρων ὅτι ἔκρυψεν αὐτὸ ὀπίσω τῆς σειρᾶς, λέγει αὐτῷ· Εἰπέ μοι, τί ἤσθιες; Ὁ δὲ εἶπε· Συγχώρησόν μοι, ἀββᾶ, ὅτι θαλλία ἔκοπτον, καὶ ἀνῆλθον εἰς τὸ καῦμα, καὶ ἔβαλον εἰς τὸ στόμα μου ψωμὸν μετὰ ἅλατος· καὶ ἐξηράνθη ὁ φάρυγξ μου ἀπὸ τοῦ καύματος, καὶ οὐ κατέβαινεν ὁ ψωμός· διὰ τοῦτο, ἠναγκάσθην βαλεῖν μικρὸν ὕδωρ εἰς τὸ ἅλας, ἵνα οὕτως δυνηθῶ γεύσασθαι. Ἀλλὰ συγχώρησόν μοι. Καὶ λέγει ὁ
31
γέρων· Δεῦτε, ἴδετε Ἡσαΐαν ζωμὸν ἐσθίοντα ἐν Σκήτει. Εἰ ζωμὸν θέλεις ἐσθίειν, ὕπαγε εἰς Αἴγυπτον.
δʹ. Παρέβαλέ τις τῶν γερόντων τῷ ἀββᾷ Ἀχιλᾷ, καὶ θεωρεῖ αὐτὸν ῥίψαντα αἷμα ἐκ τοῦ στόματος αὐτοῦ· καὶ ἠρώτησεν αὐτόν· Τί ἐστι τοῦτο, Πάτερ; Καὶ εἶπεν ὁ γέρων· ὅτι Λόγος ἐστὶν ἀδελφοῦ λελυπηκότος με, καὶ ἠγωνισάμην τοῦ μὴ ἀναγγεῖλαι αὐτῷ, καὶ ἐδεήθην Θεοῦ ἵνα ἀρθῇ ἀπ' ἐμοῦ· καὶ γέγονεν ὁ λόγος ὡς αἷμα ἐν τῷ στόματί μου, καὶ ἔπτυσα αὐτὸν, καὶ ἀνεπάην, καὶ τὴν λύπην ἐπελαθόμην.
εʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἀμμώης, ὅτι Παρεβάλομεν ἐγὼ καὶ ὁ ἀββᾶς Βητίμης τῷ ἀββᾷ Ἀχιλᾷ, καὶ ἠκούσαμεν αὐτοῦ μελετῶντος τὸν λόγον τοῦτον· Μὴ φοβοῦ, Ἰακὼβ, καταβῆναι εἰς Αἴγυπτον. Καὶ ἐπὶ πολὺ ἔμεινε μελετῶν τὸν λόγον τοῦτον. Καὶ ὡς ἐκρούσαμεν, ἤνοιξεν ἡμῖν, καὶ ἐπηρώτησε· Πόθεν ἐστέ; Καὶ φοβηθέντες εἰπεῖν, Ἐκ τῶν Κελλίων, εἴπαμεν, Ἐκ τοῦ ὄρους τῆς Νιτρίας. Καὶ λέγει· Τί ὑμῖν ποιήσω ὅτι ἀπὸ μήκοθέν ἐστε; καὶ εἰσήγαγεν ἡμᾶς. Καὶ εὕρομεν αὐτὸν ἐργαζόμενον τὴν νύκτα πολλὴν σειρὰν, καὶ ἠρωτήσαμεν αὐτὸν εἰπεῖν ἡμῖν λόγον. Ὁ δὲ εἶπεν· Ἐγὼ ἀπὸ ὀψὲ ἕως ἄρτι ἔπλεξα εἴκοσιν ὀργυίας, καὶ φύσει οὐ χρῄζω αὐτῶν· ἀλλὰ μήπως ἀγανακτήσῃ ὁ Θεὸς, καὶ ἐγκαλέσῃ μοι, λέγων· Διατί δυνάμενος ἐργάσασθαι, οὐκ εἰργάσω; διὰ τοῦτο κοπιῶ, καὶ ποιῶ ὅλην τὴν δύναμίν μου. Καὶ ὠφεληθέντες ἀνεχωρήσαμεν.
ζʹ. Ἄλλοτε πάλιν μέγας γέρων παρέβαλε τῷ ἀββᾷ Ἀχιλᾷ ἀπὸ Θηβαΐδος, καὶ λέγει αὐτῷ· Ἀββᾶ πολεμοῦμαι εἰς σέ. Ὁ δὲ λέγει αὐτῷ· Ὕπαγε καὶ σὺ, γέρον, εἰς ἐμὲ ἄρτι πολεμῇ; Ὁ δὲ γέρων ἀπὸ ταπεινώσεως εἶπε· Ναὶ, ἀββᾶ. Ἦν δὲ ἐκεῖ ἐπὶ τῇ θύρᾳ καθήμενος γέρων τυφλὸς καὶ χωλός. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ἤθελον καθίσαι μικρὰς ἡμέρας, καὶ διὰ τὸν γέροντα τοῦτον οὐ δύναμαι καθίσαι. Ἀκούσας οὖν ὁ ἀββᾶς Ἀχιλᾶς, ἐθαύμασε τὴν ταπείνωσιν τοῦ γέροντος, καὶ ἔλεγεν· Αὕτη οὐκ ἔστι πορνεία, ἀλλὰ φθόνος ἐστὶ τῶν πονηρῶν δαιμόνων.
32
Περὶ τοῦ ἀββᾶ Ἀμμώη.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀμμώη, ὅτι ὡς ὑπῆγεν εἰς τὴν ἐκκλησίαν, οὐκ ἤφιε τὸν μαθητὴν αὐτοῦ ἔγγιστα αὐτοῦ περιπατῆσαι, ἀλλὰ ἀπὸ μακρόθεν· καὶ εἰ ἤρχετο ἐρωτῆσαι περὶ λογισμῶν, ὡς ἔλεγεν αὐτῷ μόνον, εὐθέως ἐδίωκεν αὐτὸν, λέγων· Μήποτε λαλούντων ἡμῶν περὶ ὠφελείας, ἐγκύψῃ ξένη ὁμιλία· διὰ τοῦτο οὐκ ἀφῶ σε ἔγγιστά μου.
βʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἀμμώης τῷ ἀββᾷ Ἡσαΐᾳ τῇ ἀρχῇ· Πῶς με βλέπεις ἄρτι; Λέγει αὐτῷ· Ὡς ἄγγελον, Πάτερ. Καὶ εἰς τὰ ὕστερα ἔλεγεν αὐτῷ· Πῶς με νῦν βλέπεις; Ὁ δὲ ἔλεγεν· Ὡς τὸν Σατανᾶν· κἂν λόγον μοι λαλήσεις ἀγαθὸν, ὡς ῥομφαίαν αὐτὸν ἔχω.
γʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀμμώη, ὅτι ἠσθένει κλινήρης ὢν ἐπὶ πολλὰ ἔτη, καὶ οὐδέποτε ἀφῆκε τὸν λογισμὸν αὐτοῦ προσχεῖν εἰς τὸ ἐσώτερον αὐτοῦ κελλίον, ἰδεῖν τί ἔχει. Πολλὰ γὰρ αὐτῷ προσέφερον διὰ τὴν ἀσθένειαν. Καὶ εἰσερχομένου τοῦ μαθητοῦ αὐτοῦ Ἰωάννου καὶ ἐξερχομένου, ἐκάμυε τοὺς ὀφθαλμοὺς αὐτοῦ, ἵνα μὴ ἴδῃ τί ποιεῖ. Ἤδει γὰρ ὅτι ἦν πιστὸς μοναχός.
δʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι ἀδελφὸς παρέβαλε τῷ ἀββᾷ Ἀμμώῃ, αἰτούμενος παρ' αὐτοῦ λόγον. Καὶ μείνας μετ' αὐτοῦ ἡμέρας ἑπτὰ, οὐκ ἀπεκρίθη αὐτῷ ὁ γέρων, προπέμπων δὲ αὐτὸν εἶπεν αὐτῷ· Ἄπελθε, πρόσεχε σεαυτῷ· ἐμοῦ τέως αἱ ἁμαρτίαι γεγόνασι τεῖχος σκοτεινὸν ἀνὰ μέσον ἐμοῦ καὶ τοῦ Θεοῦ.
εʹ. Ἔλεγον διὰ τὸν ἀββᾶν Ἀμμώην, ὅτι ἐποίησε πεντήκοντα ἀρτάβας σίτου, πρὸς χρείαν ποτὲ, καὶ ἔβαλεν εἰς τὸν ἥλιον· καὶ πρὶν ξηρανθῆναι αὐτὰ καλῶς, εἶδε πρᾶγμα ἐν τῷ τόπῳ μὴ ὠφελοῦν αὐτόν· καὶ λέγει τοῖς παιδαρίοις αὐτοῦ· Ἄγωμεν ἔνθεν. Οἱ δὲ σφόδρα ἐλυπήθησαν. Ἰδὼν δὲ αὐτοὺς λυπουμένους, λέγει αὐτοῖς· Λυπεῖσθε διὰ τοὺς ἄρτους; ἀληθῶς εἶδον ἐγώ τινας φυγόντας, καὶ ἐάσαντας κεκονιαμένα τὰ θυρίδια μετὰ βιβλίων μεμβράνων. οὐδὲ ἔκλεισαν τὰς θυρίδας, ἀλλ' ἀπῆλθον ἀνεῳγμένας καταλιπόντες αὐτάς.
33
Περὶ τοῦ ἀββᾶ Ἀμμοῦν τοῦ Νιτριώτου.
αʹ. Ὁ ἀββᾶς Ἀμμοῦν ὁ Νιτριώτης παρέβαλε τῷ ἀββᾷ Ἀντωνίῳ, καὶ λέγει αὐτῷ, ὅτι Ἐγὼ πλείονά σου κόπον ἔχω, καὶ πῶς τὸ ὄνομά σου ἐμεγαλύνθη ἐν τοῖς ἀνθρώποις ὑπὲρ ἐμέ; Λέγει αὐτῷ ὁ ἀββᾶς Ἀντώνιος· Ἐπειδὴ ἐγὼ ἀγαπῶ τὸν Θεὸν ὑπὲρ σέ.
βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀμμοῦν, ὅτι ἐποίησεν εἰς μετὴν κριθῆς, μῆνας δύο. Παρέβαλε δὲ αὐτὸς τῷ ἀββᾷ Ποιμένι, καὶ λέγει αὐτῷ· Ἐὰν ἀπέλθω εἰς τὸ κελλίον τοῦ πλησίον, ἢ καὶ αὐτός μοι παραβάλῃ διά τινα χρείαν, εὐλαβούμεθα συλλαλῆσαι ἀλλήλοις, μή τις ἀνακύψῃ ξένη ὁμιλία. Λέγει αὐτῷ ὁ γέρων· Καλῶς ποιεῖς· χρῄζει γὰρ ἡ νεότης φυλακῆς. Λέγει αὐτῷ ὁ ἀββᾶς Ἀμμοῦν· Οἱ γέροντες οὖν τί ἐποίουν; Καὶ εἶπεν αὐτῷ· Οἱ γέροντες προκόψαντες, οὐκ εἶχον ἐν αὐτοῖς ἕτερόν τι, ἢ ξένον ἐν τῷ στόματι, ἵνα αὐτὸ λαλήσωσιν. Ἐὰν οὖν γένηται ἀνάγκη, φησὶ, λαλῆσαι μετὰ τοῦ πλησίον, θέλεις λαλήσω ἐν ταῖς Γραφαῖς, ἢ ἐν τοῖς λόγοις τῶν γερόντων; Λέγει ὁ γέρων· Εἰ οὐ δύνασαι σιωπᾷν, καλόν ἐστι μᾶλλον ἐν τοῖς λόγοις τῶν γερόντων, καὶ μὴ ἐν τῇ Γραφῇ. Κίνδυνος γάρ ἐστι οὐ μικρός.
γʹ. Ἀδελφὸς ἦλθεν ἀπὸ Σκήτεως πρὸς τὸν ἀββᾶν Ἀμμοῦν, καὶ λέγει αὐτῷ· Πέμπει με ὁ Πατήρ μου εἰς διακονίαν, καὶ φοβοῦμαι τὴν πορνείαν. Λέγει αὐτῷ ὁ γέρων· Οἵαν ὥραν ἔρχεταί σοι πειρασμὸς, εἰπέ· Ὁ Θεὸς τῶν δυνάμεων, εὐχαῖς τοῦ Πατρός μου ἐξελοῦ με. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν ἔκλεισε παρθένος τὴν θύραν ἐπάνω αὐτοῦ· καὶ βοήσας φωνῇ μεγάλῃ εἶπεν· Ὁ Θεὸς τοῦ Πατρός μου, ἐξελοῦ με· Καὶ εὐθέως εὑρέθη εἰς τὴν ὁδὸν τῆς Σκήτεως.
Περὶ τοῦ ἀββᾶ Ἀνούβ.
αʹ. Διηγήσατο ὁ ἀββᾶς Ἰωάννης, ὅτι ὁ ἀββᾶς Ἀνοὺβ καὶ ὁ ἀββᾶς Ποιμὴν καὶ οἱ λοιποὶ ἀδελφοὶ αὐτῶν, ἐκ μιᾶς κοιλίας ὄντες, καὶ μοναχοὶ ἐν τῇ Σκήτει γενόμενοι, ὅτε ἦλθον οἱ Μάζικες καὶ ἠρήμωσαν αὐτὴν τὸ πρῶτον, ἀνεχώρησαν ἐκεῖθεν, καὶ ἦλθον εἰς τόπον καλούμενον Τερενοῦθιν, ἕως οὗ σκοπήσωσι πῶς ὀφείλωσι μεῖναι. Καὶ ἔμειναν ἐκεῖ εἰς παλαιὸν ἱερὸν μικρὰς ἡμέρας. Εἶπε δὲ ὁ ἀββᾶς Ἀνοὺβ τῷ
34
ἀββᾷ Ποιμένι· Ποίησον ἀγάπην· σὺ καὶ οἱ ἀδελφοί σου ἕκαστος καταμόνας ἡσυχάσει, καὶ μὴ ἀπαντήσωμεν ἀλλήλοις τὴν ἑβδομάδα ταύτην. Καὶ εἶπεν ὁ ἀββᾶς Ποιμήν· Ὡς θέλεις ποιοῦμεν. Καὶ ἐποίησαν οὕτως. Ἦν δὲ ἐκεῖ ἄγαλμα λίθινον ἐν αὐτῷ τῷ ἱερῷ· καὶ ἠγείρετο ὁ γέρων ὁ ἀββᾶς Ἀνοὺβ κατὰ πρωῒ, καὶ ἐλιθοβόλει τὸ πρόσωπον τοῦ ἀγάλματος, καὶ καθ' ἑσπέραν ἔλεγεν αὐτῷ· Συγχώρησόν μοι. Καὶ ἐπλήρωσε τὴν ἑβδομάδα οὕτως ποιῶν. Τῇ δὲ ἡμέρᾳ τοῦ σαββάτου ἀπήντησαν ἀλλήλοις, καὶ εἶπεν ὁ ἀββᾶς Ποιμὴν τῷ ἀββᾷ Ἀνούβ· Εἶδόν σε, ἀββᾶ, τῇ ἑβδομάδι ταύτῃ λιθάζοντα τὸ πρόσωπον τοῦ ἀγάλματος, καὶ μετάνοιαν αὐτῷ ποιοῦντα· πιστὸς ἄνθρωπος ταῦτα ποιεῖ; Καὶ ἀπεκρίθη ὁ γέρων· Καὶ τοῦτο τὸ πρᾶγμα δι' ὑμᾶς ἐποίησα. Ὅτι εἴδετέ με λιθοβολοῦντα τὸ πρόσωπον τοῦ ἀγάλματος, μὴ ἐλάλησεν, ἢ ὠργίσθη; Καὶ εἶπεν ὁ ἀββᾶς Ποιμήν· Οὔ. Καὶ πάλιν, ὅτι ἔβαλον αὐτῷ μετάνοιαν, μὴ ἐταράχθη, καὶ εἶπεν, Οὐ συγχωρῶ; Καὶ εἶπεν ὁ ἀββᾶς Ποιμήν· Οὔ. Καὶ εἶπεν ὁ γέρων· Καὶ ἡμεῖς οὖν ἐσμεν ἑπτὰ ἀδελφοί· εἰ θέλετε ἵνα μείνωμεν μετ' ἀλλήλων, γενώμεθα ὥσπερ τὸ ἄγαλμα τοῦτο, ὅπερ ἐὰν ὑβρισθῇ ἢ δοξασθῇ, οὐ ταράσσεται. Εἰ δὲ οὐ θέλετε γενέσθαι οὕτως, ἰδοὺ τέσσαρες πύλαι εἰσὶν ἐν τῷ ἱερῷ· ἕκαστος ὅπου θέλῃ ἀπέλθῃ. Καὶ ἔβαλον ἑαυτοὺς χαμαὶ, λέγοντες τῷ ἀββᾷ Ἀνούβ· Ὡς θέλεις, Πάτερ, ποιοῦμεν, καὶ ἀκούομεν ὡς λέγεις ἡμῖν. Εἶπε δὲ ὁ ἀββᾶς Ποιμὴν, ὅτι Ἐμείναμεν μετ' ἀλλήλων τὸν ἅπαντα χρόνον ἡμῶν, ἐργαζόμενοι κατὰ τὸν λόγον τοῦ γέροντος ὃν εἶπεν ἡμῖν· καταστήσαντος αὐτοῦ ἕνα ἐξ ἡμῶν οἰκονόμον· καὶ πᾶν ὅπερ ἐτίθει ἡμῖν ἠσθίομεν· καὶ ἀδύνατον ἦν εἰπεῖν τινα ἐξ ἡμῶν, Φέρε ἡμῖν ἄλλο τίποτε, ἢ εἰπεῖν, ὅτι Οὐ θέλομεν τοῦτο φαγεῖν. Καὶ ἐποιοῦμεν τὸν πάντα χρόνον ἡμῶν ἐν ἀναπαύσει καὶ εἰρήνῃ.
βʹ. Εἶπεν ὁ ἀββᾶς Ἀνούβ· Ἐξ οὗ τὸ ὄνομα τοῦ Χριστοῦ ἐκλήθη ἐπ' ἐμὲ, οὐκ ἐξῆλθε ψεῦδος ἐκ τοῦ στόματός μου.
Περὶ τοῦ ἀββᾶ Ἀβραάμ.
αʹ. Ἔλεγον περί τινος γέροντος, ὅτι ἐποίησε πεντήκοντα ἔτη, μήτε ἄρτον ἐσθίων μήτε οἶνον πίνων ταχύ. Καὶ ἔλεγεν,
35
ὅτι Ἀπέκτεινα τὴν πορνείαν καὶ τὴν φιλαργυρίαν καὶ τὴν κενοδοξίαν. Καὶ ἦλθε πρὸς αὐτὸν ὁ ἀββᾶς Ἀβραὰμ, ἀκούσας ὅτι εἶπε τοῦτο, καὶ λέγει αὐτῷ· Σὺ εἶπας τὸν λόγον τοῦτον; Καὶ λέγει· Ναί. Καὶ εἶπεν αὐτῷ ὁ ἀββᾶς Ἀβραάμ· Ἰδοὺ εἰσέρχῃ εἰς τὸ κελλίον σου, καὶ εὑρίσκεις εἰς τὸ ψιάθιόν σου γυναῖκα, δύνασαι λογίσασθαι ὅτι οὐκ ἔστι γυνή; Λέγει· Οὔ· ἀλλὰ πολεμῶ τῷ λογισμῷ, μὴ ἅψασθαι αὐτῆς. Λέγει οὖν ὁ ἀββᾶς Ἀβραάμ· Ἰδοὺ οὐκ ἀπέκτεινας, ἀλλὰ ζῇ τὸ πάθος, δέδεται δέ. Πάλιν ὡς περιπατεῖς, βλέπεις λίθους καὶ ὄστρακα, μέσον δὲ τούτων χρυσὸν, δύναται ἡ διάνοιά σου λογίσασθαι τοῦτο ὥσπερ ταῦτα; Λέγει· Οὐχί· ἀλλὰ πολεμῶ τῷ λογισμῷ μὴ λαβεῖν αὐτό. Καὶ λέγει ὁ γέρων· Ἰδοὺ ζῇ, ἀλλὰ δέδεται. Λέγει πάλιν ὁ ἀββᾶς Ἀβραάμ· Ἰδοὺ ἀκούεις περὶ δύο ἀδελφῶν, ὅτι ὁ εἷς ἀγαπᾷ σε, ὁ δὲ ἄλλος μισεῖ σε καὶ κακολογεῖ σε· ἐὰν ἔλθωσι πρὸς σὲ, τοὺς δύο ἐξ ἴσης ἔχεις; Λέγει· Οὐχί· ἀλλὰ πολεμῶ τῷ λογισμῷ, ἀγαθοποιῆσαι τῷ μισοῦντί με ὡς τῷ ἀγαπῶντί με. Λέγει αὐτῷ ὁ ἀββᾶς Ἀβραάμ· Ὥστε οὖν ζῶσι τὰ πάθη, μόνον δὲ δεσμοῦνται ὑπὸ τῶν ἁγίων.
βʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ἀβραὰμ, λέγων· Ἐὰν συμβῇ με πολλάκις φαγεῖν, τί ἐστι; Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπε· Τί λαλεῖς, ἀδελφέ; τοσαῦτα ἐσθίεις; ἢ δοκεῖς ὅτι εἰς ἅλωνα ἦλθες;
γʹ. Ἔλεγε περί τινος τῶν Σκητιωτῶν ὁ ἀββᾶς Ἀβραὰμ, ὅτι γραφεὺς ἦν, καὶ οὐκ ἤσθιεν ἄρτον. Ἦλθεν οὖν ἀδελφὸς παρακαλῶν αὐτὸν γράψαὶ αὐτῷ βιβλίον. Ὁ οὖν γέρων ἔχων τὸν νοῦν αὐτοῦ εἰς τὴν θεωρίαν, ἔγραψε παρὰ στίχους, καὶ οὐκ ἔστιξεν. Ὁ δὲ ἀδελφὸς λαβὼν καὶ θέλων στίξαι, εὗρε παρὰ λόγους. Καὶ λέγει τῷ γέροντι· Παρὰ στίχους ἐστὶν, ἀββᾶ. Λέγει αὐτῷ ὁ γέρων· Ὕπαγε, πρῶτον ποίησον τὰ γεγραμμένα, καὶ τότε ἔρχῃ καὶ γράφω σοι καὶ τὴν λοιπάδα.
Περὶ τοῦ ἀββᾶ Ἄρη.
Παρέβαλε ὁ ἀββᾶς Ἀβραὰμ τῷ ἀββᾷ Ἄρῃ· καὶ καθημένων αὐτῶν, ἦλθεν ἀδελφὸς πρὸς τὸν γέροντα, καὶ λέγει αὐτῷ· Εἰπέ μοι τί ποιήσω ἵνα σωθῶ. Ὁ δὲ λέγει αὐτῷ· Ὕπαγε,
36
ποίησον τὸν ἐνιαυτὸν τοῦτον, κατ' ὀψὲ ἐσθίων ἄρτον καὶ ἅλας, καὶ δεῦρο πάλιν, καὶ λαλῶ σοι. Καὶ ἀπελθὼν ἐποίησεν οὕτως. Πληρωθέντος δὲ τοῦ ἐνιαυτοῦ, ἦλθε πάλιν ὁ ἀδελφὸς πρὸς τὸν ἀββᾶν Ἄρην. Εὐκαίρησε δὲ τότε καὶ ὁ ἀββᾶς Ἀβραὰμ ἐκεῖ. Καὶ εἶπε πάλιν ὁ γέρων τῷ ἀδελφῷ· Ὕπαγε, νήστευσον καὶ τοῦτον τὸν ἐνιαυτὸν δύο δύο. Καὶ ὡς ἀπῆλθεν ὁ ἀδελφὸς, λέγει ὁ ἀββᾶς Ἀβραὰμ τῷ ἀββᾷ Ἄρῃ· Διατί ὅλοις τοῖς ἀδελφοῖς μετὰ ζυγοῦ ἐλαφροῦ λαλεῖς, τῷ δὲ ἀδελφῷ τούτῳ φορτία βαρέα ἐπιτιθεῖς; Λέγει αὐτῷ ὁ γέρων· Οἱ ἀδελφοὶ καθὼς ἔρχονται ζητοῦντες, οὕτως καὶ ὑπάγουσιν· οὗτος δὲ διὰ τὸν Θεὸν ἔρχεται ἀκοῦσαι λόγον. Ἐργάτης γάρ ἐστιν· καὶ εἴ τι δ' ἂν εἴπω αὐτῷ, μετὰ σπουδῆς ποιεῖ· διὰ τοῦτο κἀγὼ λαλῶ αὐτῷ τὸν λόγον τοῦ Θεοῦ.
Περὶ τοῦ ἀββᾶ Ἀλωνίου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Ἀλώνιος· Ἐὰν μὴ εἴπῃ ἐν τῇ καρδίᾳ αὐτοῦ ἄνθρωπος, ὅτι Ἐγὼ μόνος καὶ ὁ Θεὸς ἐσμὲν ἐν τῷ κόσμῳ, οὐχ ἕξει ἀνάπαυσιν.
βʹ. Εἶπε πάλιν· Εἰ μὴ τὸ ὅλον κατέστρεψα, οὐκ ἂν ἠδυνήθην ἐμαυτὸν οἰκοδομῆσαι.
γʹ. Εἶπε πάλιν, ὅτι ἐὰν θέλῃ ὁ ἄνθρωπος, ἀπὸ πρωῒ ἔως ἐσπέρας, γίνεται εἰς μέτρον θεῖον.
δʹ. Ἠρώτησέ ποτε ὁ ἀββᾶς Ἀγάθων τὸν ἀββᾶν Ἀλώνιον, λέγων· Πῶς θέλω κρατεῖν τῆς γλώσσης μου, ἵνα μὴ λαλῇ ψευδῆ; Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Ἀλώνιος· Ἐὰν μὴ ψεύδῃ, πολλὰς ἁμαρτίας μέλλεις ποιεῖν. Ὁ δὲ εἶπε· Πῶς; Καὶ λέγει αὐτῷ ὁ γέρων· Ἰδοὺ δύο ἄνθρωποι ἐπὶ σοῦ φόνον ἐποίησαν, καὶ ὁ εἷς ἔφυγεν εἰς τὸ κελλίον σου· καὶ ἰδοὺ ὁ ἄρχων ζητεῖ αὐτὸν, καὶ ἐρωτᾷ σε λέγων· Ἐπὶ σοῦ φόνος γέγονεν; ἐὰν μὴ ψεύσῃ, παραδιδεῖς τὸν ἄνθρωπον εἰς θάνατον. Μᾶλλον ἄφες αὐτὸν ἐνώπιον τοῦ Θεοῦ χωρὶς δεσμῶν· αὐτὸς γὰρ οἶδε τὰ πάντα.
Περὶ τοῦ ἀββᾶ Ἀπφύ.
Διηγήσαντο περὶ ἐπισκόπου τῆς Ὀξυρύγχου ὀνόματι ἀββᾶ Ἀπφύ· ὅτι ὅτε ἦν μοναχὸς, πολλὰς σκληραγωγίας ἐποίει· ὅτε δὲ ἐγένετο ἐπίσκοπος, ἠθέλησε χρήσασθαι τῇ αὐτῇ
37
σκληραγωγίᾳ καὶ ἐν τῷ κόσμῳ, καὶ οὐκ ἴσχυσε. Καὶ ἔῤῥιψε ἑαυτὸν ἐνώπιον τοῦ Θεοῦ λέγων· Μὴ ἄρα διὰ τὴν ἐπισκοπὴν ἀπῆλθεν ἡ χάρις ἀπ' ἐμοῦ; Καὶ ἀπεκαλύφθη αὐτῷ, ὅτι Οὐχί· ἀλλὰ τότε ἔρημος ἦν, καὶ μὴ ὄντος ἀνθρώπου, ὁ Θεὸς ἀντελαμβάνετο· νῦν δὲ κόσμος ἐστὶ, καὶ οἱ ἄνθρωποι ἀντιλαμβάνονταί σου.
Περὶ τοῦ ἀββᾶ Ἀπολλώ.
αʹ. Ἦν τις γέρων εἰς τὰ Κελλία ὀνόματι Ἀπολλώς· καὶ εἰ ἤρχετό τις αἰτῶν αὐτὸν εἰς οἱονδήποτε ἔργον, μετὰ χαρᾶς ἀπῄει, λέγων· Μετὰ τοῦ Χριστοῦ ἔχω σήμερον ἐργάσασθαι ὑπὲρ τῆς ψυχῆς μου· οὗτος γάρ ἐστιν ὁ μισθὸς αὐτῆς.
βʹ. Ἔλεγον περί τινος ἀββᾶ Ἀπολλὼ εἰς Σκῆτιν, ὅτι ποιμὴν ἦν ἄγροικος· καὶ ἰδὼν γυναῖκα ἐν γαστρὶ ἔχουσαν ἐν τῷ ἀγρῷ, ἐνεργηθεὶς ὑπὸ τοῦ διαβόλου εἶπε· Θέλω ἰδεῖν πῶς τὸ βρέφος κεῖται ἐν τῇ κοιλίᾳ αὐτῆς· καὶ ἀναῤῥήξας αὐτὴν, εἶδε τὸ βρέφος. Καὶ εὐθέως ἐπάταξεν αὐτὸν ἡ καρδία αὐτοῦ· καὶ κατανυγεὶς, ἦλθεν εἰς Σκῆτιν, καὶ ἀνήγγειλε τοῖς Πατράσιν ὃ ἐποίησεν. Ἤκουσε δὲ αὐτῶν ψαλλόντων· Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς ἑβδομήκοντα ἔτη· ἐὰν δὲ ἐν δυναστείαις, ὀγδοήκοντα· καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. Καὶ εἶπεν αὐτοῖς. Εἰμὶ τεσσαράκοντα ἐτῶν, μίαν εὐχὴν μὴ ποιήσας καὶ νῦν ἐὰν ζήσω ἄλλα τεσσαράκοντα ἔτη, οὐ παύομαι εὐχόμενος τῷ Θεῷ, ἵνα συγχωρήσῃ μοι τὰς ἁμαρτίας μου. Οὐδὲ γὰρ ἐργόχειρον ἐποίει, ἀλλὰ πάντοτε ηὔχετο, λέγων· Ἥμαρτον ὡς ἄνθρωπος, ὡς Θεὸς ἱλάσθητι. Καὶ γέγονεν αὐτῷ ἡ εὐχὴ αὕτη, εἰς μελέτην νυκτὸς καὶ ἡμέρας. Ἦν δὲ ἀδελφὸς μένων μετ' αὐτοῦ, καὶ ἤκουσεν αὐτοῦ λέγοντος· Ὤχλησά σοι, Κύριε, ἄφες μοι, ἵνα ἀναπαύσωμαι μικρόν. Καὶ ἐγένετο αὐτῷ πληροφορία, ὅτι συνεχώρησεν αὐτῷ ὁ Θεὸς πάσας τὰς ἁμαρτίας αὐτοῦ, καὶ τὸ τῆς γυναικός· εἰς δὲ τὸ παιδίον οὐκ ἐπληροφορήθη. Καὶ εἶπεν αὐτῷ τις τῶν γερόντων, ὅτι καὶ τὸ τοῦ παιδίου συνεχώρησέ σοι ὁ Θεός· ἀλλὰ ἀφίεισε ἐν τῷ πόνῳ, ὅτι συμφέρει τῇ ψυχῇ σου.
γʹ. Ὁ αὐτὸς εἶπεν περὶ τῆς ὑποδοχῆς τῶν ἀδελφῶν, ὅτι Δεῖ ἐρχομένους τοὺς ἀδελφοὺς προσκυνεῖν· οὐ γὰρ αὐτοὺς,
38
ἀλλὰ τὸν Θεὸν προσκυνοῦμεν. Εἶδες γὰρ, φησὶ, τὸν ἀδελφόν σου, εἶδες Κύριον τὸν Θεόν σου· καὶ τοῦτο, φησὶ, παρὰ τοῦ Ἁβραὰμ παρειλήφαμεν. Καὶ ὅτε δέχεσθε, πρὸς ἀνάπαυσιν παραβιάζεσθε· καὶ τοῦτο γὰρ παρὰ τοῦ Λὼτ μεμαθήκαμεν παραβιασαμένου τοὺς ἀγγέλους.
Περὶ τοῦ ἀββᾶ Ἀνδρέου.
Ἔλεγεν ὁ ἀββᾶς Ἀνδρέας· Πρέπει τῷ μοναχῷ τὰ τρία ταῦτα· ἡ ξενιτεία, ἡ πτωχεία, καὶ ἡ σιωπὴ ἐν ὑπομονῇ.
Περὶ τοῦ ἀββᾶ Ἀϊώ.
Ἔλεγον περί τινος γέροντος εἰς τὴν Θηβαΐδα ἀββᾶ Ἀντιανοῦ, ὅτι πολλὰς πολιτείας ἐποίησεν ἐν τῇ νεότητι αὐτοῦ, καὶ εἰς τὸ γῆρας αὐτοῦ ἠσθένησε, καὶ ἐτυφλώθη, καὶ πολλὴν παράκλησιν οἱ ἀδελφοὶ διὰ τὴν αὐτοῦ ἀσθένειαν ἐποίουν, καὶ ἔβαλον εἰς τὸ στόμα αὐτοῦ· καὶ ἠρώτησαν τὸν ἀββᾶν Ἀϊὼ περὶ τούτου· Τί γίνεται διὰ τὴν πολλὴν παράκλησιν ταύτην; Καὶ λέγει αὐτοῖς· Λέγω ὑμῖν, ὅτι ἐὰν ἡ καρδία αὐτοῦ θέλῃ, καὶ συγκαταβαίνῃ ἡδέως, ἐὰν φάγῃ ἓν φοίνικιν, ὁ Θεὸς αἴρει αὐτὸ ἐκ τοῦ κόπου αὐτοῦ· ἐὰν δὲ μὴ συγκαταβαίνῃ, ἀλλὰ μὴ θέλων λαμβάνῃ, ὁ Θεὸς τηρεῖ τὸν κόπον αὐτοῦ σῶον, ὅτι μὴ θέλων βιάζεται· κἀκεῖνοι τὸν μισθὸν ἔχουσιν.
Περὶ τοῦ ἀββᾶ Ἀμμωναθᾶ.
Ἦλθέ ποτέ τις ἄρχων εἰς τὸ Πηλούσιον, καὶ ἤθελεν ἀπαιτῆσαι ἐπικεφάλαια τοὺς μοναχοὺς, καθάπερ καὶ τοὺς κοσμικούς. Καὶ συνήχθησαν ὅλοι οἱ ἀδελφοὶ πρὸς τὸν ἀββᾶν Ἀμμωναθᾶν περὶ τούτου, καὶ ἐψηφίσαντό τινας τῶν Πατέρων ἀνελθεῖν πρὸς τὸν βασιλέα. Καὶ λέγει αὐτοῖς ὁ ἀββᾶς Ἀμμωναθᾶς· Οὐ χρεία τοῦ σκυλμοῦ τούτου· ἀλλὰ μᾶλλον ἡσυχάσατε εἰς τὰ κελλία ὑμῶν, καὶ νηστεύσατε δύο ἑβδομάδας, καὶ τῇ χάριτι τοῦ Χριστοῦ ἐγὼ μόνος ποιῶ τὸ πρᾶγμα. Καὶ ἀπῆλθον οἱ ἀδελφοὶ εἰς τὰ κελλία ἑαυτῶν· καὶ ὁ γέρων ἡσύχασεν εἰς τὸ ἴδιον κελλίον. Ὡς οὖν ἐπληρώθησαν δεκατέσσαρες ἡμέραι, ἐλυπήθησαν οἱ ἀδελφοὶ κατὰ τοῦ γέροντος, ὅτι οὐκ εἶδον αὐτὸν πώποτε
39
κινηθέντα, καὶ ἔλεγον· Κατήργησεν ὁ γέρων τὸ πρᾶγμα ἡμῶν. Τῇ δὲ πεντεκαιδεκάτῃ ἡμέρᾳ συνήχθησαν οἱ ἀδελφοὶ κατὰ τὰς συνταγάς· καὶ ὁ γέρων ἦλθε πρὸς αὐτοὺς ἔχων τὴν Σάκραν ὑπὸ τοῦ βασιλέως ἐσφραγισμένην. Ἰδόντες δὲ οἱ ἀδελφοὶ ἐξέστησαν, λέγοντες· Πότε ταύτην ἤνεγκας, ἀββᾶ; Καὶ λέγει ὁ γέρων· Πιστεύσατέ μοι, ἀδελφοὶ, ὅτι ἐν ταύτῃ τῇ νυκτὶ ἀπῆλθον πρὸς τὸν βασιλέα, καὶ ἔγραψε τὴν Σάκραν ταύτην· καὶ ἐλθὼν εἰς Ἀλεξάνδρειαν ὑπέγραψα αὐτὴν παρὰ τῶν ἀρχόντων· καὶ οὕτως ἦλθον πρὸς ὑμᾶς. Ἀκούσαντες δὲ φοβήθησαν, καὶ ἔβαλον αὐτῷ μετάνοιαν· καὶ ἠνύσθη αὐτῶν τὸ πρᾶγμα, καὶ οὐκ ἠνώχλησεν αὐτοῖς ὁ ἄρχων.
Ἀρχὴ τοῦ Β στοιχείου.
Περὶ τοῦ μεγάλου Βασιλείου
Ἔλεγέ τις τῶν γερόντων, ὅτι ὁ ἄγιος Βασίλειος ἐν κοινοβίῳ παραβαλὼν, μετὰ τὴν πρέπουσαν διδασκαλίαν λέγει τῷ ἡγουμένῳ· Ἔχεις ἀδελφὸν ὧδε ἔχοντα ὑπακοήν; Ὁ δὲ λέγει αὐτῷ· Πάντες δοῦλοί σού εἰσι, καὶ σπουδάζουσι σωθῆναι, δέσποτα. Πάλιν λέγει αὐτῷ· Ἔχεις ἐν ἀληθείᾳ τινὰ ἔχοντα ὑπακοήν; Ὁ δὲ ἤνεγκεν αὐτῷ ἕνα ἀδελφόν· καὶ ἐχρήσατο αὐτὸν εἰς τὸ ἄριστον ὑπηρέτην ὁ ἅγιος Βασίλειος. Μετὰ δὲ τὸ γεύσασθαι, ἔδωκεν αὐτῷ νίψασθαι· καὶ λέγει αὐτῷ ὁ ἄγιος Βασίλειος· Δεῦρο, κἀγὼ δώσω σοι νίψασθαι. Ὁ δὲ κατεδέξατο αὐτοῦ ἐπιχέοντος τὸ ὕδωρ. Καὶ λέγει αὐτῷ, ὅτι Ὅταν εἰσέρχωμαι εἰς τὸ ἱερατεῖον, δεῦρο ἵνα ποιήσω σε διάκονον. Καὶ τούτου γενομένου, ἐποίησεν αὐτὸν πρεσβύτερον· καὶ ἔλαβεν αὐτὸν μεθ' ἑαυτοῦ εἰς τὸ ἐπισκοπεῖον, διὰ τὴν ὑπακοὴν αὐτοῦ.
Περὶ τοῦ ἀββᾶ Βισαρίωνος.
αʹ. Ἔλεγεν ὁ ἀββᾶς Δουλᾶς ὁ μαθητὴς τοῦ ἀββᾶ Βισαρίωνος, ὅτι Ὁδευόντων ἡμῶν ποτε εἰς ὄχθαν τῆς θαλάσσης, ἐδίψησα, καὶ εἶπον τῷ ἀββᾷ Βισαρίωνι· Ἀββᾶ, διψῶ πάνυ. Καὶ ποιήσας εὐχὴν ὁ γέρων, λέγει μοι· Πίε ἐκ τῆς θαλάσσης. Καὶ ἐγλυκάνθη τὸ ὕδωρ, καὶ ἔπιον. Ἐγὼ δὲ
40
ἤντλησα εἰς τὸ ἀγγεῖον, μήποτε παρ' ἐκεῖ διψήσω. Καὶ ἰδὼν ὁ γέρων, λέγει μοι· Διατί ἤντλησας; Λέγω αὐτῷ· Συγχώρησόν μοι, μήποτε παρ' ἐκεῖ διψήσω. Καὶ εἶπεν ὁ γέρων· Ὁ Θεὸς ὧδε, καὶ πάντη Θεός.
βʹ. Ἄλλοτε χρείας αὐτῷ γενομένης, ἐποίησεν εὐχὴν, καὶ διέβη τὸν Χρυσορόαν ποταμὸν πεζῇ, καὶ ἀπῆλθεν εἰς τὸ πέραν. Ἐγὼ δὲ θαυμάσας, μετενόησα αὐτῷ, λέγων· Πῶς ᾐσθάνου τοὺς πόδας σου ἐν τῷ περιπατεῖν σε εἰς τὸ ὕδωρ; Καὶ εἶπεν ὁ γέρων· Ἕως τῶν ἀστραγάλων ᾐσθανόμην τοῦ ὕδατος· τὸ δὲ λοιπὸν ἦν στερεόν.
γʹ. Ἄλλοτε πάλιν ὑπαγόντων ἡμῶν πρός τινα γέροντα, ἦλθεν ὁ ἥλιος εἰς τὸ δῦναι. Καὶ εὐξάμενος ὁ γέρων εἶπε· Δέομαί σου, Κύριε, στήτω ὁ ἥλιος, ἕως οὗ φθάσω εἰς τὸν δοῦλόν σου. Καὶ ἐγένετο οὕτως.
δʹ. Ἄλλοτε πάλιν ἦλθον εἰς τὸ κελλίον αὐτοῦ καὶ εὗρον αὐτὸν ἑστηκότα εἰς εὐχὴν, καὶ αἱ χεῖρες αὐτοῦ ἐκτεταμέναι εἰς τὸν οὐρανόν· ἔμεινε δὲ ἐπὶ δεκατέσσαρας ἡμέρας τοῦτο ποιῶν. Καὶ μετὰ τοῦτο ἐφώνησέ με, καὶ εἶπέ μοι· Ἀκολούθει μοι. Καὶ ἐξελθόντες ἐπορεύθημεν εἰς τὴν ἔρημον. Καὶ διψήσας, εἶπον· Ἀββᾶ, διψῶ. Καὶ λαβὼν ὁ γέρων τὸ μηλωτάριόν μου ἀπῆλθεν ὡσεὶ λίθου βολήν· καὶ ποιήσας εὐχὴν ἤνεγκέ μοι αὐτὸ μεστὸν ὕδατος. Περιπατοῦντες δὲ ἤλθομεν κατά τινος σπηλαίου· καὶ εἰσελθόντες εὕρομέν τινα ἀδελφὸν καθεζόμενον καὶ ἐργαζόμενον σειρὰν, καὶ μὴ ἀνανεύοντα πρὸς ἡμᾶς, μήτε ἀσπαζόμενον, μήτε ὅλως θέλοντα συνάραι λόγον μεθ' ἡμῶν. Καὶ λέγει μοι ὁ γέρων· Ἄγωμεν ἐντεῦθεν· τάχα οὐ πληροφορεῖται ὁ γέρων λαλῆσαι ἡμῖν. Καὶ ὡδεύσαμεν εἰς τὴν Λυκὼ, ἕως ἤλθομεν εἰς τὸν ἀββᾶν Ἰωάννην. Καὶ ἀσπασάμενοι αὐτὸν ἐποιήσαμεν εὐχήν. Εἶτα ἐκάθισαν λαλεῖν περὶ τῆς θεωρίας ἧς εἶδε. Καὶ εἶπεν ὁ ἀββᾶς Βισαρίων, ὅτι ἀπόφασις ἐξῆλθεν ἵνα καθαιρεθῶσι τὰ ἱερά. Ἐγένετο δὲ οὕτως, καὶ καθῃρέθησαν. Ἐν δὲ τῷ ὑποστρέφειν ἡμᾶς, ἤλθομεν πάλιν κατὰ τοῦ σπηλαίου ὅπου εἴδομεν τὸν ἀδελφόν. Καὶ λέγει μοι ὁ γέρων· Εἰσέλθωμεν πρὸς αὐτὸν, μήπως ὁ Θεὸς ἐπληροφόρησεν αὐτὸν λαλῆσαι ἡμῖν. Καὶ ὡς εἰσήλθομεν, εὕρομεν αὐτὸν τελειωθέντα. Καὶ λέγει μοι ὁ γέρων· Δεῦρο,
41
ἀδελφὲ, συστείλωμεν τὸ σῶμα αὐτοῦ· εἰς γὰρ τοῦτο ἔπεμψεν ἡμᾶς ὁ Θεὸς ὧδε. Συστελλόντων δὲ ἡμῶν εἰς τὸ θάψαι αὐτὸν, εὕρομεν ὅτι γυνὴ ἦν τῇ φύσει. Καὶ ἐθαύμασεν ὁ γέρων, καὶ εἶπεν· Ἴδε πῶς καὶ γυναῖκες καταπαλαίουσι τὸν Σατανᾶν, καὶ ἡμεῖς ἐν ταῖς πόλεσιν ἀσχημονοῦμεν. Καὶ δοξάσαντες τὸν Θεὸν τὸν ὑπερασπιστὴν τῶν ἀγαπώντων αὐτὸν, ἀνεχωρήσαμεν ἐκεῖθεν.
εʹ. Ἦλθέ τίς ποτε δαιμονιζόμενος εἰς τὴν Σκῆτιν, καὶ ἐγένετο εὐχὴ περὶ αὐτοῦ ἐν τῇ ἐκκλησίᾳ, καὶ οὐκ ἐξήρχετο ὁ δαίμων· ἦν γὰρ σκληρός. Καὶ λέγουσιν οἱ κληρικοί· Τί ἔχομεν ποιῆσαι τῷ δαίμονι τούτῳ; οὐδεὶς δύναται αὐτὸν ἐκβαλεῖν, εἰ μὴ ὁ ἀββᾶς Βισαρίων· καὶ ἐὰν αὐτὸν παρακαλέσωμεν, οὐδὲ εἰς τὴν ἐκκλησίαν ἔρχεται. Τοῦτο οὖν ποιήσωμεν· ἰδοὺ ἔρχεται πρωῒ πρὸ πάντων εἰς τὴν ἐκκλησίαν· ποιήσωμεν τὸν πάσχοντα καθευδῆσαι εἰς τὸν τόπον αὐτοῦ· καὶ ὅτε εἰσέρχεται, στῶμεν εἰς εὐχὴν, καὶ εἴπωμεν αὐτῷ· Ἐξύπνησον καὶ τὸν ἀδελφὸν, ἀββᾶ. Ἐποίησαν δὲ οὕτως, καὶ ἐλθόντος τοῦ γέροντος πρωῒ, ἐστάθησαν εἰς εὐχὴν, καὶ λέγουσιν αὐτῷ· Ἐξύπνησον καὶ τὸν ἀδελφόν. Καὶ εἶπεν αὐτῷ ὁ γέρων· Ἀνάστα, ἔξελθε ἔξω. Καὶ εὐθέως ἐξῆλθεν ἀπ' αὐτοῦ ὁ δαίμων, καὶ ἰάθη ἀπὸ τῆς ὥρας ἐκείνης.
ϛʹ. Εἶπεν ὁ ἀββᾶς Βισαρίων, ὅτι Τεσσαράκοντα νυχθήμερα ἔμεινα μέσον ῥάμνων, στήκων, μὴ κοιμώμενος.
ζʹ. Ἀδελφός τις ἁμαρτήσας ἐχωρίζετο ὑπὸ τοῦ πρεσβυτέρου ἐκ τῆς ἐκκλησίας. Ὁ δὲ ἀββᾶς Βισαρίων ἀναστὰς συνεξῆλθεν αὐτῷ, λέγων, ὅτι Κἀγὼ ἁμαρτωλός εἰμι.
ηʹ. Ὁ αὐτὸς ἀββᾶς Βισαρίων εἶπεν, ὅτι Τεσσαράκοντα ἔτη οὐκ ἔθηκα ἑαυτὸν ἐπιπλευρὸν, ἀλλὰ καθήμενος ἢστήκων ἐκοιμώμην.
θʹ. Ὁ αὐτὸς εἶπεν· Ὅταν ἐν εἰρήνῃ τυγχάνῃς καὶ οὐ πολεμῆσαι, τότε μᾶλλον ταπεινοῦ, μήπως χαρᾶς ἀλλοτρίας ἐπεισελθούσης καυχησώμεθα, καὶ παραδοθῶμεν εἰς πόλεμον. Πολλάκις γὰρ ὁ Θεὸς διὰ τὰς ἀσθενείας ἡμῶν οὐ συγχωρεῖ ἡμᾶς παραδοθῆναι, ἵνα μὴ ἀπολώμεθα.
42
ιʹ. Ἀδελφὸς συνοικῶν ἀδελφοῖς ἠρώτησε τὸν ἀββᾶν Βισαρίωνα· Τί ποιήσω; Λέγει αὐτῷ ὁ γέρων· Σιώπα, καὶ μὴ μετρήσῃς ἑαυτόν.
ιαʹ. Ὁ ἀββᾶς Βισαρίων ἀποθνήσκων ἔλεγεν, ὅτι ὀφείλει εἶναι ὁ μοναχὸς, ὡς τὰ χερουβὶμ καὶ τὰ σεραφὶμ, ὅλος ὀφθαλμός.
ιβʹ. Διηγήσαντο οἱ μαθηταὶ τοῦ ἀββᾶ Βισαρίωνος, τὸν βίον αὐτοῦ οὕτως γεγενῆσθαι, ὡς ἕν τι τῶν ἀερίων πτηνῶν ἢ νηκτῶν ἢ χερσαίων ζώων, ἀταράχως καὶ ἀμερίμνως πάντα τὸν τῆς ζωῆς αὐτοῦ χρόνον διατελέσαντα. Οὐ γὰρ φροντὶς οἴκου παρ' αὐτοῦ ἐμελετᾶτο, οὐ τόπων ἐπιθυμία κεκρατηκέναι ἔδοξε τῆς τούτου ψυχῆς, οὐ κόρος τρυφῆς, οὐ κτίσις οἰκημάτων, οὐ βίβλων περιφοραί· ἀλλ' ὅλος δι' ὅλου τῶν τοῦ σώματος παθῶν ἐφάνη ἐλεύθερος, ἐλπίδι τῶν μελλόντων τρεφόμενος, καὶ πίστεως ὀχυρώματι βεβηκὼς, ἐκαρτέρει ὥσπερ αἰχμάλωτος ὧδε κἀκεῖσε, ἐν ψύχει καὶ γυμνότητι διαμένων, καὶ τῇ φλογὶ τοῦ ἡλίου διακαιόμενος αἴθριος πάντοτε· κρημνοῖς ἐρημιῶν ἑαυτὸν ὡς πλανώμενον περιπείρων, καὶ πλατείᾳ τῇ ἄμμου χώρᾳ ἀοικήτῳ πολλάκις ἑαυτὸν ὡς ἐν πελάγει φέρεσθαι εὐδοκήσας. Εἰ δὲ συμβεβήκει εἰς ἡμερότητα τόπων ἐλθεῖν, ἔνθα οἱ τῆς ὁμοτρόπου ζωῆς μοναχοὶ καὶ κοινὸν τὸν βίον ἔχουσιν, ἔξω θυρῶν καθεζόμενος ἔκλαιε, καὶ ὥσπερ ἐκ ναυαγίου τις ἀποῤῥιφεὶς ὠδύρετο. Εἶτα. ἐξελθών τις τῶν ἀδελφῶν, εἰ εὗρε τοῦτον, ὡς προσαίτην ἕνα τῶν ἐν τῷ κόσμῳ πτωχῶν καθήμενον, καὶ ἐγγίσας, ἐλεεινῶς φησιν αὐτῷ· Τί κλαίεις, ἄνθρωπε; εἰ δέῃ τινὸς τῶν ἀναγκαίων, κατὰ δύναμιν λήψῃ, μόνον εἰσελθὼν ἔνδον κοινώνησον ἡμῖν τραπέζης, παραμυθίας τυχών. Ὁ δὲ ἀπεκρίνατο, μὴ δύνασθαι ὑπὸ στέγην μεῖναι, πρὶν ἂν εὕρω τῆς ἐμῆς οἰκίας τὴν ὕπαρξιν· ἀπολωλεκέναι φήσας πολλὰ χρήματα διαφόροις τρόποις. Καὶ γὰρ πειραταῖς περιέπεσα, καὶ ναυαγίῳ ἐλήφθην, καὶ τῆς εὐγενείας μου ἐξέπεσον, ἄδοξος ἐξ ἐνδόξων γενόμενος. Ὁ δὲ πρὸς τὸν λόγον σχετλιάσας, εἰσελθὼν, καὶ ψωμὸν λαβὼν, παρέσχε, λέγων· Λάβε τοῦτον, πάτερ· τὰ δὲ ἄλλα σοι ὁ Θεὸς, ὡς λέγεις, ἀπονεμεῖ πατρίδα καὶ γένος, καὶ πλοῦτον ὃν ἔφης. Ὁ δὲ ἔτι μᾶλλον πενθῶν ἔβρυξε μέγα,
43
ἐπιφθεγξάμενος· Οὐκ οἶδα εἰπεῖν εἰ δυνηθείην εὑρεῖν ἄπερ ζητῶ ἀπολέσας· ἀλλ' ἔτι μᾶλλον χαρίσομαι, κινδυνεύων ἀεὶ καθ' ἡμέραν εἰς θάνατον, ἀνοχὴν οὐκ ἔχων ἀπὸ τῶν ἀμέτρων ἐμοὶ συμφορῶν. Δεῖ γάρ με συνεχῶς ἀποπλανώμενον, τελειῶσαι τὸν δρόμον.
Περὶ τοῦ ἀββᾶ Βενιαμίν.
αʹ. Ἔλεγεν ὁ ἀββᾶς Βενιαμὶν, ὅτι Ὡς κατήλθομεν ἀπὸ τοῦ θέρους εἰς Σκῆτιν, ἤνεγκαν ἡμῖν ἀπὸ Ἀλεξανδρείας καρποφορίαν, πρὸς ἕνα ἀγγεῖον ἐλαίου ξέστου γεγυψωμένον· καὶ ὡς ἦλθε πάλιν ὁ καιρὸς τοῦ θέρους, εἴ τι περιέσσευεν, οἱ ἀδελφοὶ ἔφερον εἰς τὴν ἐκκλησίαν. Κἀγὼ ἤμην μὲ ἀνοίξας τὸ ἀγγεῖόν μου, ἀλλὰ τῇ ῥαφίδι τρυπήσας, μετέβαλον μικρόν· καὶ εἶχεν ἡ καρδία μου, ὅτι μέγα πρᾶγμα ἐποίησα. Και ὡς ἤνεγκαν οἱ ἀδελφοὶ τὰ ἑαυτῶν ἀγγεῖα γεγυψωμένα ὡς ἦσαν, καὶ τὸ ἐμὸν τετρυπημένον ἦν, εὑρέθην ὡς πορνεύσας ἀπὸ τῆς αἰσχύνης.
βʹ. Εἶπεν ὁ ἀββᾶς Βενιαμὶν ὁ πρεσβύτερος τῶν Κελλίων, ὅτι Παρεβάλομεν εἰς Σκῆτιν πρός τινα γέροντα, καὶ ἠθελήσαμεν αὐτῷ βαλεῖν μικρὸν ἔλαιον· κεὶ λέγει ἡμῖν· Ἰδοὺ ποῦ κεῖται τὸ μικρὸν ἀγγεῖον ὃ ἠνέγκατέ μοι πρὸ τριῶν ἐτῶν· ὡς ἐθήκατε αὐτὸ, οὕτως ἔμεινεν. Ἀκούσαντες δὲ ἡμεῖς ἐθαυμάσαμεν τὴν πολιτείαν τοῦ γέροντος.
γʹ. Ὁ αὐτὸς εἶπεν, ὅτι Παρεβάλομεν ἄλλῳ γέροντι, καὶ ἐκράτησεν ἡμᾶς φαγεῖν· ἔβαλε δὲ ἡμῖν ῥαφανέλαιον. Καὶ λέγομεν αὐτῷ· Πάτερ, μᾶλλον μικρὸν χρήσιμον ἔλαιον βάλε ἡμῖν. Ὁ δὲ ἀκούσας, ἐσφράγισεν ἑαυτὸν, λέγων· Εἴ ἐστιν ἄλλο ἔλαιον ἐκτὸς τούτου, οὐκ οἶδα ἐγώ.
δʹ. Ὁ ἀββᾶς Βενιαμὶν εἴρηκε τοῖς υἱοῖς αὐτοῦ ἀποθνήσκων· Ταῦτα ποιεῖτε, καὶ δύνασθε σωθῆναι· Πάντοτε χαίρετε, ἀδιαλείπτως προσεύχεσθε, ἐν παντὶ εὐχαριστεῖτε.
εʹ. Ὁ αὐτὸς εἴρηκε· Τὴν βασιλικὴν ὁδὸν πορεύεσθε, καὶ τὰ μίλια μετρεῖτε, καὶ οὐκ ὀλιγωρεῖτε.
Περὶ τοῦ ἀββᾶ Βιαρέ.
Ἠρώτησέ τις τὸν ἀββᾶν Βιαρὲ, λέγων· Τί ποιήσω ἵνα σωθῶ; Καὶ λέγει αὐτῷ· Ὕπαγε, ποίησον τὴν κοιλίαν σου μικρὰν,
44
καὶ τὸ ἐργόχειρόν σου μικρὸν, καὶ μὴ ταράσσου εἰς τὸ κελλίον σου· καὶ σώζῃ.
Ἀρχὴ τοῦ Γ στοιχείου.
Περὶ τοῦ ἀββᾶ Γρηγορίου τοῦ θεολόγου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Γρηγόριος, ὅτι τὰ τρία ταῦτα ἀπαιτεῖ ὁ Θεὸς παρὰ παντὸς ἀνθρώπου ἔχοντος τὸ βάπτισμα· πίστιν ὀρθὴν ἀπὸ τῆς ψυχῆς, καὶ ἀλήθειαν ἀπὸ τῆς γλώσσης, καὶ σωφροσύνην ἀπὸ τοῦ σώματος.
βʹ. Εἶπε πάλιν· Ὅλος ὁ βίος ἀνθρώπου, ἡμέρα μία, τοῖς πόθῳ κάμνουσιν.
Περὶ τοῦ ἀββᾶ Γελασίου.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Γελασίου, ὅτι εἶχε βιβλίον ἐν δέρμασιν, ἄξιον δεκαοκτὼ νομισμάτων· εἶχε δὲ τὴν Παλαιὰν καὶ Καινὴν Διαθήκην γεγραμμένην ὅλην· καὶ ἔκειτο ἐν τῇ ἐκκλησίᾳ, ἵνα ὁ θέλων τῶν ἀδελφῶν ἀναγνῷ. Ἐλθὼν δέ τις ἀδελφῶν ξένος παραβαλεῖν τῷ γέροντι, ὡς εἶδεν αὐτὸ, ἐπεθύμησεν αὐτοῦ, καὶ κλέψας ἐξῆλθεν. Ὁ δὲ γέρων οὐκ ἐδίωξεν ὀπίσω αὐτοῦ, ὥστε καταλαβεῖν αὐτὸν, καίπερ νοήσας. Ἀπελθὼν οὖν ἐκεῖνος εἰς τὴν πόλιν, ἐζήτει πωλῆσαι αὐτό· καὶ εὑρὼν τὸν θέλοντα ἀγοράσαι, ἀπῄτει τὴν τιμὴν νομίσματα δεκαέξ. Ὁ δὲ θέλων ἀγοράσαι, λέγει αὐτῷ· Δός μοι πρῶτον, δοκιμάσω αὐτὸ, καὶ οὕτω τὸ τίμημά σοι παρέχω. Δέδωκεν οὖν αὐτό. Ὁ δὲ λαβὼν, ἤνεγκε τῷ ἀββᾷ Γελασίῳ δοκιμάσαι αὐτὸ, εἰρηκὼς αὐτῷ τὴν ποσότητα ἣν καὶ ὁ πωλῶν εἶπε. Καὶ λέγει ὁ γέρων· Ἀγόρασον αὐτὸ, καλὸν γάρ ἐστι καὶ ἄξιον ἧς εἴρηκας τιμῆς. Καὶ ἐλθὼν ὁ ἄνθρωπος εἶπε τῷ πωλοῦντι ἄλλως, καὶ οὐ καθὼς εἶπεν ὁ γέρων, λέγων· Ἰδοὺ ἔδειξα αὐτὸ τῷ ἀββᾷ Γελασίῳ, καὶ εἶπέ μοι ὅτι πολλοῦ ἐστι, καὶ οὐκ ἔστιν ἄξιον ἧς εἴρηκας τιμῆς. Ἐκεῖνος ἀκούσας, λέγει αὐτῷ· Οὐδέν σοι ἄλλο εἶπεν ὁ γέρων; Λέγει αὐτῷ· Οὐχί. Τότε λέγει· Οὐκέτι θέλω πωλῆσαι αὐτό. Κατανυγεὶς δὲ ἦλθε πρὸς τὸν γέροντα μετανοῶν, καὶ παρακαλῶν αὐτὸν δέξασθαι αὐτό. Ὁ δὲ γέρων οὐκ ἤθελε λαβεῖν. Τότε λέγει αὐτῶ ὁ ἀδελφὸς, ὅτι
45
Ἐὰν μὴ λάβῃς αὐτὸ, οὐκ ἔχω ἀνάπαυσιν. Λέγει αὐτῷ ὁ γέρων· Εἰ οὐκ ἀναπαύῃ, ἰδοὺ δέχομαι αὐτό. Καὶ ἔμεινεν ὁ ἀδελφὸς ἐκεῖνος ἕως τῆς τελευτῆς αὐτοῦ, ὠφεληθεὶς ἀπὸ τῆς ἐργασίας τοῦ γέροντος.
βʹ. Τούτῳ τῷ ἀββᾷ Γελασίῳ κατελείφθη ποτὲ παρὰ γέροντός τινος, μοναχοῦ καὶ αὐτοῦ, περὶ τὴν Νικόπολιν τὴν οἴκησιν ἔχοντος, κελλίον καὶ τὸ περὶ αὐτὸ χωρίον. Γεωργὸς δέ τις Βακάτου τοῦ τότε πρωτεύοντος τῆς Νικοπόλεως τῆς κατὰ Παλαιστίνην, συγγενὴς ὢν τοῦ κοιμηθέντος γέροντος, προσελθὼν τῷ αὐτῷ Βακάτῳ ἠξίου λαβεῖν τὸ αὐτὸ χωρίον, ὡς δῆθεν ἐκ τῶν νόμων εἰς αὐτὸν ἐλθεῖν ὀφείλοντος. Ὁ δὲ (δράστης γὰρ ἦν) αὐτοχειρὶ τὸ χωρίον λαβεῖν ἐπειρᾶτο παρὰ τοῦ ἀββᾶ Γελασίου. Μὴ θέλων δὲ κελλίον μοναχικὸν παραδοῦναι κοσμικῷ ὁ αὐτὸς ἀββᾶς Γελάσιος, οὐ παρεχώρει. Παρατηρησάμενος δὲ ὁ Βακάτος τὰ ζῶα τοῦ ἀββᾶ Γελασίου μεταφέροντα τὰς ἐλαίας τοῦ καταλειφθέντος χωρίου αὐτῷ, βιαίως ταῦτα ἀποσπάσας, εἰς τὸν οἶκον αὐτοῦ τὰς ἐλαίας λαβὼν, μόλις μετὰ ἀτιμίας ἀπέλυσε τὰ ζῶα μετὰ τῶν κτηνιτῶν αὐτῶν. Ὁ δὲ μακάριος γέρων τοῦ μὲν καρποῦ οὐδ' ὅλως ἀντεποιήθη, τῆς δὲ δεσποτείας τοῦ χωρίου οὐ παρεχώρησε, διὰ τὴν εἰρημένην αἰτίαν. Ἐφ' ὃν ἐξαφθεὶς ὁ Βακάτος, χρειῶν καὶ ἄλλων ἑλκουσῶν αὐτὸν (φιλόδικος γὰρ ἦν), ἐπὶ Κωνσταντινούπολιν ὁρμᾷ, πεζῇ τὴν ὁδοιπορίαν ποιούμενος. Γενόμενος δὲ κατὰ τὴν Ἀντιόχειαν, τότε ὡς μεγάλου φωστῆρος λάμποντος τοῦ ἁγίου Συμεὼν, τὰ κατ' αὐτὸν ἀκούσας (ὑπὲρ ἄνθρωπον γὰρ ἦν), ἐπεθύμησεν ὡς χριστιανὸς τὸν ἅγιον θεάσασθαι. Ἰδὼν δὲ αὐτὸν ἀπὸ τοῦ στύλου ὁ ἅγιος Συμεὼν, εὐθὺς εἰσελθόντα εἰς τὸ μοναστήριον, ἠρώτα· Πόθεν εἶ, καὶ ποῦ πορεύῃ; Ὁ δέ φησιν· Ἀπὸ Παλαιστίνης εἰμὶ, καὶ εἰς Κωνσταντινούπολιν ὑπάγω. Ὁ δὲ πρὸς αὐτόν· Καὶ τίνος χάριν; Λέγει αὐτῷ ὁ Βακάτος· Διὰ χρείας πολλάς· καὶ ἐλπίζω διὰ τῶν εὐχῶν τῆς ἁγιωσύνης σου ἐπαναλῦσαι, καὶ προσκυνεῖν τὰ ἅγιά σου ἴχνη. Καὶ λέγει αὐτῷ ὁ ἅγιος Συμεών· Οὐ θέλεις, ἀνέλπιστε τῶν ἀνθρώπων, εἰπεῖν ὅτι κατὰ τοῦ ἀνθρώπου τοῦ Θεοῦ ἀνέρχῃ. Ἀλλ' οὐκ εὔοδά σοι ἔσται, οὐδὲ ὄψει ἔτι τὸν οἶκόν
46
σου. Ἐὰν οὖν πείθῃ τῇ συμβουλίᾳ μου, ἐντεῦθεν ἤδη ἀναλύσας πρὸς αὐτὸν ὁρμᾷς, καὶ μετανοεῖς αὐτῷ, εἴγε ἐν τοῖς ζῶσιν ὢν καταλάβῃς τὸν τόπον. Εὐθέως οὖν ληφθεὶς ὑπὸ πυρετοῦ, καὶ ὑπὸ τῶν συνόντων ἐν λεκτικίῳ βληθεὶς, ἠπείγετο κατὰ τὸν λόγον τοῦ ἁγίου Συμεὼν καταλαβεῖν τὴν χώραν, καὶ μετανοῆσαι τῷ ἀββᾷ Γελασίῳ. Ἀλλὰ φθάσας τὴν Βήρυτον, ἐτελεύτησε, μὴ θεασάμενος τὸν οἶκον αὐτοῦ, κατὰ τὴν προφητείαν τοῦ ἁγίου. Ταῦτα ὁ υἱὸς αὐτοῦ, Βακάτος καὶ αὐτὸς λεγόμενος, μετὰ τὴν τελευτὴν τοῦ πατρὸς αὐτοῦ, πολλοῖς καὶ ἀξιοπίστοις ἀνδράσι διηγήσατο.
γʹ. Καὶ τοῦτο δὲ πολλοὶ τῶν μαθητῶν αὐτοῦ διηγήσαντο ὅτι Ποτὲ ὀψαρίου ἐνεχθέντος αὐτοῖς, τοῦτο τηγανίσας ὁ μάγειρος, εἰσήνεγκε τῷ κελλαρίτῃ· χρείας δὲ ἐπειγούσης τὸν κελλαρίτην, ἐξῆλθε τοῦ κελλαρίου, ἐάσας τὸ ὀψάριον ἐν σκεύει χαμαὶ, παραγγείλας θρεπταρίῳ μικρῷ τοῦ μακαρίου Γελασίου φυλάττειν αὐτὸ πρὸς ὥραν, ἕως οὗ ἀνακάμψῃ· τὸ δὲ παιδίον λιχνισθὲν, ἔβαλεν ἐσθίειν ἀφειδῶς τὸ ὀψάριον. Εἰσελθὼν δὲ ὁ κελλαρίτης, καὶ εὑρὼν αὐτὸ ἐσθίον, ἀγανακτήσας κατὰ τοῦ παιδὸς χαμαὶ καθημένου, ἀπαρατηρήτως τῷ ποδὶ ὤθησεν· ἐξ ἐνεργείας δέ τινος, κατὰ καιρίου κρουσθεὶς, λειποθυμήσας ἀπέθανεν. Ὁ δὲ κελλαρίτης φόβῳ κατασχεθεὶς, ἀνακλίνας τοῦτον ἐν τῇ ἰδίᾳ στρώσει, καὶ σκεπάσας, ἀπαγγέλλων αὐτῷ τὸ γενόμενον. Ὁ δὲ παραγγείλας αὐτῷ μηδενὶ ἄλλῳ εἰπεῖν, ἐκέλευσεν αὐτῷ μετὰ τὸ πάντας ἡσυχάσαι ἑσπέρας, εἰσενέγκαι αὐτὸ εἰς τὸ διακονικὸν, καὶ θεῖναι ἔμπροσθεν τοῦ θυσιαστηρίου, καὶ ἀναχωρῆσαι. Καὶ ἐλθὼν ὁ γέρων εἰς τὸ διακονικὸν, ἔστη εἰς προσευχήν· καὶ τῇ ὥρᾳ τῆς νυκτερινῆς ψαλμῳδίας, συναχθέντων τῶν ἀδελφῶν, ἐξῆλθεν ὁ γέρων ἔχων ἀκολουθοῦν αὐτὸ τὸ μειράκιον· μηδενὸς τὸ γενόμενον εἰδότος, πλὴν αὐτοῦ, καὶ τοῦ κελλαρίτου, ἕως τῆς αὐτοῦ τελευτῆς.
δʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Γελασίου, οὐχ οἱ μαθηταὶ αὐτοῦ μόνον, ἀλλὰ καὶ πολλοὶ τῶν πυκνῶς αὐτῷ παραβαλόντων διηγοῦντο, ὅτι ἐν τῷ καιρῷ τῆς οἰκουμενικῆς συνόδου τῆς ἐν Καλχηδόνι, Θεοδόσιος ὁ προκατάρξας ἐν Παλαιστίνῃ
47
τοῦ κατὰ Διόσκορον σχίσματος, προλαβὼν τοὺς ἐπισκόπους ἐπανελθεῖν μέλλοντας ἐπὶ τὰς ἰδίας Ἐκκλησίας (παρῆν γὰρ καὶ αὐτὸς ἐν Κωνσταντινουπόλει, διωχθεὶς ἀπὸ τῆς ἰδίας πατρίδος ὡς ταραχαῖς ἀεὶ χαίρων), ὥρμησε πρὸς τὸν ἀββᾶν Γελάσιον εἰς τὸ αὐτοῦ μοναστήριον, λέγων κατὰ τῆς συνόδου, ὡς τὸ Νεστορίου δόγμα κυρωσάσης· διὰ τούτου νομίζων τὸν ἅγιον ὑφαρπάζει, πρὸς συνεργίαν τῆς αὐτοῦ ῥᾳδιουργίας καὶ τοῦ κατ' αὐτὸν σχίσματος. Ὁ δὲ ἐκ τῆς τοῦ ἀνδρὸς καταστάσεως, καὶ ἐκ τῆς προσούσης αὐτῷ θεόθεν συνέσεως, τὸ διεφθαρμένον τῆς αὐτοῦ γνώμης καταλαβὼν, οὐ συναπήχθη τῇ αὐτοῦ ἀποστασίᾳ, ὡς οἱ τότε σχεδὸν πάντες, ἀλλ' ἀξίως αὐτὸν ἀτιμάσας ἀπέπεμψεν. Εἰς μέσον γὰρ ἐνεγκὼν τὸ θρεπτάριον ὅπερ ἐκ νεκρῶν ἀνέστησεν, ἔλεγεν ἐν ἤθει σεμνῷ οὕτως· Ἐὰν περὶ πίστεως θέλῃς διαλεχθῆναι, ἔχεις τοῦτον παρὰ σοῦ ἀκούοντα καὶ διαλεγόμενόν σοι· ἐμοὶ γὰρ οὐ σχολὴ τὰ παρὰ σοῦ ἀκούειν. Ἐπὶ τούτοις διατραπεὶς, καὶ ἐπὶ τὴν ἁγίαν πόλιν ὁρμήσας, συναρπάζει μὲν ὅλον τὸ μοναχικὸν, ἐν προσχήματι θείου ζήλου· συναρπάζει δὲ καὶ τὴν Αὐγούσταν τότε παροῦσαν· καὶ οὕτως συνεργὸν λαβὼν, βίᾳ κατέσχε τὸν θρόνον Ἱεροσολύμων· φόνοις τοῦτον προαρπάσας, καὶ τὰ ἄλλα ἀθέμιτα καὶ ἀκανόνιστα διαπράξας, ἃ μέχρι νῦν πολλοὶ μνημονεύουσι. Τότε δὴ ὡς ἐγκρατὴς γενόμενος, καὶ τοῦ σκοποῦ ἐπιτυχὼν, καὶ ἐπισκόπους πλείστους χειροτονήσας, προλαμβάνων τοὺς θρόνους τῶν ἐπισκόπων μηδέπω ἐπανελθόντων, μεταστέλλεται καὶ τὸν ἀββᾶν Γελάσιον· καὶ προτρέπεται εἰς τὸ ἱερατεῖον, δελεάζων ἅμα καὶ ἐκφοβῶν. Εἰσελθόντι οὖν αὐτῷ εἰς τὸ ἱερατεῖον, ἔλεγεν ὁ Θεοδόσιος· Ἀναθεμάτισον Ἰουβενάλιον. Ὁ δὲ μηδὲν καταπλαγεὶς, Ἄλλον οὐκ οἶδα, φησὶν, ἐπίσκοπον Ἱεροσολύμων, εἰ μὴ Ἰουβενάλιον. Εὐλαβηθεὶς δὲ ὁ Θεοδόσιος, μὴ καὶ ἄλλοι τὸν εὐσεβῆ αὐτοῦ ζῆλον μιμήσωνται, κελεύει αὐτὸν εὐφυῶς ἔξω βληθῆναι τῆς ἐκκλησίας. Παραλαβόντες δὲ αὐτὸν οἱ τοῦ αὐτοῦ σχήματος, περιέστησαν αὐτῷ ξύλα, καίειν αὐτὸν ἀπειλοῦντες. Ὁρῶντες δὲ αὐτὸν μηδὲ οὕτως ἐνδιδόντα, μηδὲ καταπτήσσοντα, καὶ εὐλαβούμενοι τὴν τοῦ δήμου ἔγερσιν, διὰ τὸ περιβόητον εἶναι τὸν ἄνδρα (τὸ ὅλον ἐκ τῆς
48
ἄνωθεν ἦν Προνοίας), ἀπέλυσαν ἀβλαβῆ τὸν μάρτυρα, τό γε ἐφ' ἑαυτῷ Χριστῷ ὁλοκαυτωθέντα.
εʹ. Ἔλεγον περὶ αὐτοῦ, ὅτι ἐν νεότητι τὸν ἀκτήμονα βίον καὶ ἀναχωρητικὸν μετήρχετο· ἦσαν δὲ κατ' αὐτὸν τὸν καιρὸν καὶ ἄλλοι πλεῖστοι κατὰ τοὺς αὐτοὺς τόπους, τὸν αὐτὸν βίον αὐτῷ συνασπαζόμενοι· ἐν οἷς καὶ γέρων τις ἦν εἰς ἄκρον ἁπλούστατος καὶ ἀκτήμων, ἐν μονοκελλίῳ οἰκήσας ἄχρι τελευτῆς, καίπερ μαθητὰς ἐσχηκὼς ἐν τῷ γήρᾳ αὐτοῦ. Οὗτος ἤσκησε φυλάξαι τὸ μὴ κτήσασθαι δύο χιτῶνας, μηδὲ μεριμνῆσαι περὶ τῆς αὔριον μετὰ τῶν συνόντων αὐτῷ μέχρι θανάτου. Ὅτε οὖν συνέβη τὸν ἀββᾶν Γελάσιον, ἐκ θείας συνεργίας συστήσασθαι τὸ κοινόβιον, προσεφέροντο αὐτῷ καὶ χωρία πολλά· ἐκτήσατο δὲ καὶ τὰ πρὸς τὰς χρείας τοῦ κοινοβίου κτήνη ἀχθοφόρα καὶ βόας. Ὁ γὰρ χρηματίσας τῷ θείῳ Παχωμίῳ ἐν πρώτοις κοινόβιον συστήσασθαι, καὶ τούτῳ συνήργει εἰς τὴν πᾶσαν τοῦ μοναστηρίου σύστασιν. Ἐν τούτοις οὖν βλέπων αὐτὸν ὁ προειρημένος γέρων, καὶ γνησίαν σώζων πρὸς αὐτὸν ἀγάπην, ἔλεγεν αὐτῷ· Φοβοῦμαι, ἀββᾶ Γελάσιε, μὴ δεθῇ ὁ λογισμός σου εἰς τὰ χωρία καὶ τὴν λοιπὴν κτῆσιν τοῦ κοινοβίου. Ὁ δὲ πρὸς αὐτόν. Δέδεται μᾶλλον ὁ λογισμός σου εἰς τὸ κεντητῆριν ἐν ᾧ ἐργάζῃ, ἢ ὁ λογισμὸς Γελασίου εἰς τὰ κτήματα.
ϛʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Γελασίου, ὅτι πολλάκις ἐνοχληθεὶς ὑπὸ τῶν λογισμῶν ἀπελθεῖν εἰς τὴν ἔρημον, μιᾷ τῶν ἡμερῶν λέγει τῷ μαθητῇ αὐτοῦ· Ποίησον ἀγάπην, ἀδελφὲ, καὶ εἴ τι δ' ἂν ποιήσω, βάσταξον, καὶ μηδὲν λαλήσῃς μοι τὴν ἑβδομάδα ταύτην. Καὶ λαβὼν βαΐνην ῥάβδον, ἤρξατο περιπατεῖν εἰς τὸ αὐλύδριον αὐτοῦ· καὶ κοπιάσας ἐκάθισε μικρὸν, καὶ πάλιν ἀναστὰς περιεπάτει. Γενομένης δὲ ἑσπέρας, λέγει τῷ λογισμῷ· Ὁ εἰς τὴν ἔρημον περιπατῶν ἄρτον οὐκ ἐσθίει, ἀλλὰ βοτάνας· σὺ δὲ διὰ τὴν ἀσθένειάν σου φάγε λεπτολάχανον. Καὶ ποιήσας οὕτως, πάλιν λέγει τῷ λογισμῷ· Ὁ εἰς τὴν ἔρημον ὑπὸ στέγην οὐ κοιμᾶται, ἀλλὰ ὑπὸ τὸν ἀέρα· καὶ οὖν ποίησον οὕτως· καὶ κλίνας ἑαυτὸν, κοιμᾶται εἰς τὸ αὐλύδριον. Ποιήσας οὖν τρεῖς ἡμέρας περιπατῶν ἐν τῷ μοναστηρίῳ, καθ' ἐσπέραν
49
ἐσθίων μικρὰς σέρεις, τὰς δὲ νύκτας κοιμώμενος ὑπὸ τὸν ἀέρα, ἐκοπίασε· καὶ ἐπιτιμήσας τῷ λογισμῷ τῷ ὀχλοῦντι αὐτῷ, ἤλεγχεν αὐτὸν, λέγων· Εἰ οὐ δύνασαι ποιῆσαι τὰ ἔργα τῆς ἐρήμου, κάθου εἰς τὸ κελλίον σου μεθ' ὑπομονῆς, κλαίων τὰς ἁμαρτίας σου, καὶ μὴ πλάζου· πανταχοῦ γὰρ ὁ τοῦ Θεοῦ ὀφθαλμὸς βλέπει τὰ ἔργα τῶν ἀνθρώπων, καὶ οὐδὲν αὐτῷ λανθάνει, καὶ συνιεῖ τοὺς ἀγαθὸν ἐργαζομένους.
Περὶ τοῦ ἀββᾶ Γεροντίου.
Εἶπεν ὁ ἀββᾶς Γερόντιος ὁ τῆς Πέτρας, ὅτι πολλοὶ πειραζόμενοι ἐκ σωματικῶν ἡδονῶν, μὴ πλησιάσαντες σώμασι, κατὰ διάνοιαν ἐξεπόρνευσαν· καὶ τῶν σωμάτων παρθένων φυλαττομένων, κατὰ ψυχὴν ἐκπορνεύουσι. Καλὸν οὖν, ἀγαπητοὶ, ποιεῖν τὸ γεγραμμένον, καὶ πάσῃ φυλακῇ τηρεῖν τὴν ἑαυτοῦ καρδίαν ἕκαστον.
Ἀρχὴ τοῦ Δ στοιχείου.
Περὶ τοῦ ἀββᾶ Δανιήλ.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Δανιὴλ, ὅτι ὅτε ἦλθον οἱ βάρβαροι εἰς Σκῆτιν, ἔφυγον οἱ Πατέρες· καὶ λέγει ὁ γέρων· Εἰ μὴ φροντίζει μου ὁ Θεὸς, ἵνα τί καὶ ζῶ; καὶ παρῆλθε διὰ τῶν βαρβάρων, καὶ οὐκ εἶδον αὐτόν. Λέγει τότε πρὸς ἑαυτόν· Ἰδοὺ ἐφρόντισέ μου ὁ Θεὸς, καὶ οὐκ ἀπέθανον, ποίησον οὖν καὶ σὺ τὸ ἀνθρώπινον, καὶ φύγε ὡς οἱ Πατέρες.
βʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶ Δανιὴλ, λέγων· Δός μοι μίαν ἐντολὴν, καὶ φυλάξω αὐτήν. Καὶ λέγει αὐτῷ· Μηδέποτε χαλάσῃς τὴν χεῖρά σου μετὰ γυναικὸς εἰς πινάκιν, καὶ φάγῃς μετ' αὐτῆς· καὶ ἐν τούτῳ φεύξῃ ἐκ τοῦ δαίμονος τῆς πορνείας μικρόν.
γʹ. Εἶπεν ὁ ἀββᾶς Δανιὴλ, ὅτι Ἦν ἐν Βαβυλῶνι θυγάτηρ πρωτεύοντος δαιμόνιον ἔχουσα· εἶχε δὲ ὁ πατὴρ αὐτῆς ἀγαπητὸν μοναχόν τινα· καὶ λέγει αὐτῷ· Οὐδεὶς δύναται θεραπεῦσαι τὴν θυγατέρα σου, εἰ μὴ οὓς οἶδα ἀναχωρητάς· καὶ ἐὰν αὐτοὺς παρακαλέσῃς, οὐκ ἀνέχονται τοῦτο
50
ποιῆσαι διὰ ταπεινοφροσύνην. Ἀλλὰ τοῦτο ποιήσωμεν· ὅτ' ἂν ἔλθωσιν εἰς τὴν ἀγορὰν, ποιήσατε ἑαυτοὺς ὡς θέλοντες ἀγοράσαι σκεύη καὶ ὅταν ἔλθωσι λαβεῖν τὴν τιμὴν αὐτῶν, λέγομεν αὐτοῖς ἵνα ποιήσωσιν εὐχὴν, καὶ πιστεύω ὅτι θεραπεύεται. Καὶ ἐξελθόντες ἐν τῇ ἀγορᾷ, εὗρον ἕνα μαθητὴν τῶν γερόντων καθήμενον ἵνα πωλήσῃ τὰ σκεύη αὐτῶν· καὶ ἔλαβον αὐτὸν μετὰ τῶν σπυρίδων, ὡς ἵνα λάβῃ τὸ τίμημα αὐτῶν. Καὶ ὅτε ἦλθεν ὁ μοναχὸς εἰς τὸν οἶκον, ἦλθεν ἡ δαιμονιζομένη, καὶ ἔδωκεν αὐτῷ ῥάπισμα. Ὁ δὲ ἔστρεψε καὶ τὴν ἄλλην σιαγόνα, κατὰ τὴν ἐντολὴν τοῦ Κυρίου. Καὶ βασανισθεὶς ὁ δαίμων, ἔκραξε λέγων· Ὢ βία! ἡ ἐντολὴ τοῦ Ἰησοῦ ἐκβάλλει με. Καὶ εὐθέως ἐκαθαρίσθη ἡ γυνή. Καὶ ὡς ἦλθον οἱ γέροντες, ἀνήγγειλαν αὐτοῖς τὸ γενόμενον. Καὶ ἐδόξασαν τὸν Θεὸν, καὶ εἶπον· Ἔθος ἐστὶ τῇ ὑπερηφανίᾳ τοῦ διαβόλου, πίπτειν ἀπὸ τῆς ταπεινώσεως τῆς ἐντολῆς τοῦ Χριστοῦ.
δʹ. Ἔλεγε πάλιν ὁ ἀββᾶς Δανιὴλ, ὅτι ὅσον τὸ σῶμα θάλλει, τοσοῦτον ἡ ψυχὴ λεπτύνεται· καὶ ὅσον τὸ σῶμα λεπτύνεται, τοσοῦτον ἡ ψυχὴ θάλλει.
εʹ. Ὥδευόν ποτε ὁ ἀββᾶς Δανιὴλ καὶ ὁ ἀββᾶς Ἀμμώης. Καὶ λέγει ὁ ἀββᾶς Ἀμμώης· Πότε καθεζόμεθα καὶ ἡμεῖς εἰς τὸ κελλίον, Πάτερ; Λέγει αὐτῷ ὁ ἀββᾶς Δανιήλ· Τίς γὰρ ἀφαιρεῖ ἀφ' ἡμῶν τὸν Θεὸν ἄρτι; ὁ Θεός ἐστιν ἐν τῷ κελλίῳ, καὶ πάλιν ἔξω ὁ Θεός ἐστιν.
ϛʹ. Διηγήσατο ὁ ἀββᾶς Δανιὴλ, ὅτι ὅτε ἦν ἐν Σκήτει ὁ ἀββᾶς Ἀρσένιος, ἦν τις ἐκεῖ μοναχὸς κλέπτων τὰ σκεύη τῶν γερόντων. Καὶ ἔλαβεν αὐτὸν ὁ ἀββᾶς Ἀρσένιος εἰς τὴν κέλλαν αὐτοῦ, θέλων αὐτὸν κερδῆσαι, καὶ τοὺς γέροντας ἀναπαῦσαι, καὶ λέγει αὐτῷ· Εἴ τι ἂν θέλῃς, ἐγώ σοι παρέχω· μόνον μὴ κλέψῃς· καὶ ἔδωκεν αὐτῷ χρυσίον καὶ κέρμα καὶ ἱματισμὸν, καὶ πᾶσαν τὴν χρείαν αὐτοῦ. Ἀπελθὼν δὲ πάλιν ἔκλεπτεν. Οἱ οὖν γέροντες, ἰδόντες ὅτι οὐκ ἐπαύσατο, ἐδίωξαν αὐτὸν, λέγοντες, ὅτι Ἐὰν εὑρεθῇ ἀδελφὸς ἔχων ἀσθένειαν ἐλαττώματος, χρὴ βαστάζειν αὐτόν· ἐὰν δὲ κλέπτῃ, διώξατε αὐτόν· ὅτι καὶ τὴν ψυχὴν αὐτοῦ ζημιοῖ, καὶ ὅλους τοὺς ἐν τῷ τόπῳ ταράττει.
51
ζʹ. Διηγήσατο ὁ ἀββᾶς Δανιὴλ ὁ Φαρανίτης, ὅτι Εἶπεν ὁ Πατὴρ ἡμῶν ἀββᾶς Ἀρσένιος περί τινος Σκητιώτου, ὅτι ἦν πρακτικὸς μέγας, ἀφελὴς δὲ εἰς τὴν πίστιν· καὶ ἐσφάλλετο διὰ ἰδιωτείαν· καὶ ἔλεγεν· Οὐκ ἔστι φύσει ὁ ἄρτος ὃν λαμβάνομεν σῶμα Χριστοῦ, ἀλλ' ἀντίτυπον. Καὶ ἤκουσαν δύο γέροντες ὅτι λέγει τὸν λόγον τοῦτον, καὶ γινώσκοντες μέγαν αὐτὸν ὄντα τῷ βίῳ, ἐλογίσαντο ὅτι ἐν ἀκακίᾳ καὶ ἀφελότητι λέγει, καὶ ἦλθον πρὸς αὐτὸν, καὶ λέγουσιν αὐτῷ· Ἀββᾶ, λόγον ἠκούσαμεν περὶ τινὸς ἄπιστον, ὅτι λέγει ὅτι ὁ ἄρτος ὃν μεταλαμβάνομεν, οὐκ ἔστι φύσει σῶμα Χριστοῦ, ἀλλ' ἀντίτυπόν ἐστι. Λέγει ὁ γέρων· Ἐγώ εἰμι ὁ τοῦτο λέγων. Οἱ δὲ παρεκάλουν αὐτὸν λέγοντες· Μὴ οὕτως κρατήσῃς, ἀββᾶ, ἀλλ' ὡς παρέδωκεν ἡ καθολικὴ Ἐκκλησία. Ἡμεῖς γὰρ πιστεύομεν, ὅτι αὐτὸς ὁ ἄρτος σῶμά ἐστι τοῦ Χριστοῦ, καὶ τὸ ποτήριον αὐτό ἐστι τὸ αἷμα τοῦ Χριστοῦ, κατὰ ἀλήθειαν, καὶ οὐ κατ' ἀντίτυπον. Ἀλλ' ὥσπερ ἐν ἀρχῇ χοῦν λαβὼν ἀπὸ τῆς γῆς ἔπλασε τὸν ἄνθρωπον κατ' εἰκόνα αὐτοῦ, καὶ οὐδεὶς δύναται εἰπεῖν ὅτι οὐκ ἔστιν εἰκὼν Θεοῦ, εἰ καὶ ἀκατάληπτος· οὕτως ὁ ἄρτος ὃν εἶπεν ὅτι Σῶμά μού ἐστιν, οὕτως πιστεύομεν ὅτι κατὰ ἀλήθειαν σῶμά ἐστι Χριστοῦ. Ὁ δὲ γέρων ἔφη· Ἐὰν μὴ πεισθῶ ἀπὸ πράγματος, οὐ πληροφοροῦμαι. Οἱ δὲ εἶπον πρὸς αὐτόν· Δεηθῶμεν τοῦ Θεοῦ τὴν ἑβδομάδα ταύτην περὶ τοῦ μυστηρίου τούτου, καὶ πιστεύομεν ὅτι ὁ Θεὸς ἀποκαλύπτει ἡμῖν. Ὁ δὲ γέρων μετὰ χαρᾶς ἐδέξατο τὸν λόγον· καὶ ἐδέετο τοῦ Θεοῦ, λέγων· Κύριε, σὺ γινώσκεις ὅτι οὐ κατὰ κακίαν ἀπιστῶ· ἀλλ' ὅπως μὴ ἐν ἀγνωσίᾳ πλανηθῶ, ἀποκάλυψόν μοι, Κύριε Ἰησοῦ Χριστέ. Ἀπελθόντες δὲ οἱ γέροντες εἰς τὰ κελλία ἑαυτῶν, παρεκάλουν τὸν Θεὸν καὶ αὐτοὶ, λέγοντες· Κύριε Ἰησοῦ Χριστὲ, ἀποκάλυψον τῷ γέροντι τὸ μυστήριον τοῦτο, ἵνα πιστεύσῃ, καὶ μὴ ἀπολέσῃ τὸν κόπον αὐτοῦ. Καὶ εἰσήκουσεν ὁ Θεὸς ἀμφοτέρων. Καὶ πληρωθείσης τῆς ἑβδομάδος, ἦλθον τῇ Κυριακῇ εἰς τὴν ἐκκλησίαν, καὶ ἔστησαν ἐπὶ τὸ αὐτὸ οἱ τρεῖς μόνοι εἰς ἓν ἐμβρίμιν, μέσος δὲ ἦν ὁ γέρων. Ἀνεῴχθησαν δὲ αὐτῶν οἱ ὀφθαλμοί· καὶ ὅτε ἐτέθη ὁ ἄρτος εἰς τὴν ἁγίαν τράπεζαν, ἐφαίνετο τοῖς τρισὶ μόνοις ὡς παιδίον. Καὶ ὡς ἐξέτεινεν ὁ πρεσβύτερος τὴν
52
χεῖρα κλάσαι τὸν ἄρτον, ἰδοὺ ἄγγελος Κυρίου κατῆλθεν ἐξ οὐρανοῦ ἔχων μάχαιραν, καὶ ἔθυσε τὸ παιδίον, καὶ ἐκένωσε τὸ αἷμα αὐτοῦ εἰς τὸ ποτήριον. Ὡς δὲ ἔκλασεν ὁ πρεσβύτερος εἰς μικρὰ μέρη τὸν ἄρτον, καὶ ὁ ἄγγελος ἔκοπτεν ἐκ τοῦ παιδίου μικρὰ μέρη. Καὶ ὡς προσῆλθον λαβεῖν ἐκ τῶν ἁγίων, ἐδόθη τῷ γέροντι μόνῳ κρέας ᾑματωμένον· καὶ ἰδὼν ἐφοβήθη, καὶ ἔκραξε λέγων· Πιστεύω, Κύριε, ὅτι ὁ ἄρτος σῶμά σού ἐστι, καὶ τὸ ποτήριον αἷμά σού ἐστι. Καὶ εὐθέως ἐγένετο τὸ ἐν τῇ χειρὶ αὐτοῦ κρέας, ἄρτος κατὰ τὸ μυστήριον· καὶ μετέλαβεν εὐχαριστῶν τῷ Θεῷ. Καὶ λέγουσιν αὐτῷ οἱ γέροντες· Ὁ Θεὸς οἶδε τὴν ἀνθρωπίνην φύσιν, ὅτι οὐ δύναται φαγεῖν κρέα ὠμὰ, καὶ διὰ τοῦτο μετεποίησε τὸ σῶμα εἰς ἄρτον, καὶ τὸ αἷμα αὐτοῦ εἰς οἶνον, τοῖς πίστει δεχομένοις. Καὶ ηὐχαρίστησαν τῷ Θεῷ περὶ τοῦ γέροντος, ὅτι οὐκ ἀφῆκεν ἀπολέσθαι τοὺς κόπους αὐτοῦ, καὶ ἀπῆλθον οἱ τρεῖς μετὰ χαρᾶς εἰς τὰ κελλία αὐτῶν.
ηʹ. Ὁ αὐτὸς ἀββᾶς Δανιὴλ διηγήσατο περὶ ἄλλου τινὸς γέροντος μεγάλου, καθημένου εἰς τὰ κάτω μέρη τῆς Αἰγύπτου, ὅτι ἔλεγεν ἐν ἀφελότητι, ὅτι ὁ Μελχισεδὲκ υἱός ἐστι τοῦ Θεοῦ. Καὶ ἀνηγγέλη τῷ μακαρίῳ Κυρίλλῳ τῷ ἀρχιεπισκόπῳ Ἀλεξανδρείας περὶ αὐτοῦ· καὶ ἔπεμψεν ἐπ' αὐτόν. Εἰδὼς δὲ ὅτι σημειοφόρος ἐστὶν ὁ γέρων, καὶ εἴ τι αἰτεῖ τῷ Θεῷ, ἀποκαλύπτει αὐτῷ, καὶ ὅτι ἐν ἀφελότητι λέγει τὸν λόγον, ἐχρήσατο τοιαύτῃ σοφίᾳ, λέγων· Ἀββᾶ, παρακαλῶ σε, ἐπειδὴ ὁ λογισμός μου λέγει, ὅτι ὁ Μελχισεδὲκ υἱὸς τοῦ Θεοῦ ἐστι, καὶ ἄλλος λογισμὸς λέγει, ὅτι οὒ, ἀλλ' ἄνθρωπός ἐστιν ἀρχιερεὺς τοῦ Θεοῦ· ἐπεὶ οὖν διστάζω περὶ τούτου, ἀπέστειλα πρὸς σὲ, ἵνα δεηθῇς τοῦ Θεοῦ, ὅπως σοι ἀποκαλύψῃ περὶ τούτου. Ὁ δὲ γέρων τῇ αὐτοῦ πολιτείᾳ θαῤῥῶν, εἶπε μετὰ παῤῥησίας· Ἔνδος μοι τρεῖς ἡμέρας, κἀγὼ ἐρωτῶ τὸ Θεὸν περὶ τούτου, καὶ ἀναγγέλλω σοι τίς ἐστιν. Ἀπελθὼν οὖν ἐδέετο τοῦ Θεοῦ περὶ τοῦ ῥήματος τούτου. Καὶ ἐλθὼν μετὰ τρεῖς ἡμέρας, λέγει τῷ μακαρίῳ Κυρίλλῳ, ὅτι ἄνθρωπός ἐστιν ὁ Μελχισεδέκ. Καὶ εἶπεν αὐτῷ ὁ ἀρχιεπίσκοπος· Πῶς οἶδας, ἀββᾶ; Ὁ δὲ εἶπεν· Ὁ Θεὸς ἀπεκάλυψέ μοι ὅλους τοὺς
53
πατριάρχας, οὕτως ἕνα ἕκαστον παρερχόμενον ἐνώπιόν μου, ἀπὸ Ἀδὰμ μέχρι Μελχισεδέκ· καὶ θάρσει ὅτι οὕτως ἐστίν. Ἀπελθὼν οὖν, δι' ἑαυτοῦ ἐκήρυσσεν ὅτι ἄνθρωπός ἐστιν ὁ Μελχισεδέκ. Καὶ ἐχάρη μεγάλως ὁ μακάριος Κύριλλος.
Περὶ τοῦ ἀββᾶ Διοσκόρου.
αʹ. Διηγήσαντο περὶ τοῦ ἀββᾶ Διοσκόρου τῆς Ναχιάστεως, ὅτι ὁ ἄρτος αὐτοῦ κρίθινος ἦν καὶ ἀπὸ φακοῦ. Καὶ κατ' ἐνιαυτὸν ἔβαλεν ἀρχὴν μιᾶς πολιτείας, λέγων· Οὐκ ἀπαντῶ τινι τὸ ἔτος τοῦτο, ἢ οὐ λαλῶ, ἢ οὐ τρώγω ἕψημα, ἢ οὐ τρώγω ὀπώραν ἢ λάχανον. Καὶ εἰς πᾶσαν ἐργασίαν οὕτως ἐποίει· καὶ τελειῶν τὸ ἓν, ἐλάμβανε τὸ ἄλλο. Καὶ τοῦτο ἐποίει κατὰ ἐνιαυτόν.
βʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, ὅτι Ταράσσουσί με οἱ λογισμοί μου, τοῦ ἀφεῖναί με τὰς ἁμαρτίας μου, καὶ ποιοῦσί με προσέχειν εἰς τὰ ὑστερήματα τοῦ ἀδελφοῦ μου. Καὶ λέγει αὐτῷ ὁ γέρων περὶ τοῦ ἀββᾶ Διοσκόρου, ὅτι ἦν ἐν τῷ κελλίῳ κλαίων ἑαυτόν· ὁ δὲ μαθητὴς αὐτοῦ ἐν ἄλλῳ κελλίῳ ἐκάθητο. Ὅτε οὖν παρέβαλε τῷ γέροντι, εὕρισκεν αὐτὸν κλαίοντα, καὶ ἔλεγεν αὐτῷ· Πάτερ, τί κλαίεις; Ὁ δὲ γέρων ἔλεγεν· Τὰς ἁμαρτίας μου κλαίω. Λέγει οὖν αὐτῷ ὁ μαθητὴς αὐτοῦ· Οὐκ ἔχεις ἁμαρτίας, Πάτερ. Καὶ ἀπεκρίθη ὁ γέρων· Φύσει, τέκνον, ἐὰν ἀφεθῶ ἰδεῖν τὰς ἁμαρτίας μου, οὐκ ἀρκοῦσιν ἄλλοι τρεῖς ἢ τέσσαρες κλαῦσαι αὐτάς.
γʹ. Εἶπεν ὁ ἀββᾶς Διόσκορος, ὅτι Ἐὰν φορέσωμεν ἡμῶν τὸ οὐράνιον ἔνδυμα, οὐκ ἂν εὑρεθῶμεν γυμνοί· ἐὰν δὲ μὴ εὑρεθῶμεν φοροῦντες τὸ ἔνδυμα ἐκεῖνο, τί ποιήσομεν, ἀδελφοί; ἔχομεν γὰρ καὶ ἡμεῖς ἀκοῦσαι τὴν φωνὴν ἐκείνην τὴν λέγουσαν· Ἔκβαλε τοῦτον εἰς τὸ σκότος τὸ ἐξώτερον· ἐκεῖ ἔσται ὁ κλαυθμὸς, καὶ ὁ βρυγμὸς τῶν ὀδόντων. Νυνὶ δὲ, ἀδελφοὶ, μεγάλη αἰσχύνη ἡμῖν, μετὰ τοσοῦτον χρόνον φοροῦντας ἡμᾶς τὸ σχῆμα, εὑρεθῆναι ἐν τῇ ὥρᾳ τῆς ἀνάγκης, μὴ ἔχοντας τὸ ἔνδυμα τοῦ γάμου. Ὢ τῆς μετανοίας τῆς μελλούσης ἡμῖν προσγίνεσθαι! Ὢ τοῦ σκότους τοῦ μέλλοντος ἡμῖν ἐπιπίπτειν ἔμπροσθεν τῶν
54
Πατέρων καὶ τῶν ἀδελφῶν ἡμῶν, βλεπόντων ἡμᾶς τιμωρουμένους ὑπὸ τῶν ἀγγέλων τῆς τιμωρίας!
Περὶ τοῦ ἀββᾶ Δουλᾶ.
αʹ. Εἶπεν ὁ ἀββᾶς Δουλᾶς· Ἐὰν ὁ ἐχθρὸς βιάζηται ἡμᾶς καταλιπεῖν τὴν ἡσυχίαν, μὴ ἀκούσωμεν αὐτοῦ· οὐδὲν γὰρ ὅμοιον αὐτῆς, καὶ τῆς ἀσιτίας. Συγκρίνεται εἰς συμμαχίαν κατ' αὐτοῦ· ὀξυδορκίαν γὰρ παρέχουσι τοῖς ἔνδον ὄμμασιν.
βʹ. Εἶπε πάλιν· Κόπτε τῶν πολλῶν τὰς σχέσεις, μή σου ὁ πόλεμος πρὸς τὸν νοῦν περιστατικὸς γένηται, καὶ τὸν τῆς ἡσυχίας ταράξῃ τρόπον.
Ἀρχὴ τοῦ Ε στοιχείου.
Περὶ τοῦ ἁγίου Ἐπιφανίου ἐπισκόπου Κύπρου.
αʹ. Διηγήσατο ὁ ἅγιος Ἐπιφάνιος ὁ ἐπίσκοπος, ὅτι ἐπὶ τοῦ μακαρίου Ἀθανασίου τοῦ μεγάλου, κορῶναι περιϊπτάμεναι τὸ τοῦ Σεράπιδος ἱερὸν, ἔκραζον ἀπαύστως, Κρᾶς, Κρᾶς. Καὶ προστάντες ἐπὶ τὸν μακάριον Ἀθανάσιον οἱ Ἕλληνες, ἔκραξαν· Κακόγηρε, εἰπὲ ἡμῖν τί κράζουσιν αἱ κορῶναι. Καὶ ἀποκριθεὶς εἶπεν· Αἱ κορῶναι κράζουσι, Κρᾶς, Κρᾶς· τὸ δὲ Κρᾶς τῇ Αὐσωνίων φωνῇ αὔριόν ἐστι· καὶ προσετίθει, ὅτι Αὔριον ὄψεσθε τὴν δόξαν τοῦ Θεοῦ. Καὶ ἑξῆς ἠγγέλθη ὁ θάνατος τοῦ Ἰουλιανοῦ βασιλέως. Καὶ τούτου γενομένου, συνδραμόντες κατέκραζον τοῦ Σεράπιδος, λέγοντες· Ἐὰν οὐκ ἤθελες αὐτὸν, τί ἐλάμβανες τὰ αὐτοῦ;
βʹ. Ὁ αὐτὸς διηγήσατο, ὅτι ἦν τις ἡνίοχος κατὰ τὴν Ἀλεξανδρέων, ὃς ἦν μητρὸς Μαρίας υἱός. Οὗτος ἱππικοῦ ἐπιτελουμένου κατέπεσεν· εἶτα ἀναστὰς παρῆλθε τὸν καταβεβληκότα, καὶ ἐνίκησε. Καὶ τὸ πλῆθος ἀνεβόησεν· Ὁ Υἱὸς Μαρίας πέπτωκε καὶ ἐγήγερται καὶ ἐνίκησε. Ταύτης ἔτι τῆς φωνῆς λεγομένης, ἐνέπεσεν ἡ περὶ τοῦ ἱεροῦ τοῦ Σεράπιδος φήμη τῷ πλήθει, ὅτι ὁ μέγας Θεόφιλος ἀνελθὼν, τὸ τοῦ Σεράπιδος κατέστρεψεν εἴδωλον, καὶ τοῦ ναοῦ γέγονεν ἐγκρατής.
γʹ. Ἐδηλώθη τῷ μακαρίῳ Ἐπιφανίῳ τῷ ἐπισκόπῳ Κύπρου παρὰ τοῦ ἀββᾶ τῆς μονῆς ἧς εἶχεν ἐν Παλαιστίνῃ, ὅτι
55
Εὐχαῖς σου οὐκ ἠμελήσαμεν τοῦ κανόνος ἡμῶν, ἀλλὰ μετὰ σπουδῆς καὶ τὴν τρίτην καὶ τὴν ἕκτην καὶ τὴν ἐννάτην ἐπιτελοῦμεν. Ὁ δὲ καταγνοὺς αὐτῶν, ἐδήλωσεν αὐτοῖς λέγων, ὅτι Φανεροί ἐστε ἀμελοῦντες τὰς ἄλλας ὥρας τῆς ἡμέρας ἀργοῦντες ἀπὸ τῆς εὐχῆς. Δεῖ γὰρ τὸν ἀληθινὸν μοναχὸν ἀδιαλείπτως ἔχειν τὴν εὐχὴν καὶ τὴν ψαλμῳδίαν ἐν τῇ καρδίᾳ αὐτοῦ.
δʹ. Ἔπεμψέ ποτε ὁ ἅγιος Ἐπιφάνιος πρὸς τὸν ἀββᾶν Ἱλαρίωνα, παρακαλῶν αὐτὸν, καὶ λέγων· Δεῦρο, ἴδωμεν ἑαυτοὺς πρὸ τοῦ ἐξελθεῖν ἡμᾶς ἀπὸ τοῦ σώματος· καὶ παραγενομένου αὐτοῦ, ἐχάρησαν μετ' ἀλλήλων. Ἐσθιόντων δὲ αὐτῶν, ἠνέχθη πετεινόν. Καὶ λαβὼν ὁ ἐπίσκοπος ἔδωκε τῷ ἀββᾷ Ἱλαρίωνι. Καὶ λέγει αὐτῷ ὁ γέρων· Συγχώρησόν μοι, ὅτι ἐξ οὗ ἔλαβον τὸ σχῆμα, οὐκ ἔφαγον θῦμα. Καὶ λέγει αὐτῷ ὁ ἐπίσκοπος· Ἐγὼ δὲ ἐξ οὗ ἔλαβον τὸ σχῆμα, οὐκ ἀφῆκά τινα κοιμηθῆναι ἔχοντα κατ' ἐμοῦ, οὐδὲ ἐγὼ ἐκοιμήθην ἔχων κατὰ τινός. Καὶ λέγει αὐτῷ ὁ γέρων· Συγχώρησόν μοι, ὅτι ἡ σὴ πολιτεία μείζων ἐστὶ τῆς ἐμῆς.
εʹ. Ὁ αὐτὸς ἔλεγεν, ὅτι ἡ εἰκὼν τοῦ Χριστοῦ Μελχισεδὲκ, τὴν ῥίζαν τῶν Ἰουδαίων εὐλόγησε τὸν Ἀβραάμ· πολλῷ πλέον αὐτὴ ἡ ἀλήθεια ὁ Χριστὸς, εὐλογεῖ καὶ ἁγιάζει πάντας τοὺς πιστεύοντας εἰς αὐτόν.
ϛʹ. Ὁ αὐτὸς ἔλεγεν· Ἡ Χαναναίᾳ βοᾷ καὶ ἀκούεται· καὶ ἡ αἱμόῤῥους σιωπᾷ καὶ μακαρίζεται· ὁ δὲ Φαρισαῖος κράζει καὶ κατακρίνεται· ὁ τελώνης οὐδὲ ἀνοίγει τὸ στόμα καὶ ἀκούεται.
ζʹ. Ὁ αὐτὸς ἔλεγεν, ὅτι Δαβὶδ ὁ προφήτης, ἐν ἀωρίᾳ ηὔχετο, μεσονύκτιον ἐξηγείρετο, πρὸ τοῦ ὄρθρου παρεκάλει, ὄρθρου παρίστατο, πρωΐας ἐδέετο, ἑσπέρας καὶ μεσημβρίας ἱκέτευε, καὶ διὰ τοῦτο ἔλεγεν· Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε.
ηʹ. Εἶπε πάλιν, ὅτι ἀναγκαία τῶν Χριστιανῶν βιβλίων ἡ κτῆσις τοῖς ἔχουσι. Καὶ αὐτὴ γὰρ καθ' ἑαυτὴν τῶν βιβλίων ἡ ὄψις, ὀκνηροτέρους ἡμᾶς πρὸς τὴν ἁμαρτίαν ἐργάζεται, καὶ πρὸς δικαιοσύνην μᾶλλον διανίστασθαι προτρέπεται.
θʹ. Εἶπε πάλιν, ὅτι μεγάλη ἀσφάλεια πρὸς τὸ μὴ ἁμαρτάνειν, τῶν Γραφῶν ἡ ἀνάγνωσις.
56
ιʹ. Εἶπε πάλιν, ὅτι μέγας κρημνὸς καὶ βαθὺ βάραθρον, τῶν Γραφῶν ἡ ἄγνοια.
ιαʹ. Εἶπε πάλιν, ὅτι μεγάλη προδοσία σωτηρίας, τὸ μηδένα τῶν θείων νόμων εἰδέναι.
ιβʹ. Ὁ αὐτὸς ἔλεγεν, ὅτι τὰ τῶν δικαίων ἁμαρτήματα περὶ τὰ χείλη ἐστὶ, τὰ δὲ τῶν ἀσεβῶν, ἐξ ὅλου τοῦ σώματος. Ὅθεν ψάλλει Δαβίδ· Θοῦ, Κύριε, φυλακὴν τῷ στόματί μου, καὶ θύραν περιοχῆς περὶ τὰ χείλη μου· Καί· Εἶπα, Φυλάξω τὰς ὁδούς μου, τοῦ μὴ ἁμαρτάνειν με ἐν γλώσσῃ μου.
ιγʹ. Ὁ αὐτὸς ἠρωτήθη, Διατί δέκα μέν εἰσιν αἱ νομικαὶ ἐντολαὶ, ἐννέα δὲ οἱ μακαρισμοί; καὶ ἔφη· Ἰσάριθμος τῶν Αἰγυπτιακῶν μαστίγων ὁ Δεκάλογος· τριπλῆς δὲ Τριάδος εἰκὼν, ἡ τῶν μακαρισμῶν ἀρίθμησις.
ιδʹ. Ἠρωτήθη ὁ αὐτὸς, εἰ ἀρκεῖ εἷς δίκαιος δυσωπῆσαι τὸν Θεὸν, καὶ ἔφη· Ναὶ, αὐτὸς γὰρ εἶπεν· Ἐρευνήσατε ἕνα ποιοῦντα κρῖμα καὶ δικαιοσύνην, καὶ ἵλεως ἔσομαι παντὶ τῷ λαῷ.
ιεʹ. Ὁ αὐτὸς εἶπεν, ὅτι ὁ Θεὸς τοῖς μὲν ἁμαρτωλοῖς καὶ τὸ κεφάλαιον παραχωρεῖ μετανοοῦσιν, ὡς τῇ πόρνῃ καὶ τῷ τελώνῃ· τοὺς δὲ δικαίους ἀπαιτεῖ καὶ τόκους. Καὶ τοῦτό ἐστιν ὃ τοῖς ἀποστόλοις ἔλεγεν, ὅτι Ἐὰν μὴ περισσεύσῃ ἡ δικαιοσύνη ὑμῶν, πλέον τῶν γραμματέων· καὶ Φαρισαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρανῶν.
ιϛʹ. Ἔλεγε δὲ καὶ τοῦτο, ὅτι ὀλίγον πάνυ τὰς δικαιοσύνας ὁ Θεὸς πωλεῖ τοῖς ἀγοράζειν σπουδάζουσι· μικροῦ κλάσματος ἄρτου, εὐτελοῦς ἱματίου, ψυχροῦ ποτηρίου, ἑνὸς ὀβολοῦ.
ιζʹ. Προσετίθει δὲ καὶ τοῦτο, ὅτι παρ' ἀνθρώπῳ δανειζόμενος ἄνθρωπος διὰ πενίαν, ἢ χρεία εὐπορίας, καὶ ἀποδιδοὺς χάριτας μὲν ὁμολογεῖ, κρύφα δὲ ἀποδίδωσιν αἰσχυνόμενος. Ὁ δὲ δεσπότης Θεὸς τὸ ἀνάπαλιν· κρυφῆ δανειζόμενος ἐνώπιον ἀγγέλων καὶ ἀρχαγγέλων καὶ δικαίων ἀποδίδωσιν.
Περὶ τοῦ ἀγίου Ἐφραίμ.
αʹ. Παιδίον ἦν ὁ ἀββᾶς Ἐφραὶμ καὶ εἶδεν ὄναρ εἴτ' οὖν ὀπτασίαν, ὅτι ἀνῆλθεν ἄμπελος ἐν τῇ γλώσσῃ αὐτοῦ, καὶ ηὔξησε, καὶ ἐπλήρωσε πᾶσαν τὴν ὑπ' οὐρανὸν, εὔκαρπος
57
πάνυ· καὶ ἤρχοντο πάντα τὰ πετεινὰ τοῦ οὐρανοῦ, καὶ ἤσθιον ἐκ τοῦ καρποῦ τῆς ἀμπέλου· καὶ πρὸς ὃ ἤσθιον, ἐπλεόναζεν ὁ καρπὸς αὐτῆς.
βʹ. Ἄλλοτε πάλιν εἶδέ τις τῶν ἁγίων ἐν ὁράματι, ἀγγέλων τάγμα ἐκ τοῦ οὐρανοῦ κατερχόμενον κατὰ πρόσταξιν Θεοῦ, ἔχον ἐπὶ χεῖρας κεφαλίδα, τουτέστι τόμον γεγραμμένον ἔσωθεν καὶ ἔξωθεν· καὶ ἔλεγον πρὸς ἀλλήλους· Τίς ὀφείλει τοῦτο ἐγχειρισθῆναι; Καὶ οἱ μὲν ἔλεγον, Ὅσδε· οἱ δὲ ἔλεγον ἕτερον. Ἀπεκρίθησαν δὲ καὶ εἶπον· Ἀληθῶς ἅγιοί εἰσι καὶ δίκαιοι· πλὴν τοῦτο οὐδεὶς δύναται ἐγχειρισθῆναι, εἰ μὴ Ἐφραίμ. Καὶ ὁρᾷ ὁ γέρων ὅτι τῷ Ἐφραὶμ ἐπέδωκαν τὴν κεφαλίδα· καὶ ἀναστὰς πρωῒ, ἤκουσε τοῦ Ἐφραὶμ ὥσπερ πηγὴν βρύουσαν ἐκ τοῦ στόματος αὐτοῦ καὶ συντάσσοντος, καὶ ἔγων ὅτι ἐκ Πνεύματος ἁγίου ἐστὶ τὰ ἐκπορευόμενα διὰ χειλέων Ἐφραίμ.
γʹ. Ἄλλοτε πάλιν παριόντος τοῦ Ἐφραὶμ, ἐξ ὑποβολῆς τινος ἔρχεται μία ἑταιρὶς κολακεύειν αὐτὸν εἰς αἰσχρὰν μίξιν, εἰ δὲ μὴ, κἂν εἰς ἀγανάκτησιν κινῆσαι αὐτὸν, ὅτι οὐδεποτέ τις εἶδεν αὐτὸν ὀργιζόμενον. Καὶ λέγει πρὸς αὐτήν· Ἀκολούθει μοι· πλησιάσας δὲ τόπῳ πολυοχλουμένῳ, εἶπεν αὐτῇ· Ἐν τῷ τόπῳ τούτῳ δεῦρο καθὼς ἠθέλησας. Ἐκείνη δὲ θεασαμένη τὸν ὄχλον, λέγει αὐτῷ· Πῶς δυνάμεθα τοῦτο ποιῆσαι, τοσούτου ὄχλου ἑστῶτος, καὶ οὐκ αἰσχυνόμεθα; Ὁ δὲ λέγει πρὸς αὐτήν· Εἰ ἀνθρώπους αἰσχυνόμεθα, πολλῷ μᾶλλον ὀφείλομεν αἰσχύνεσθαι τὸν Θεὸν, τὸν τὰ κρυπτὰ τοῦ σκότους ἐλέγχοντα. Ἡ δὲ ἐντραπεῖσα ἀπῆλθεν ἄπρακτος.
Περὶ Εὐχαρίστου κοσμικοῦ.
Δύο τῶν Πατέρων παρεκάλεσαν τὸν Θεὸν, ἵνα πληροφορήσῃ αὐτοὺς, εἰς ποῖον ἔφθασαν μέτρον. Καὶ ἦλθεν αὐτοῖς φωνὴ λέγουσα· Εἰς τήνδε τὴν κώμην τῆς Αἰγύπτου ἐστί τις κοσμικὸς Εὐχάριστος ὀνόματι, καὶ ἡ γυνὴ αὐτοῦ καλεῖται Μαρία· οὔπω ἤλθετε ὑμεῖς εἰς τὰ μέτρα αὐτῶν. Καὶ ἀναστάντες οἱ δύο γέροντες, ἦλθον εἰς τὴν κώμην· καὶ ἐρωτήσαντες, εὗρον τὸ κελλίον αὐτοῦ καὶ τὴν γυναῖκα αὐτοῦ· καὶ λέγουσιν αὐτῇ· Ποῦ ἔστι ὁ ἀνήρ
58
σου; Ἡ δὲ εἶπεν· Ποιμήν ἐστι, καὶ βόσκει τὰ πρόβατα. Καὶ εἰσήγαγεν αὐτοὺς εἰς τὸ κελλίον αὐτοῦ. Ὡς δὲ ὀψία ἐγένετο, ἦλθεν ὁ Εὐχάριστος μετὰ τῶν προβάτων· καὶ ἰδὼν τοὺς γέροντας, ἡτοίμασεν αὐτοῖς τράπεζαν, καὶ ἤνεγκεν ὕδωρ νίψαι τοὺς πόδας αὐτῶν. Καὶ λέγουσιν αὐτῷ οἱ γέροντες· Οὐ μὴ γευσώμεθά τινος, ἐὰν μὴ ἀναγγείλῃς ἡμῖν τὴν ἐργασίαν σου. Ὁ δὲ Εὐχάριστος μετὰ ταπεινοφροσύνης εἶπεν· Ἐγὼ ποιμήν εἰμι, καὶ αὕτη ἐστὶν ἡ γυνή μου. Οἱ δὲ γέροντες ἐπέμειναν παρακαλοῦντες αὐτὸν, καὶ οὐκ ἠθέλησε εἰπεῖν. Καὶ εἶπον αὐτῷ· Ὁ Θεὸς ἔπεμψεν ἡμᾶς πρὸς σέ. Ὡς δὲ ἤκουσε τὸν λόγον τοῦτον, ἐφοβήθη, καὶ εἶπεν αὐτοῖς· Ἰδοὺ τὰ πρόβατα ταῦτα ἔχομεν ἀπὸ τῶν γονέων ἡμῶν· καὶ εἴ τι δ' ἂν εὐοδώσῃ ὁ Κύριος εἰσοδιάσαι ἐξ αὐτῶν, ποιοῦμεν εἰς τρία μέρη· μέρος ἓν τοῖς πτωχοῖς, καὶ μέρος ἓν εἰς τὴν φιλοξενίαν, καὶ τὸ τρίτον μέρος εἰς τὴν χρείαν ἡμῶν. Ἀφ' οὗ δὲ ἔλαβον τὴν γυναῖκά μου, οὐκ ἐμιάνθην οὔτε ἐγὼ οὔτε αὐτὴ, ἀλλὰ παρθένος ἐστί· καὶ ἕκαστος ἡμῶν καθ' ἑαυτὸν καθεύδει· τὴν δὲ νύκτα φοροῦμεν σάκκους, καὶ τὴν ἡμέραν τὰ ἱμάτια ἡμῶν. Ἕως ἄρτι ἀνθρώπων οὐδεὶς ταῦτα ἔγνωκεν. Καὶ ἀκούσαντες ἐθαύμασαν, καὶ ἀνεχώρησαν δοξάζοντες τὸν Θεόν.
Περὶ Εὐλογίου τοῦ πρεσβυτέρου.
Εὐλόγιός τις μαθητὴς γενόμενος τοῦ μακαρίου Ἰωάννου τοῦ ἐπισκόπου, πρεσβύτερος καὶ ἀσκητὴς μέγας, νηστεύων δύο δύο, πολλάκις δὲ καὶ τὴν ἑβδομάδα ἕλκων, ἄρτον μόνον ἐσθίων καὶ ἅλας, ἐδοξάζετο ὑπὸ τῶν ἀνθρώπων. Παρέβαλε δὲ τῷ ἀββᾷ Ἰωσὴφ εἰς τὴν Πανεφὼ, προσδοκῶν τι πλέον σκληραγωγίαν ἰδεῖν παρ' αὐτῷ. Καὶ δεξάμενος αὐτὸν ὁ γέρων μετὰ χαρᾶς, εἴ τι δ' ἂν εἶχεν ἐποίησε παράκλησιν γενέσθαι. Καὶ λέγουσιν οἱ μαθηταὶ Εὐλογίου· Οὐκ ἐσθίει πρεσβύτερος πλὴν ἄρτου καὶ ἅλατος. Ὁ δὲ ἀββᾶς Ἰωσὴφ σιωπῶν ἔτρωγε. Καὶ ποιήσαντες ἡμέρας τρεῖς, οὐκ ἤκουσαν αὐτῶν ψαλλόντων ἢ εὐχομένων· κρυπτὴ γὰρ ἦν ἡ ἐργασία αὐτῶν. Καὶ ἐξῆλθον μὴ ὠφεληθέντες. Κατ' οἰκονομίαν δὲ γίνεται γνόφος, καὶ πλανηθέντες ὑπέστρεψαν πρὸς τὸν γέροντα. Καὶ πρὶν αὐτοὺς κροῦσαι,
59
ἤκουσαν αὐτῶν ψαλλόντων· καὶ μείναντες ἐπὶ πολὺ, ὕστερον ἔκρουσαν. Οἱ δὲ σιωπήσαντες ἀπὸ ψαλμῳδίας, ἐδέξαντο αὐτοὺς χαίροντες. Καὶ διὰ τὸν καύσωνα, ἔβαλον οἱ μαθηταὶ Εὐλογίου εἰς τὸ βαυκάλιον ὕδωρ, καὶ ἔδωκαν αὐτῷ· ἦν δὲ μεμιγμένον τῆς θαλάσσης καὶ τοῦ ποταμοῦ· καὶ οὐκ ἠδυνήθη πιεῖν. Καὶ ἐν ἑαυτῷ γενόμενος, προσέπεσε τῷ γέροντι μαθεῖν θέλων τὴν διαγωγὴν αὐτοῦ, λέγων· Ἀββᾶ, τί ἐστι τοῦτο; ὅτι τὸ πρῶτον οὐκ ἐψάλλετε, ἀλλὰ νῦν μετὰ τὸ ἐξελθεῖν ἡμᾶς· καὶ τὸ βαυκάλιον δὲ νῦν λαβὼν, εὗρον τὸ ὕδωρ ἁλμυρόν. Λέγει αὐτῷ ὁ γέρων· Ὁ ἀδελφὸς σαλός ἐστι, καὶ κατὰ πλάνην ἔμιξεν αὐτὸ θαλάσσιον. Ὁ δὲ Εὐλόγιος παρεκάλει τὸν γέροντα, θέλων μαθεῖν τὴν ἀλήθειαν. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ἐκεῖνο τὸ μικρὸν ποτήριον τοῦ οἴνου, τῆς ἀγάπης ἦν· τοῦτο δὲ τὸ ὕδωρ, ὃ πίνουσιν οἱ ἀδελφοὶ διαπαντός. Καὶ ἐδίδαξεν αὐτὸν τὴν διάκρισιν τῶν λογισμῶν, καὶ ἔκοψεν ἀπ' αὐτοῦ πάντα τὰ ἀνθρώπινα. Καὶ γέγονεν οἰκονομικός· καὶ λοιπὸν ἤσθιε πάντα τὰ παρατιθέ μενα, καὶ ἔμαθε καὶ αὐτὸς ἐν τῷ κρυπτῷ ἐργάζεσθαι, καὶ εἶπε τῷ γέροντι· Ὄντως ἐν ἀληθείᾳ ἐστὶν ἡ ἐργασία ὑμῶν.
Περὶ τοῦ ἀββᾶ Εὐπρεπίου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Εὐπρέπιος· Ἔχων, φησὶν, ἐν ἑαυτῷ, εἶναι πιστὸν τὸν Θεὸν καὶ δυνατὸν, πίστευε εἰς αὐτὸν, καὶ μεθέξεις τῶν αὐτοῦ. Εἰ δὲ ὀλιγωρεῖς, οὐ πιστεύεις Καὶ ὅτι πάντες πιστεύομεν δυνατὸν αὐτὸν εἶναι, καὶ πιστεύομεν ὅτι πάντα αὐτῷ ἐστι δυνατά. Ἀλλὰ καὶ ἐν τοῖς σοῖς πίστευε ἐν αὐτῷ πράγμασιν, ὅτι καὶ ἐν σοὶ ποιεῖ σημεῖα.
βʹ. Ὁ αὐτὸς συλούμενος συνεπῆρεν αὐτοῖς. Μετὰ δὲ τὸ ἀποβαστάξαι αὐτοὺς τὰ ἔνδον κείμενα, καταλειψάντων αὐτῶν τὴν ῥάβδον ἑαυτοῦ, ὡς ταύτην ἐθεάσατο ὁ ἀββᾶς Εὐπρέπιος, ἠχθέσθη· καὶ λαβὼν ἐπέτρεχε, βουλόμενος ἀποδοῦναι. Τῶν δὲ μὴ θελόντων δέξασθαι, ἀλλὰ δεδιότων μὴ ἄρα τι γέγονεν, περιτυχών τισι, ἠξίου ἀποδοθῆναι δι' αὐτῶν ῥάβδον, τὴν αὐτὴν ὁδευόντων ὁδόν.
γʹ. Εἶπεν ὁ ἀββᾶς Εὐπρέπιος, ὅτι τὰ σωματικὰ ὕλη εἰσίν. Ὁ ἀγαπῶν τὸν κόσμον ἀγαπᾷ προσκόμματα. Εἴπερ οὖν συμβῇ
60
τίποτε ἀπολέσθαι, τοῦτο μετὰ χαρᾶς καὶ ἐξομολογήσεως δέχεσθαι δεῖ, ὡς φροντίδων ἀπαλλαγέντας.
δʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Εὐπρέπιον περὶ ζωῆς. Καὶ εἶπεν ὁ γέρων· Χόρτον φάγε, χόρτον φόρεσον, εἰς χόρτον κοιμοῦ, τουτέστι, πάντων καταφρόνει, τὴν δὲ καρδίαν κέκτησο σιδηρᾶν.
εʹ. Ἀδελφὸς ἠρώτησε τὸν αὐτὸν γέροντα. λέγων· Πῶς ἕρχεται ὁ φόβος τοῦ Θεοῦ εἰς τὴν ψυχήν; Καὶ εἶπεν ὁ γέρων· Ἐὰν ἔχῃ ἄνθρωπος τὴν ταπείνωσιν, καὶ τὴν ἀκτημοσύνην, καὶ τὸ μὴ κρίνειν, ἔρχεται αὐτῷ ὁ φόβος τοῦ Θεοῦ.
ϛʹ. Ὁ αὐτὸς εἶπε· Φόβος καὶ ταπείνωσις, καὶ ἔνδεια τροφῶν, καὶ πένθος διαμενέτω σοι.
ζʹ. Παρέβαλεν ἐν ἀρχῇ αὐτοῦ ὁ ἀββᾶς Εὐπρέπιός τινι γέροντι, καὶ λέγει αὐτῷ· Ἀββᾶ, εἰπέ μοι λόγον πῶς σωθῶ. Ὁ δὲ εἶπεν αὐτῷ· Ἐὰν θέλῃς σωθῆναι, ὅταν παραβάλῃς τινὶ, μὴ προλάβῃς λαλῆσαι πρὶν ἐξετάσει σε. Ὁ δὲ ἐπὶ τῷ λόγῳ κατανυγεὶς ἔβαλε μετάνοιαν, λέγων· Ὄντως πολλὰ βιβλία ἀνέγνων, καὶ τοιαύτην παιδείαν οὐδέπω ἔγνων. Καὶ πολλὰ ὠφεληθεὶς ἐξῆλθεν.
Περὶ τοῦ ἀββᾶ Ἐλαδίου.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἐλαδίου, ὅτι ἐποίησεν εἴκοσι ἔτη εἰς τὰ Κελλία, καὶ οὐκ ἦρέ ποτε τοὺς ὀφθαλμοὺς ἄνω, ἰδεῖν τὴν στέγην τῆς ἐκκλησίας.
βʹ. Ἔλεγον περὶ τοῦ αὐτοῦ ἀββᾶ Ἐλαδίου, ὅτι ἄρτον καὶ ἅλας ἤσθιεν. Ὅτε οὖν ἦλθε τὸ Πάσχα, ἔλεγεν, ὅτι Οἱ ἀδελφοὶ ἄρτον καὶ ἅλας ἐσθίουσιν· ἐγὼ δὲ ὤφειλον μικρὸν κόπον ποιῆσαι διὰ τὸ Πάσχα. Ἐπειδὴ τὰς ἄλλας ἡμέρας καθήμενος ἐσθίω· νῦν ὅτι Πάσχα ἐστὶ, ποιήσω τὸν κόπον, ἱστάμενος ἐσθίων.
Περὶ τοῦ ἀββᾶ Εὐαγρίου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Εὐάγριος· Καθεζόμενος ἐν τῷ κελλίῳ, συνάγαγέ σου τὸν λογισμόν· μνήσθητι ἡμέρας θανάτου· ἴδε τότε τοῦ σώματος τὴν νέκρωσιν· ἐννόει τὴν συμφοράν· λαβὲ τὸν πόνον· κατάγνωθι τῆς ἐν τῷ κόσμῳ ματαιότητος· ὅπως δυνηθῇς διαπαντὸς μένειν ἐν τῇ προθέσει τῆς ἡσυχίας, καὶ
61
μὴ ἀσθενήσῃς. Μνήσθητι δὲ καὶ τῆς ἐν τῷ ᾅδῃ νῦν καταστάσεως· λογίζου τὸ πῶς εἰσιν ἐκεῖ αἱ ψυχαὶ, ἐν ποίᾳ δεινοτάτῃ σιωπῇ, ἐν ποίῳ πικροτάτῳ στεναγμῷ, καὶ πηλίκῳ φόβῳ καὶ ἀγῶνι καὶ προσδοκίᾳ· τὴν ἄπαυστον ὀδύνην, τὸ ψυχικὸν καὶ ἀπέραντον δάκρυον. Ἀλλὰ καὶ ἡμέρας ἀναστάσεως μνήσθητι, καὶ παραστάσεως τῆς πρὸς τὸν Θεόν· φαντάζου τὸ φρικῶδες καὶ φοβερὸν ἐκεῖνο κρῖμα. Ἄγε εἰς μέσον τὰ ἀποκείμενα τοῖς ἁμαρτάνουσιν, αἰσχύνην τὴν κατ' ἐνώπιον τοῦ Θεοῦ καὶ ἀγγέλων καὶ ἀρχαγγέλων καὶ πάντων ἀνθρώπων, τουτέστι κολαστήρια, πῦρ αἰώνιον, σκώληκα τὸν ἀκοίμητον, τὸν τάρταρον, τὸ σκότος, τὸν τῶν ὀδόντων βρυγμὸν, τοὺς φόβους καὶ τὰς βασάνους. Ἄγε δὴ καὶ τὰ τοῖς δικαίοις ἀποκείμενα ἀγαθὰ, παῤῥησίαν τὴν μετὰ Θεοῦ Πατρὸς καὶ Χριστοῦ αὐτοῦ, ἀγγέλων καὶ ἀρχαγγέλων, καὶ παντὸς δήμου τῶν ἁγίων, βασιλείαν οὐρανῶν, καὶ τὰ ταύτης δωρήματα τὴν χαρὰν καὶ τὴν ταύτης ἀπόλαυσιν. Ἑκατέρων τούτων τὴν μνήμην ἄγε σεαυτῷ· καὶ ἐπὶ μὲν τῇ τῶν ἁμαρτωλῶν κρίσει δάκρυσον, πένθησον, φοβούμενος μὴ καὶ σὺ αὐτὸς ἐν τούτοις γένῃ· ἐπὶ δὲ τοῖς ἀποκειμένοις τοῖς δικαίοις, χαῖρε καὶ εὐφραίνου. Καὶ τούτων μὲν σπούδασον ἐν ἀπολαύσει γενέσθαι, καὶ ἀλλοτριοῦσθαι ἐκείνων. Ὅρα μὴ ἐπιλάθῃ ποτὲ, κἂν ἔνδον τοῦ κελλίου σου τυγχάνῃς, κἂν ἔξω που, τῆς παροὺς καὶ βλαβεροὺς διαφεύξῃ λογισμούς.
βʹ. Εἶπε πάλιν· Κόπτε τῶν πολλῶν τὰς σχέσεις· μή σου ὁ νοῦς περιστατικὸς γένηται, καὶ τὸν τῆς ἡσυχίας ταράξῃ τρόπον.
γʹ. Εἶπε πάλιν μέγα μὲν τὸ ἀπερισπάστως προσεύχεσθαι· μεῖζον δὲ καὶ τὸ ψάλλειν ἀπερισπάστως.
δʹ. Εἶπε πάλιν· Μέμνησο διαπαντὸς τῆς ἐξόδου σου, καὶ μὴ ἐπιλάθῃ κρίσεως αἰωνίου· καὶ οὐκ ἔσται πλημμέλεια ἐν τῇ ψυχῇ σου.
ε΄. Εἶπε πάλιν· Ἔπαρον τοὺς πειρασμοὺς, καὶ οὐδεὶς ὁ σωζόμενος.
ϛʹ. Εἶπε πάλιν, ὅτι Ἔλεγέ τις τῶν Πατέρων· Ἡ ξηροτέρα καὶ ἀνώμαλος δίαιτα, ἀγάπῃ συζευχθεῖσα, θᾶττον εἰσάγει τὸν μοναχὸν εἰς τὸν τῆς ἀπαθείας λιμένα.
62
ζʹ. Ἐγένετό ποτε συνέδριον εἰς τὰ Κελλία περὶ πράγματος, καὶ ἐλάλησεν ὁ ἀββᾶς Εὐάγριος. Λέγει αὐτῷ ὁ πρεσβύτερος· Οἴδαμεν, ἀββᾶ, ὅτι εἰ ᾖς ἐν τῇ χώρᾳ σου, καὶ ἐπίσκοπος πολλάκις καὶ κεφαλὴ πολλῶν εἶχες εἶναι· νῦν δὲ ὡς ξένος καθέζῃ ὧδε. Ὁ δὲ κατανυγεὶς οὐκ ἐταράχθη, ἀλλὰ κινήσας τὴν κεφαλὴν, λέγει αὐτῷ· Ἀληθῶς ἐστι, Πάτερ. Πλὴν ἅπαξ ἐλάλησα, ἐπὶ δὲ τῷ δευτέρῳ οὐ προσθήσω.
Περὶ τοῦ ἀββᾶ Εὐδαίμονος.
Εἶπεν ὁ ἀββᾶς Εὐδαίμων περὶ τοῦ ἀββᾶ Παφνουτίου τοῦ Πατρὸς τῆς Σκήτεως, ὅτι Κατῆλθον ἐκεῖ νεώτερος, καὶ οὐκ ἀφῆκέ μεμεῖναι ἐκεῖ, λέγων ἐπὶ ἐμοῦ, Ὄψιν γυναικὸς οὐκ ἀφιῶ μεῖναι εἰς Σκῆτιν, διὰ τὸν πόλεμον τοῦ ἐχθροῦ.
Ἀρχὴ τοῦ στοιχείου Ζ.
Περὶ τοῦ ἀββᾶ Ζήνωνος.
αʹ. Εἶπεν ὁ ἀββᾶς Ζήνων ὁ μαθητὴς τοῦ μακαρίου Σιλουανοῦ· Μὴ οἰκήσῃς ἐν τόπῳ ὀνομαστῷ, μηδὲ καθίσῃς μετὰ ἀνθρώπου ἔχοντος μέγα ὄνομα, μηδὲ βάλῃς θεμέλιον τοῦ οἰκοδομῆσαι ἑαυτῷ κελλίον πώποτε.
βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ζήνωνος, ὅτι ἀπ' ἀρχῆς οὐκ ἤθελε λαβεῖν παρά τινός τίποτε. Καὶ ἐντεῦθεν οἱ φέροντες ἀπήρχοντο λυπούμενοι, ὅτι οὐκ ἐλάμβανε. Καὶ ἄλλοι ἤρχοντο πρὸς αὐτὸν, λαβεῖν θέλοντες ὡς παρὰ μεγάλου γέροντος, καὶ οὐκ εἶχέ τι δοῦναι αὐτοῖς, καὶ αὐτοὶ ὑπῆγον λυπούμενοι. Λέγει ὁ γέρων· Τί ποιήσω, ὅτι καὶ οἱ φέροντες λυποῦνται, καὶ οἱ λαβεῖν θέλοντες; Τοῦτο μᾶλλον συμφέρει· εἴ τις φέρει, λαμβάνω, καὶ εἴ τις αἰτεῖ παρέχω αὐτῷ. Καὶ οὕτως ποιήσας ἀνεπαύετο, καὶ πάντας ἐπληροφόρει.
γʹ. Παρέβαλεν ἀδελφὸς Αἰγύπτιος τῷ ἀββᾷ Ζήνωνι εἰς Συρίαν, καὶ κατηγόρει τῶν λογισμῶν ἑαυτοῦ ἐπὶ τοῦ γέροντος. Ὁ δὲ θαυμάσας εἶπεν· Οἱ Αἰγύπτιοι, ἃς μὲν ἔχουσιν ἀρετὰς, κρύπτουσιν, ἃ δὲ οὐκ ἔχουσιν ἐλαττώματα, τούτων ἀεὶ κατηγοροῦσιν· οἱ δὲ Σύροι καὶ οἱ Ἑλληνικοὶ, ἃς μὲν οὐκ ἔχουσιν ἀρετὰς, λέγουσιν ἔχειν, ἃ δὲ ἔχουσι ἐλαττώματα, κρύπτουσιν.
63
δʹ. Ἦλθον πρὸς αὐτὸν ἀδελφοὶ, καὶ ἠρώτησαν αὐτὸν, λέγοντες· Τί ἐστι τὸ ἐν τῷ Ἰὼβ γεγραμμένον· Οὐρανὸς δὲ οὐ καθαρὸς ἐνώπιον αὐτοῦ; Ἀποκριθεὶς δὲ ὁ γέρων εἶπεν αὐτοῖς· Ἀφῆκαν οἱ ἀδελφοὶ τὰς ἁμαρτίας αὐτῶν, καὶ περὶ τῶν οὐρανῶν ἐρευνῶσιν. Αὔτη δέ ἐστιν ἡ ἑρμηνεία τοῦ λόγου· Ἐπειδὴ αὐτὸς μόνος ἐστὶ καθαρὸς, διὰ τοῦτο εἶπεν· Οὐρανὸς δὲ οὐ καθαρός ἐστιν.
εʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ζήνωνος, ὅτι καθήμενος ἐν. τῇ Σκήτει, ἐξῆλθε νυκτὸς ἐκ τῆς κέλλης αὐτοῦ ὡς ἐπὶ τὸ ἕλος· καὶ πλανηθεὶς ἐποίησε τρεῖς ἡμέρας καὶ τρεῖς νύκτας περιπατῶν· καὶ κοπιάσας, ἐκλιπὼν ἔπεσεν εἰς τὸ ἀποθανεῖν. Καὶ ἰδοὺ παιδάριον ἔστη ἐνώπιον αὐτοῦ, ἔχον ἄρτον καὶ βαυκάλιον ὕδατος· καὶ ἔλεγεν αὐτῷ· Ἀνάστα, φάγε. Ὁ δὲ ἀναστὰς, προσηύξατο, νομίζων ὅτι φαντασία ἐστίν. Ὁ δὲ εἶπεν αὐτῷ· Καλῶς ἐποίησας. Καὶ πάλιν ηὔξατο δεύτερον καὶ τρίτον. Καὶ λέγει αὐτῷ· Καλῶς ἐποίησας. Ἀναστὰς οὖν ὁ γέρων, ἔλαβε καὶ ἔφαγε. Καὶ μετὰ ταῦτα λέγει αὐτῷ· Ὅσον περιεπάτησας, τοσοῦτον εἶ μακρὰν ἀπὸ τῆς κέλλης σου· ἀλλ' ἀνάστα, ἀκολούθει μοι. Καὶ εὐθέως εὑρέθη εἰς τὸ κελλίον αὐτοῦ. Εἶπεν οὖν αὐτῷ ὁ γέρων· Εἴσελθε, ποίησον ἡμῖν εὐχήν. Καὶ εἰσελθόντος τοῦ γέροντος, ἐκεῖνος ἀφανὴς ἐγένετο.
ϛʹ. Ἄλλοτε ὁ αὐτὸς ἀββᾶς Ζήνων περιπατῶν ἐν τῇ Παλαιστίνῃ, καὶ κοπιάσας, ἐγγὺς σικυηλάτου ἐκάθισε φαγεῖν, καὶ λέγει αὐτῷ ὁ λογισμός· Ἆρον ἑαυτῷ ἓν σικύδιν, καὶ φάγε. Τί γάρ ἐστιν; Ὁ δὲ ἀποκριθεὶς εἶπε τῷ λογισμῷ· Οἱ κλέπται εἰς κόλασιν ὑπάγουσι. Δοκίμασον οὖν ἑαυτὸν ἐντεῦθεν, εἰ δύνασαι τὴν κόλασιν ὑπενεγκεῖν. Καὶ ἀναστὰς ἔστη εἰς τὸ καῦμα πέντε ἡμέρας, καὶ τηγανίσας ἑαυτὸν, εἶπεν· Οὐ δύνασαι τὴν κόλασιν ὑπενεγκεῖν. Καὶ λέγει τῷ λογισμῷ· Εἰ οὐ δύνασαι, μὴ κλέπτε καὶ τρῶγε.
ζʹ. Εἶπεν ὁ ἀββᾶς Ζήνων· Ὁ θέλων ταχὺ ἵνα εἰσακούσῃ ὁ Θεὸς τῆς εὐχῆς αὐτοῦ, ἡνίκα ἀναστῇ καὶ ἐκτείνει τὰς χεῖρας αὐτοῦ πρὸς Θεὸν, πρὸ πάντων καὶ πρὸ τῆς ἰδίας ψυχῆς ὑπὲρ τῶν ἐχθρῶν αὐτοῦ ἀπὸ ψυχῆς εὔξηται· καὶ διὰ τούτου κατορθώματος, εἴ τι ἂν παρακαλέσῃ τῷ Θεῷ, ὑπακούει αὐτῷ.
64
ηʹ. Ἔλεγον ὅτι ἦν τις ἐν κώμῃ, καὶ πολλὰ ἐνήστευεν, ὥστε καλεῖσθαι τὸ ὄνομα αὐτοῦ ὁ Νηστευτής. Ἀκούσας δὲ ὁ ἀββᾶς Ζήνων περὶ αὐτοῦ, μετεστείλατο αὐτόν. Ὁ δὲ ἀπῆλθε μετὰ χαρᾶς. Καὶ εὐξάμενοι ἐκάθισαν. Ἤρξατο οὖν ὁ γέρων ἐργάζεσθαι σιωπῶν. Μὴ εὑρίσκων δὲ λαλῆσαι μετ' αὐτοῦ ὁ Νηστευτὴς ἤρξατο ὀχλεῖσθαι ὑπὸ τῆς ἀκηδίας. Καὶ λέγει τῷ γέροντι· Εὖξαι ὑπὲρ ἐμοῦ, ἀββᾶ, ὅτι ἀπελθεῖν θέλω. Λέγει αὐτῷ ὁ γέρων· Διατί; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Ὅτι ἡ καρδία μου ὡς καιομένη ἐστὶ, καὶ οὐκ οἶδα τί ἔχει. Ὅτε γὰρ ἤμην εἰς τὴν κώμην, ἕως ὀψὲ ἐνήστευον, καὶ οὐδέποτε οὕτως μοι ἐγένετο. Λέγει αὐτῷ ὁ γέρων· Εἰς τὴν κώμην, ἐκ τῶν ὠτίων σου ἐτρέφου· ἀλλ' ἄπελθε ἀπὸ τοῦ νῦν, καὶ ἔσθιε τὴν ἐννάτην· καὶ εἴ τι ποιεῖς, ἐν κρυπτῷ ποίει. Καὶ ὡς ἤρξατο ποιεῖν, μετὰ θλίψεως ἔμενε τὴν ἐννάτην. Καὶ ἔλεγον οἱ γνωρίζοντες αὐτὸν, ὅτι Ὁ Νηστευτὴς ἐδαιμονίσθη. Ἐλθὼν δὲ ἀπήγγειλε τῷ γέροντι πάντα. Ὁ δὲ εἶπεν αὐτῷ· Αὕτη ἡ ὁδὸς κατὰ Θεόν ἐστιν.
Περὶ τοῦ ἀββᾶ Ζαχαρίου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Μακάριος τῷ ἀββᾷ Ζαχαρίᾳ· Εἰπέ μοι τὸ ἔργον τοῦ μοναχοῦ. Λέγει αὐτῷ· Ἐμὲ ἐρωτᾷς, Πάτερ; Καὶ λέγει ὁ ἀββᾶς Μακάριος· Πληροφοροῦμαι εἰς σὲ, τέκνον Ζαχαρία. Ἔστι γὰρ ὁ νύσσων με τοῦ ἐρωτῆσαί σε. Λέγει αὐτῷ ὁ Ζαχαρίας· Τὸ κατ' ἐμὲ, Πάτερ, τὸ ἑαυτὸν βιάζεσθαι εἰς πάντα, οὗτός ἐστιν ὁ μοναχός.
βʹ. Ἦλθέ ποτε ὁ ἀββᾶς Μωσῆς ἀντλῆσαι ὕδωρ, καὶ εὗρε τὸν ἀββᾶν Ζαχαρίαν εὐχόμενον ἐπὶ τοῦ λάκκου, καὶ τὸ Πνεῦμα τοῦ Θεοῦ καθήμενον ἐπάνω αὐτοῦ.
γʹ. Εἶπέ ποτε ὁ ἀββᾶς Μωσῆς τῷ ἀδελφῷ Ζαχαρίᾳ· Εἰπέ μοι τί ποιήσω; Ἀκούσας δὲ ἔῤῥιψεν ἑαυτὸν χαμαὶ εἰς τοὺς πόδας αὐτοῦ, λέγων· Σύ με ἐρωτᾷς, Πάτερ; Λέγει αὐτῷ γέρων· Πίστευσόν μοι, τέκνον μου Ζαχαρία· εἶδον τὸ Πνεῦμα τὸ ἅγιον κατελθὸν ἐπὶ σὲ, καὶ ἐκ τούτου ἀναγκάζομαι ἐρωτῆσαί σε. Τότε λαβὼν ὁ Ζαχαρίας τὸ κουκούλιον αὐτοῦ ἐκ τῆς κεφαλῆς αὐτοῦ, ἔθηκεν ὑπὸ τοὺς πόδας, καὶ καταπατήσας αὐτὸ εἶπεν· Ἐὰν μὴ συντριβῇ οὕτως ἄνθρωπος, οὐ δύναται εἶναι μοναχός.
65
δʹ. Καθημένου ποτὲ τοῦ ἀββᾶ Ζαχαρίου εἰς Σκῆτιν, ἦλθε θεωρία εἰς αὐτόν· καὶ ἀναστὰς ἀνήγγειλε τῷ ἀββᾷ αὐτοῦ Καρίωνι. Ὁ δὲ γέρων, πρακτικὸς ὢν, οὐχ ὑπῆρχεν ἀκριβὴς περὶ ταῦτα. Καὶ ἀναστὰς ἔδειρεν αὐτὸν, λέγων, ὅτι ἀπὸ δαιμόνων ἐστί. Παρέμεινε δὲ ὁ λογισμός. Καὶ ἀναστὰς ἀπῆλθε πρὸς τὸν ἀββᾶν Ποιμένα, νυκτὸς, καὶ ἀνήγγειλεν αὐτῷ τὸ πρᾶγμα, καὶ πῶς καίεται τὰ ἐντὸς αὐτοῦ. Καὶ ἰδὼν ὁ γέρων ὅτι ἀπὸ Θεοῦ ἐστι, λέγει αὐτῷ· Ὕπαγε πρὸς τὸν δεῖνα τὸν γέροντα, καὶ εἴ τι δ' ἄν σοι εἴπῃ, ποίησον. Καὶ ἀπελθὼν πρὸς τὸν γέροντα, πρὶν ἐξετάσαι αὐτόν τι, προλαβὼν ὁ γέρων εἶπεν αὐτῷ πάντα, καὶ ὅτι ἡ θεωρία ἀπὸ Θεοῦ ἐστιν. Ἀλλ' ὕπαγε, ὑποτάγηθι τῷ Πατρί σου.
εʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι ἠρώτησεν ὁ ἀββᾶς Μωϋσῆς τὸν ἀββᾶν Ζαχαρίαν μέλλοντα τελευτᾷν· Τί ὁρᾷς; Καὶ λέγει αὐτῷ· Οὐ βέλτιον τὸ σιωπᾷν, Πάτερ; καὶ εἶπε· Ναὶ, τέκνον, σιώπα. Καὶ τῇ ὥρᾳ τοῦ θανάτου αὐτοῦ, καθεζόμενος ὁ ἀββᾶς Ἰσίδωρος, ἀναβλέψας εἰς τὸν οὐρανὸν εἶπεν· Εὐφραίνου, τέκνον μου Ζαχαρία, ὅτι ἀνεῴχθησάν σοι αἱ πύλαι τῆς τῶν οὐρανῶν βασιλείας.
Ἀρχὴ τοῦ Η στοιχείου.
Περὶ τοῦ ἀββᾶ Ἡσαΐου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Ἡσαΐας, ὅτι οὐδὲν οὕτως λυσιτελεῖ τῷ ἀρχαρίῳ, ὡς ἡ ὕβρις. Ὥσπερ γὰρ δένδρον καθ' ἑκάστην ποτιζόμενον, οὕτως ἀρχάριος ὑβριζόμενος καὶ ὑπομένων.
βʹ. Ἔλεγε πάλιν πρὸς τοὺς καλῶς ἀρχομένους καὶ ὑποτασσομένους Πατράσιν ἁγίοις, ὅτι Ἡ πρώτη βαφὴ οὐκ ἀποβάλλει, ὡς ἐπὶ πορφύρας. Καί· ὅτι Ὥσπερ οἱ κλάδοι οἱ ἁπαλοὶ εὐχερῶς μεταστρέφονται καὶ κάμπτονται, οὕτως καὶ οἱ ἀρχάριοι ὄντες ἐν ὑποταγῇ.
γʹ. Ἔλεγε πάλιν, ὅτι ἀρχάριος μεταβαίνων ἀπὸ μοναστηρίου εἰς μοναστήριον, ἔοικε ζώῳ ὑπὸ φορβαίας ἐνταῦθα κἀκεῖσε ἐλαυνομένῳ.
δʹ. Εἶπε πάλιν, ὅτι ὁ πρεσβύτερος τοῦ Πηλουσίου, γενομένης ἀγάπης, καὶ τῶν ἀδελφῶν ἐν τῇ ἐκκλησίᾳ ἐσθιόντων, καὶ συλλαλούντων ἀλλήλοις, ἐπιτιμήσας αὐτοῖς
66
εἶπε· Σιωπᾶτε, ἀδελφοί· εἶδον ἐγὼ ἀδελφὸν ἐσθίοντα μεθ' ὑμῶν, καὶ πίνοντα ποτήρια ὅσα ὑμεῖς, καὶ ἡ εὐχὴ αὐτοῦ ἀναβαίνει ἐνώπιον τοῦ Θεοῦ ὡς πῦρ.
εʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἡσαΐου, ὅτι ποτὲ ἔλαβε θαλλίον, καὶ ἀπῆλθεν εἰς τὴν ἅλωνα, καὶ λέγει τῷ γεούχῳ· Δός μοι σῖτον. Καὶ λέγει αὐτῷ· Καὶ σὺ ἐθέρισας, ἀββᾶ; Λέγει· Οὐχί. Καὶ λέγει αὐτῷ ὁ γεοῦχος· Πῶς οὖν θέλεις σῖτον λαβεῖν, μὴ θερίσας; Καὶ λέγει αὐτῷ ὁ γέρων· Οὐκοῦν ἐὰν μή τις θερίσῃ, οὐ λαμβάνει μισθόν; Λέγει ὁ γεοῦχος· Οὐχί. Καὶ οὕτως ἀνεχώρησεν ὁ γέρων. Οἱ δὲ ἀδελφοὶ, ἰδόντες τί ἐποίησεν, ἔβαλον αὐτῷ μετάνοιαν, παρακαλοῦντες μαθεῖν τί τοῦτο ἐποίησε. Λέγει αὐτοῖς ὁ γέρων· Ὑπόδειγμα αὐτὸ ἐποίησα, ὅτι ἐὰν μή τις ἐργάσηται, οὐ λαμβάνει μισθὸν παρὰ τοῦ Θεοῦ.
ϛʹ. Ὁ αὐτὸς ἀββᾶς Ἡσαΐας ἐκάλεσέ τινα τῶν ἀδελφῶν, καὶ ἔνιψεν αὐτοῦ τοὺς πόδας, καὶ ἔβαλε δράκα φακοῦ εἰς χύτραν, καὶ ὡς ἔβρασε, κατήνεγκεν αὐτήν. Καὶ λέγει αὐτῷ ὁ ἀδελφός· Οὔπω ἑψήθη, ἀββᾶ. Καὶ λέγει αὐτῷ· Οὐκ ἀρκεῖ σοι ὅτι ὅλως εἶδες λαμπρόν; καὶ αὕτη μεγάλη παράκλησις.
ζʹ. Ἔλεγε πάλιν, ὅτι Ἐὰν θέλῃ ὁ Θεὸς ψυχὴν ἐλεῆσαι, αὐτὴ δὲ ἀφηνιάζει καὶ οὐκ ἀνέχεται, ἀλλὰ τὸ θέλημα αὐτῆς ποιεῖ, συγχωρεῖ αὐτὴν παθεῖν ἅπερ οὐ θέλει, ἵνα οὕτως αὐτὸν ἐπιζητήσῃ.
ηʹ. Ἔλεγε πάλιν, ὅτι Ἡνίκα τις βούλεται κακὸν ἀντὶ κακοῦ ἀποδοῦναι, δύναται καὶ διὰ νεύματος μόνου βλάψαι τὴν συνείδησιν τοῦ ἀδελφοῦ.
θʹ. Ὁ αὐτὸς ἀββᾶς Ἡσαΐας ἠρωτήθη, τί ἐστι φιλαργυρία, καὶ ἀπεκρίθη· Τὸ μὴ πιστεῦσαι τῷ Θεῷ, ὅτι ποιεῖταί σου φροντίδα, καὶ τὸ ἀπελπίσαι τῶν ἐπαγγελιῶν τοῦ Θεοῦ καὶ φιλοπλατύνεσθαι.
ιʹ. Ἠρωτήθη πάλιν, τί ἐστι καταλαλιὰ, καὶ ἀπεκρίθη· Τὸ μὴ γνῶναι τὴν δόξαν τοῦ Θεοῦ, καὶ Φθόνος πρὸς τὸν πλησίον.
ιαʹ. Ἠρωτήθη πάλιν, τί ἐστιν ὀργὴ, καὶ ἀπεκρίθη· Ἔρις, καὶ ψεῦδος, καὶ ἀγνωσία.
67
Περὶ τοῦ ἀββᾶ Ἠλία.
αʹ. Εἶπεν ὁ ἀββᾶς Ἠλίας· Ἐγὼ τρία πράγματα φοβοῦμαι· ὅταν μέλλῃ ἡ ψυχή μου ἐξελθεῖν ἀπὸ τοῦ σώματος, καὶ ὅταν μέλλω τῷ Θεῷ ἀπαντῆσαι, καὶ ὅταν μέλλῃ ἡ ἀπόφασις ἐξελθεῖν κατ' ἐμοῦ.
βʹ. Ἔλεγον οἱ γέροντες τῷ ἀββᾷ Ἠλίᾳ εἰς Αἴγυπτον περὶ τοῦ ἀββᾶ Ἀγάθωνος, ὅτι Καλὸς ἀββᾶς ἐστιν. Καὶ λέγει αὐτοῖς ὁ γέρων· Κατὰ τὴν γενεὰν αὐτοῦ καλός ἐστι. Καὶ λέγουσιν αὐτῷ· Κατὰ δὲ τοὺς ἀρχαίους τί; Καὶ ἀποκριθεὶς λέγει· Εἶπον ὑμῖν, ὅτι κατὰ τὴν γενεὰν αὐτοῦ καλός ἐστι· κατὰ δὲ τοὺς ἀρχαίους, ἑώρακα ἄνθρωπον ἐν Σκήτει, ὅτι ἠδύνατο τὸν ἥλιον στῆσαι ἐν τῷ οὐρανῷ, καθάπερ Ἰησοῦς ὁ τοῦ Ναυΐ. Καὶ τοῦτο ἀκούσαντες, ἐθαμβήθησαν, καὶ ἐδόξασαν τὸν Θεόν.
γʹ. Εἶπεν ὁ ἀββᾶς Ἠλίας ὁ τῆς διακονίας· Τί ἰσχύει ἁμαρτία, ὅπου ἐστὶ μετάνοια; καὶ τί ὠφελεῖ ἀγάπη, ἔνθα ἐστὶν ὑπερηφανία;
δʹ. Εἶπεν ὁ ἀββᾶς Ἠλίας, ὅτι Εἶδον ἐγώ τινα λαβόντα κολοκύντιον οἵνου εἰς τὴν μάλην αὐτοῦ· καὶ ἵνα αἰσχύνω τοὺς δαίμονας ὅτι φαντασία ἦν, εἶπον τῷ ἀδελφῷ· Ποίησον ἀγάπην, καὶ ἆρόν μου τοῦτο· καὶ ἄρας τὸ πάλλιον αὐτοῦ, εὑρέθη μηδὲν ἔχων. Τοῦτο δὲ εἶπον, ὅτι κἂν τοῖς ὀφθαλμοῖς ἴδητέ τι, ἢ ἀκούσητε, μὴ καταδέξησθε. Πόσῳ μᾶλλον τηρεῖτε τοὺς διαλογισμοὺς καὶ τὰς ἐνθυμήσεις καὶ τὰς ἐννοίας, εἰδότες ὅτι αὐτοὶ ἐμβάλλουσιν αὐτὰ, ἵνα μιάνωσι τὴν ψυχὴν λογίζεσθαι τὰ μὴ συμφέροντα, καὶ ἵνα ἀπασχολήσωσι τὸν νοῦν ἀπὸ τῶν ἁμαρτιῶν αὐτοῦ, καὶ τοῦ Θεοῦ.
εʹ. Εἶπε πάλιν· Οἱ ἄνθρωποι τὸν νοῦν ἔχουσιν, ἢ εἰς τὰς ἁμαρτίας, ἢ πρὸς τὸν Ἰησοῦν, ἢ πρὸς τοὺς ἀνθρώπους.
ϛʹ. Εἶπε πάλιν· Ἐὰν μὴ ὁ νοῦς ψάλλῃ μετὰ τοῦ σώματος, εἰς μάτην ὁ κόπος. Ἐὰν γάρ τις ἀγαπᾷ τὴν θλίψιν, ὕστερον γίνεται αὐτῷ εἰς χαρὰν καὶ ἀνάπαυσιν.
ζʹ. Εἶπε πάλιν, ὅτι Τὶς γέρων ἔμεινεν εἰς ἱερόν· καὶ ἦλθον οἱ δαίμονες λέγοντες αὐτῷ· Ἄπελθε ἐκ τοῦ τόπου ἡμῶν. Καὶ ὁ γέρων ἔφη· Ὑμεῖς οὐκ ἔχετε τόπον. Καὶ ἤρξαντο σκορπίζειν αὐτοῦ τὰ βαΐα καθ' ἅπαξ. Ὁ δὲ γέρων ἐπέμενεν αὐτὰ
68
συλλέγων. Ὕστερον ὁ δαίμων κρατήσας αὐτοῦ τὴν χεῖρα, ἔσυρεν αὐτὸν ἔξω. Ὡς δὲ ἔφθασε τὴν θύραν ὁ γέρων, τῇ ἄλλῃ χειρὶ κατέσχε τὴν θύραν, κράζων· Ἰησοῦ, βοήθει μοι. Καὶ εὐθὺς ὁ δαίμων ἔφυγε. Καὶ ὁ γέρων ἤρξατο κλαίειν. Ὁ δὲ Κύριος εἶπεν αὐτῷ· Τί κλαίεις; καὶ λέγει ὁ γέρων· Ὅτι τολμῶσι κρατῆσαι τὸν ἄνθρωπον, καὶ οὕτως ποιῆσαι. Εἶπε δὲ αὐτῷ· Σὺ ἠμέλησας. Ὅτε γὰρ ἐζήτησάς με, εἶδες πῶς εὑρέθην σοι. Ταῦτα λέγω, ὅτι κόπου πολλοῦ χρεία, καὶ εἰ μὴ κόπος γένηται, οὐ δύναταί τις ἔχειν τὸν Θεὸν αὐτοῦ. Αὐτὸς γὰρ δι' ἡμᾶς ἐσταυρώθη. Ἀδελφὸς παρέβαλε τῷ ἀββᾷ Ἠλίᾳ τῷ ἡσυχαστῇ, εἰς τὸ κοινόβιον τοῦ σπηλαίου τοῦ ἀββᾶ Ζάββα, καὶ λέγει αὐτῷ· Ἀββᾶ, εἶπόν μοι ῥῆμα. Ὁ δὲ γέρων λέγει τῷ ἀδελφῷ, ὅτι Ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν, ἠγαπῶντο αἱ τρεῖς ἀρεταὶ αὗται, ἡ ἀκτημοσύνη, καὶ ἡ πραότης, καὶ ἡ ἐγκράτεια· νῦν δὲ κρατεῖ εἰς τοὺς μοναχοὺς ἡ πλεονεξία, καὶ ἡ γαστριμαργία, καὶ ἡ θρασύτης. Εἴ τι θέλεις κράτησον.
Περὶ τοῦ ἀββᾶ Ἡρακλείου.
Ἀδελφὸς πολεμηθεὶς, ἀπήγγειλε τῷ ἀββᾷ Ἡρακλείῳ. Καὶ λέγει αὐτῷ ἐκεῖνος στηρίζων αὐτὸν, ὅτι Τὶς γέρων ἔσχε μαθητὴν ὑπήκοον πάνυ ἐπὶ πολλὰ ἔτη. Μιᾷ οὖν πολεμηθεὶς ἔβαλε μετάνοιαν τῷ γέροντι, λέγων· Ποίησόν με γενέσθαι μοναχόν. Καὶ λέγει αὐτῷ ὁ γέρων· Βλέπε τόπον, καὶ ποιοῦμέν σοι κελλίον. Κὶ ἀπελθὼν ἀπὸ σημείου ἑνὸς εὗρε. Καὶ ἀπελθόντες ἐποίησαν κελλίον. Καὶ λέγει τῷ ἀδελφῷ· Εἴ τί σοι λέγω, τοῦτο ποίησον. Ὅταν πεινᾷς, φάγε, πίε, κοιμῶ· μόνον τοῦ κελλίου σου μὴ ἐξέλθῃς ἕως τοῦ σαββάτου· τότε ἔρχου ἐγγύς μου. Ὁ δὲ ἀδελφὸς ἐποίησε τὰς δύο ἡμέρας κατὰ τὴν ἐντολήν· καὶ τῇ τρίτῃ ἡμέρᾳ ἀκηδιάσας, λέγει· Τί τοῦτο ἐποίησέ μοι ὁ γέρων; καὶ ἀναστὰς, ἔψαλλε πλείστους ψαλμούς· καὶ μετὰ τὸ δῦναι τὸν ἥλιον ἔφαγε· καὶ ἀναστὰς ἀπῆλθε κοιμηθῆναι εἰς τὸ ψιάθιον αὐτοῦ. Καὶ θεωρεῖ Αἰθίοπα κείμενον τρίζοντα τοὺς ὀδόντας κατ' αὐτοῦ. Καὶ δρομαῖος φόβῳ πολλῷ ἦλθε πρὸς τὸν γέροντα· καὶ κρούσας τὴν θύραν, εἶπεν· Ἀββᾶ, ἐλέησόν με, καὶ ἄνοιξον. Ὁ δὲ γέρων, γνοὺς ὅτι οὐκ ἐφύλαξε τὸ ῥῆμα αὐτοῦ, οὐκ ἤνοιξεν
69
αὐτῷ ἕως πρωῒ, καὶ ἀνοίξας τῷ πρωῒ, εὗρεν αὐτὸν ἔξω παρακαλοῦντα· καὶ οἰκτηρήσας εἰσήνεγκεν αὐτόν. Τότε λέγει· Δέομαί σου, Πάτερ· Αἰθίοπα μέλανα εἶδον ἐπὶ τὸ ψιάθιόν μου, ὡς ἀπῆλθον κοιμηθῆναι. Ὁ δὲ εἶπε· Τοῦτο ἔπαθες, ὅτι οὐκ ἐφύλαξας τὸ ῥῆμά μου. Τότε τυπώσας αὐτῷ πρὸς τὴν δύναμιν, τὸ ἀκόλουθον τοῦ μονήρους βίου, κατὰ μικρὸν γέγονε μοναχὸς καλός.
Ἀρχὴ τοῦ Θ στοιχείου.
Περὶ τοῦ ἀββᾶ Θεοδώρου τοῦ τῆς Φέρμης.
αʹ. Ὁ ἀββᾶς Θεόδωρος ὁ τῆς Φέρμης ἐκτήσατο τρία βιβλία καλά· καὶ παρέβαλε τῷ ἀββᾷ Μακαρίῳ, καὶ λέγει αὐτῷ, ὅτι Ἔχω τρία βιβλία καλὰ, καὶ ὠφελοῦμαι ἐξ αὐτῶν· καὶ οἱ ἀδελφοὶ κιχρῶνται αὐτὰ, καὶ ὠφελοῦνται. Εἰπὲ οὖν μοι, τί ὤφειλον ποιῆσαι; κατάσχω αὐτὰ εἰς τὴν ἐμὴν καὶ τὴν τῶν ἀδελφῶν ὠφέλειαν, ἢ πωλήσω αὐτὰ καὶ δώσω πτωχοῖς; Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπε· Καλαὶ μὲν αἱ πράξεις, ἀλλὰ μείζων πάντων ἡ ἀκτημοσύνη ἐστί. Καὶ τοῦτο ἀκούσας, ἀπελθὼν ἐπώλησεν αὐτὰ, καὶ διέδωκε πτωχοῖς.
βʹ. Ἀδελφός τις καθεζόμενος εἰς τὰ Κελλία ἐταράσσετο καταμόνας· καὶ ἀπελθὼν πρὸς τὸν ἀββᾶν Θεόδωρον τὸν τῆς Φέρμης, εἶπεν αὐτῷ. Ὁ δὲ γέρων εἶπεν· Ὕπαγε, ταπείνωσον τὸν λογισμόν σου, καὶ ὑποτάγηθι, καὶ μεῖνον μετὰ ἄλλων. Καὶ ὑποστρέφει πρὸς τὸν γέροντα, καὶ λέγει αὐτῷ· Οὐδὲ μετὰ τῶν ἀνθρώπων ἀναπαύομαι. Καὶ λέγει αὐτῷ ὁ γέρων· Εἰ μόνος οὐκ ἀναπαύῃ, οὐδὲ μετὰ τῶν ἄλλων, διατὶ ἐξῆλθες εἰς τὸν μοναχόν; οὐχὶ ἵνα ὑποφέρῃς τὰς θλίψεις; εἰπὲ δέ μοι· Πόσα ἔτη ἔχεις εἰς τὸ σχῆμα; Λέγει· Ὀκτώ. Εἶπεν οὖν αὐτῷ ὁ γέρων· Φύσει ἔχω ἐν τῷ σχήματι ἑβδομήκοντα ἔτη, καὶ οὐδὲ μίαν ἡμέραν εὗρον ἀνάπαυσιν· καὶ σὺ εἰς ὀκτὼ ἔτη θέλεις ἀνάπαυσιν ἔχειν; Καὶ τοῦτο ἀκούσας, ἑδραιωθεὶς ἀπῆλθεν.
γʹ. Παρέβαλεν ἀδελφός ποτε τῷ ἀββᾷ Θεοδώρῳ, καὶ ἐποίησε τρεῖς ἡμέρας παρακαλῶν αὐτὸν ἀκοῦσαι λόγον. Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῷ. Καὶ ἐξῆλθε λυπούμενος. Λέγει οὖν αὐτῷ ὁ μαθητὴς αὐτοῦ· Ἀββᾶ, πῶς οὐκ εἶπες αὐτῷ λόγον;
70
καὶ ἀπῆλθε λυπούμενος. Καὶ λέγει αὐτῷ ὁ γέρων· Φύσει οὐκ ἔλεγον αὐτῷ· πραγματευτὴς γάρ ἐστι, καὶ εἰς ἀλλοτρίους λόγους θέλει δοξάζεσθαι.
δʹ. Εἶπε πάλιν· Ἐὰν ἕξεις φιλίαν μετὰ τινὸς, καὶ συμβῇ αὐτὸν εἰς πειρασμὸν πορνείας ἐμπεσεῖν, ἐὰν δύνασαι δὸς αὐτῷ χεῖρα, καὶ ἕλκυσον αὐτὸν ἄνω. Ἐὰν δὲ εἰς αἵρεσιν ἐμπέσῃ, καὶ μὴ πεισθῇ σοι ἀποστραφῆναι, ταχέως κόψον αὐτὸν ἀπὸ σοῦ· μήποτε βραδύνων συγκατασπασθῇς αὐτῷ εἰς τὸν βόθρον.
εʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Θεοδώρου τοῦ τῆς Φέρμης, ὅτι τὰ τρία ταῦτα κεφάλαια εἶχεν ὑπὲρ πολλούς· τὴν ἀκτημοσύνην, τὴν ἄσκησιν, καὶ τὸ φεύγειν τοὺς ἀνθρώπους.
ϛʹ. Εὐκαίρησέ ποτε ὁ ἀββᾶς Θεόδωρος μετ' αὐτῶν· καὶ ἐσθιόντων αὐτῶν, κατ' εὐλάβειαν ἐλάμβανον τὰ ποτήρια σιωπῶντες, καὶ οὐκ ἔλεγον τὸ Συγχώρησον. Καὶ εἶπεν ὁ ἀββᾶς Θεόδωρος· Ἀπώλεσαν οἱ μοναχοὶ τὴν εὐγένειαν αὐτῶν, τὸ λέγειν, Συγχώρησον.
ζʹ. Ἠρώτησεν αὐτὸν ἀδελφὸς, λέγων· Θέλεις, ἀββᾶ, μικρὰς ἡμέρας μὴ φάγω ἄρτον; Καὶ λέγει αὐτῷ ὁ γέρων· Καλῶς ποιεῖς· καὶ γὰρ κἀγὼ ἐποίησα οὕτως. Καὶ λέγει αὐτῷ ὁ ἀδελφός· Θέλω οὖν λαβεῖν τὰ ἐρεβίνθιά μου εἰς τὸ ἀρτοκοπεῖον, καὶ ποιῆσαι αὐτὰ ἄλευρον. Καὶ λέγει αὐτῷ ὁ γέρων· Εἰ πάλιν ὑπάγεις εἰς τὸ ἀρτοκοπεῖον, ποίησον τὸν ἄρτον σου· καὶ τίς ἡ χρεία τῆς ἐξαγωγῆς ταύτης;
ηʹ. Ἦλθέ τις τῶν γερόντων πρὸς τὸν ἀββᾶν Θεόδωρον, καὶ εἶπεν αὐτῷ· Ἰδοὺ ὁ δεῖνα ὁ ἀδελφὸς ὑπέστρεψεν εἰς τὸν κόσμον. Καὶ εἶπεν αὐτῷ ὁ γέρων· Ἐπὶ τούτῳ θαυμάζεις; μὴ θαυμάσῃς, ἀλλὰ θαύμασον μᾶλλον ἐὰν ἀκούσῃς ὅτι ἠδυνήθη τις ἐκφυγεῖν ἀπὸ τοῦ στόματος τοῦ ἐχθροῦ.
θʹ. Ἀδελφός τις ἦλθεν πρὸς τὸν ἀββᾶν Θεόδωρον, καὶ ἤρξατο λαλεῖν καὶ ἐξετάζειν πράγματα, ὧν οὔπω τὴν ἐργασίαν ἐποίει. Καὶ λέγει αὐτῷ ὁ γέρων· Οὔπω εὗρες τὸ πλοῖον, οὐδὲ τὰ σκεύη σου ἔβαλες, καὶ πρὸ τοῦ πλεῦσαι, ἤδη εἰς τὴν πόλιν ἐκείνην ἀπῆλθες. Πρῶτον ὅταν ποιήσῃς τὸ ἔργον, ἔρχῃ εἰς ἃ νῦν λαλεῖς.
71
ιʹ. Ὁ αὐτός ποτε παρέβαλε τῷ ἀββᾷ Ἰωάννῃ τῷ ἀπὸ γεννήσεως εὐνούχῳ· καὶ λαλούντων αὐτῶν, εἶπεν· Ὅταν ἤμην εἰς Σκῆτιν, τὰ ἔργα τῆς ψυχῆς ἦν τὸ ἔργον ἡμῶν, τὸ δὲ ἐργόχειρον ὡς πάρεργον εἴχομεν· νῦν δὲ γέγονε τὸ ἔργον τῆς ψυχῆς ὡς πάρεργον, καὶ τὸ πάρεργον ἔργον.
ιαʹ. Ἠρώτησε δὲ αὐτὸν ἀδελφὸς, λέγων· Ποῖόν ἐστι τὸ ἔργον τῆς ψυχῆς, ὃ νῦν ὡς πάρεργον ἔχομεν, καὶ ποῖόν ἐστι τὸ πάρεργον, ὃ νῦν ἔργον ἔχομεν; Καὶ λέγει ὁ γέρων· Πάντα τὰ γινόμενα διὰ τὴν ἐντολὴν τοῦ Θεοῦ, ἔργον ψυχῆς ἐστι· τὸ δὲ εἰς λόγον ἑαυτῶν ἐργάζεσθαι καὶ συνάγειν, τοῦτο πάρεργον ἔχειν ὀφείλομεν. Καὶ λέγει ὁ ἀδελφός· Σαφήνισόν μοι τὴν ὑπόθεσιν ταύτην. Καὶ λέγει ὁ γέρων· Ἰδοὺ ἀκούεις περὶ ἐμοῦ ὅτι ἀσθενῶ, καὶ ὀφείλεις ἐπισκέψασθαί με, καὶ λέγεις ἐν ἑαυτῷ· Καταλιπεῖν ἔχω τὸ ἔργον μου, καὶ νῦν ἀπελθεῖν; ἀλλὰ πληρώσω πρῶτον, καὶ οὕτως ἀπέρχομαι. Ἔρχεται δέ σοι καὶ ἄλλη ἀφορμὴ, καὶ τάχα οὐδὲ ὅλως ὑπάγεις. Πάλιν ἄλλος ἀδελφὸς λέγει σοι· Δός μοι χεῖρα, ἀδελφέ! καὶ λέγεις· Ἔχω ἀφῆσαι τὸ ἔργον μου, καὶ ἀπελθεῖν ἐργάσασθαι μετὰ τούτου; Ἐὰν οὖν μὴ ἀπέλθῃς, ἀφίεις τὴν ἐντολὴν τοῦ Θεοῦ, ὅ ἐστι τὸ ἔργον τῆς ψυχῆς, καὶ ποιεῖς τὸ πάρεργον, ὅ ἐστι τὸ ἔργον τῶν χειρῶν.
ιβʹ. Εἶπεν ὁ ἀββᾶς Θεόδωρος ὁ τῆς Φέρμης, ὅτι ἄνθρωπος στήκων εἰς μετάνοιαν, οὐ δέδεται εἰς ἐντολήν.
ιγʹ. Ὁ αὐτὸς εἶπεν· Ἄλλη ἀρετὴ οὐκ ἔστιν, ὡς τὸ μὴ ἐξουθενεῖν.
ιδʹ. Πάλιν εἶπεν· Ἄνθρωπος μαθὼν τὴν γλυκύτητα τοῦ κελλίου, οὐχ ὡς ἀτιμάζων τὸν πλησίον αὐτοῦ φεύγει.
ιεʹ. Πάλιν εἶπεν· Ἐὰν μὴ ἐκκόψω ἐμαυτὸν ἀπὸ τῶν οἰκτιρμῶν τούτων, οὐκ ἐῶσί με εἶναι μοναχόν.
ιϛʹ. Εἶπε πάλιν· Πολλοὶ ἐν τῷ καιρῷ τούτῳ εἵλοντο τὴν ἀνάπαυσιν, πρὶν ὁ Θεὸς αὐτοῖς παράσχῃ.
ιζʹ. Εἶπε πάλιν· Μὴ κοιμηθῇς εἰς τόπον ὅπου ἐστὶ γυνή.
ιηʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Θεόδωρον, λέγων· Θέλω ἐπιτελέσαι τὰς ἐντολάς. Λέγει αὐτῷ ὁ γέρων περὶ τοῦ ἀββᾶ Θεωνᾶ, ὅτι εἶπε καὶ αὐτός ποτε· Θέλω πληρῶσαι τὸν λογισμόν μου μετὰ τοῦ Θεοῦ, καὶ λαβὼν σιτίαν εἰς τὸ ἀρτοκοπεῖον, ἐποίησεν ἄρτους· καὶ αἰτησάντων αὐτὸν
72
πτωχῶν, ἔδωκε τοὺς ἄρτους· καὶ πάλιν αἰτησάντων ἄλλων, ἔδωκε τὰ σπυρίδια καὶ τὸ ἱμάτιον ὃ ἐφόρει, καὶ εἰσῆλθεν εἰς τὸ κελλίον, περιζωσάμενος τὸ μαφόριον. Καὶ οὕτως πάλιν ἐμέμφετο ἑαυτὸν λέγων, ὅτι Οὐκ ἐπλήρωσα τὴν ἐντολὴν τοῦ Θεοῦ.
ιθʹ. Ἠσθένησέ ποτε ὁ ἀββᾶς Ἰωσὴφ, καὶ ἔπεμψε πρὸς τὸν ἀββᾶν Θεόδωρον, λέγων· Δεῦρο, ἵνα σε ἴδω πρὸ τοῦ με ἐξελθεῖν ἐκ τοῦ σώματος· ἦν δὲ μέσον τῆς ἑβδομάδος. Καὶ οὐκ ἀπῆλθεν· ἔπεμψε δὲ, λέγων· Ἐὰν μείνῃς ἕως τοῦ σαββάτου, ἔρχομαι· εἰ δὲ ὑπάγεις, εἰς ἐκεῖνον τὸν κόσμον βλέπομεν ἀλλήλους.
κʹ. Ἀδελφὸς εἶπε τῷ ἀββᾷ Θεοδώρῳ· Εἰπέ μοι ῥῆμα, ὅτι ἀπόλλυμαι. Καὶ μετὰ κόπου εἶπεν αὐτῷ· Ἐγὼ κινδυνεύω, καὶ τί σοι ἔχω εἰπεῖν;
καʹ. Ἀδελφὸς ἦλθε πρὸς τὸν ἀββᾶν Θεόδωρον, ἵνα διδάξῃ αὐτὸν ῥάπτειν, ἐνέγκας καὶ τὴν σειρὰν πρὸς αὐτόν. Ὁ δὲ γέρων λέγει αὐτῷ· Ὕπαγε, καὶ πρωῒ δεῦρο ὧδε. Καὶ ἀναστὰς ὁ γέρων, ἔβρεξεν αὐτῷ τὴν σειρὰν, καὶ ἡτοίμασεν αὐτῷ τὴν προκαταραφὴν, λέγων· Οὕτως καὶ οὕτως ποίησον· καὶ ἀφῆκεν αὐτόν. Καὶ εἰσελθὼν εἰς τὸ κελλίον αὐτοῦ, ἐκάθισεν ὁ γέρων· καὶ εἰς τὴν ὥραν, ἐποίησεν αὐτὸν φαγεῖν, καὶ ἀπέπεμψεν. Ἦλθε δὲ πάλιν πρωΐ· καὶ λέγει αὐτῷ ὁ γέρων· Ἆρον τὴν σειράν σου ἔνθεν, καὶ ἀναχώρει· εἰς πειρασμὸν γὰρ ἦλθες βαλεῖν με καὶ εἰς φροντίδα. Καὶ οὐκ ἔτι ἀφῆκεν αὐτὸν ἔσω.
κβʹ. Εἶπεν ὁ μαθητὴς τοῦ ἀββᾶ Θεοδώρου, ὅτι Ἦλθέ ποτέ τις πωλῶν κρόμμυα, καὶ ἐγέμισέ μοι κρατῆρα. Καὶ λέγει ὁ γέρων· Γέμισον αὐτῷ σῖτον, καὶ δὸς αὐτῷ. Ἦσαν δὲ δύο βουνοὶ σίτου, εἷς καθαρὸς, καὶ εἷς ἀκαθάρτος· ἐγέμισα δὲ αὐτῷ ἐκ τοῦ ἀκαθάρτου. Καὶ προσέσχε μοι ὁ γέρων μετὰ ἕξεως καὶ λύπης· καὶ ἀπὸ τοῦ φόβου ἔπεσον, καὶ ἔκλασα τὸν κρατῆρα· καὶ ἔβαλον αὐτῷ μετάνοιαν. Καὶ λέγει ὁ γέρων· Ἐγείρου, οὐκ ἔχεις σὺ πρᾶγμα, ἀλλ' ἐγὼ ἥμαρτον, ὅτι εἶπόν σοι. Καὶ εἰσελθὼν ὁ γέρων ἐγέμισε τὸν κόλπον αὐτοῦ σῖτον καθαρὸν, καὶ ἔδωκεν αὐτῷ μετὰ τῶν κρομμύων.
73
κγʹ. Ἀπῆλθέ ποτε ὁ ἀββᾶς Θεόδωρος μετὰ ἀδελφοῦ γεμίσαι ὕδωρ· καὶ προλαβὼν ὁ ἀδελφὸς εἰς τὸν λάκκον εἶδε δράκοντα. Καὶ λέγει αὐτῷ ὁ γέρων Ὕπαγε, πάτησον τὴν κεφαλὴν αὐτοῦ. Καὶ φοβηθεὶς οὐκ ἀπῆλθεν. Ἦλθε δὲ ὁ γέρων, καὶ εἶδεν αὐτὸν τὸ θηρίον, καὶ καταισχυνθὲν ἔφυγεν εἰς τὴν ἔρημον.
κδʹ. Ἠρώτησέ τις τὸν ἀββᾶν Θεόδωρον· Ἐὰν ἄφνω γένηταί τις πτῶσις, καὶ σὺ φοβῇ, ἀββᾶ; Λέγει Αὐτῷ ὁ γέρων· Ἐὰν κολληθῇ ὁ οὐρανὸς τῇ γῇ, Θεόδωρος οὐ φοβεῖται. Ἦν γὰρ δεηθεὶς τοῦ Θεοῦ, ἵνα ἀρθῇ ἀπ' αὐτοῦ ἡ δειλία. Διὰ τοῦτο καὶ ἠρώτησεν αὐτόν.
κεʹ. Ἐλέγετο περὶ αὐτοῦ, ὅτι γενόμενος διάκονος εἰς Σκῆτιν οὐκ ἤθελε καταδέξασθαι διακονεῖν, καὶ εἰς πολλοὺς τόπους ἔφυγε. Καὶ πάλιν οἱ γέροντες ἔφερον αὐτὸν, λέγοντες· Μὴ καταλίπῃς τὴν διακονίαν σου. Λέγει αὐτοῖς ὁ ἀββᾶς Θεόδωρος· Ἐάσατέ με, καὶ δέομαι τοῦ Θεοῦ, εἰ πληροφορήσει με στῆναι εἰς τὸν τόπον τῆς λειτουργίας μου. Καὶ δεόμενος τοῦ Θεοῦ, ἔλεγεν· Εἰ θέλημά σού ἐστιν ἵνα στῶ εἰς τὸν τόπον μου, πληροφόρησόν με. Καὶ ἐδείχθη αὐτῷ στύλος πυρὸς ἀπὸ τῆς γῆς ἕως τοῦ οὐρανοῦ, καὶ φωνὴ λέγουσα· Εἰ δύνασαι γενέσθαι ὡς ὁ στύλος οὗτος, ὕπαγε, διακόνησον. Ὁ δὲ ἀκούσας ἔκρινε μηκέτι καταδέξασθαι. Ἐλθόντος οὖν αὐτοῦ εἰς τὴν ἐκκλησίαν, ἔβαλον αὐτῷ μετάνοιαν οἱ ἀδελφοὶ, λέγοντες· Εἰ οὐ θέλεις διακονεῖν, κἂν τὸ ποτήριον κατάσχε. Καὶ οὐκ ἠνέσχετο, λέγων· Ἐὰν μὴ ἀφῆτε, ἀναχωρῶ ἐκ τοῦ τόπου τούτου. Καὶ οὕτως ἀφῆκαν αὐτόν.
κϛʹ. Ἔλεγον δὲ περὶ αὐτοῦ, ὅτι ὡς ἠρημώθη ἡ Σκῆτις, ἦλθε μεῖναι εἰς Φέρμην· καὶ γηράσας ἠσθένησε. Προσέφερον οὖν αὐτῷ ἐδέσματά τινα. Καὶ ἃ ἔφερεν ὁ πρῶτος, ἐδίδου τῷ δευτέρῳ, καὶ οὕτως κατὰ τὴν τάξιν, ἃ ἐλάμβανεν παρὰ τοῦ πρώτου, παρεῖχε τῷ ἄλλῳ· εἰς δὲ τὴν ὥραν τοῦ γεύσασθαι, ὃ ἔφερεν ὁ ἐρχόμενος, τοῦτο ἤσθιεν.
κζʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Θεοδώρου, ὅτι ὅτε ἐκάθητο ἐν Σκήτει, ἦλθε πρὸς αὐτὸν δαίμων θέλων εἰσελθεῖν· καὶ ἔδησεν αὐτὸν ἔξω τῆς κέλλης. Καὶ πάλιν ἄλλος δαίμων ἦλθεν εἰσελθεῖν· καὶ τοῦτον ἔδησε. Καὶ προσθεὶς ὁ τρίτος
74
δαίμων, ἦλθε, καὶ εὗρε δεδεμένους τοὺς δύο· καὶ λέγει αὐτοῖς· Τί ἑστήκατε ὧδε ἔξω; Καὶ λέγουσιν αὐτῷ, ὅτι Ἔστι καθήμενος ἔσω, καὶ μὴ ἐῶν ἡμᾶς εἰσελθεῖν. Καὶ αὐτὸς τυραννήσας ἐπεχείρησεν εἰσελθεῖν. Ὁ δὲ γέρων ἔδησε καὶ τοῦτον. Φοβηθέντες δὲ τὰς εὐχὰς τοῦ γέροντος, παρεκάλουν αὐτὸν, λέγοντες· Ἀπόλυσον ἡμᾶς. Καὶ λέγει αὐτοῖς ὁ γέρων· Ὑπάγετε. Καὶ λοιπὸν αἰσχυνθέντες ἀνεχώρησαν.
κηʹ. Διηγήσατό τις τῶν Πατέρων, περὶ τοῦ ἀββᾶ Θεοδώρου τοῦ τῆς Φέρμης, ὅτι Ἦλθόν ποτε δείλης πρὸς αὐτὸν, καὶ εὗρον αὐτὸν φοροῦντα κεκομμένον λεβίτωνα, καὶ τὸ στῆθος αὐτοῦ γυμνὸν, καὶ τὸ κοκούλιον αὐτοῦ ἔμπροσθεν. Καὶ ἰδού τις Κόμης ἦλθεν ἰδεῖν αὐτόν. Καὶ κρούσαντος αὐτοῦ, ἐξῆλθεν ὁ γέρων ἀνοῖξαι, καὶ ἀπαντήσας αὐτῷ ἐκάθισεν εἰς τὴν θύραν λαλεῖν αὐτῷ. Καὶ ἔλαβον κόμμα μαφορίου, καὶ ἐσκέπασα τοὺς ὤμους αὐτοῦ. Ὁ δὲ γέρων ἐξέτεινε τὴν χεῖρα, καὶ ἔῤῥιψε αὐτό. καὶ ὡς ἀπῆλθεν ὁ Κόμης, εἶπον αὐτῷ· Ἀββᾶ, τί τοῦτο ἐποίησας; ἦλθεν ὁ ἄνθρωπος ὠφεληθῆναι· μὴ ἵνα σκανδαλισθῇ; Καὶ λέγει μοι ὁ γέρων· Τί λέγεις μοι, ἀββᾶ; ἀκμὴν τοῖς ἀνθρώποις δουλεύομεν; ἐποιήσαμεν τὴν χρείαν· παρῆλθε λοιπόν. Ὁ θέλων ὠφεληθῆναι, ὠφεληθῇ· ὁ θέλων σκανδαλισθῆναι, σκανδαλισθῇ· ἐγὼ δὲ ὡς δ' ἂν εὑρεθῶ, οὕτως ἀπαντῶ. Παρήγγειλε δὲ τῷ μαθητῇ αὐτοῦ, λέγων· Ἐάν τις ἔλθῃ ἰδεῖν με θέλων, μὴ εἴπῃς αὐτῷ τί ποτε ἀνθρώπινον· ἀλλ' ἐὰν τρώγω, εἰπὲ, Τρώγει· ἐὰν κοιμῶμαι, εἰπὲ, Κοιμᾶται.
κθʹ. Ἦλθόν ποτε ἐπάνω αὐτοῦ τρεῖς λῃσταί· καὶ οἱ δύο ἐκράτουν αὐτὸν, ὁ δὲ εἷς ἐκουβάλει τὰ σκεύη αὐτοῦ. Ὡς δὲ ἐξήνεγκε τὰ βιβλία, καὶ τὸν λεβίτωνα ἤθελε λαβεῖν· τότε λέγει αὐτοῖς· Τοῦτο ἀφίετε. Οἱ δὲ οὐκ ἤθελον. Καὶ κινήσας τὰς χεῖρας αὐτοῦ ἔῤῥιψε τοὺς δύο. Καὶ ἰδόντες ἐφοβήθησαν. Καὶ λέγει αὐτοῖς ὁ γέρων· Μηδὲν δειμάσητε· ποιήσατε αὐτὰ εἰς τέσσαρα μέρη, καὶ λάβετε τὰ τρία, καὶ ἄφετε τὸ ἕν. Καὶ οὕτως ἐποίησαν· διὰ τὸ λαβεῖν τὸ μέρος αὐτοῦ τὸν λεβίτωνα τὸν συνακτικόν.
75
Περὶ τοῦ ἀββᾶ Θεοδώρου τοῦ Ἐννάτου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Θεόδωρος ὁ τοῦ Ἐννάτου, ὅτι Ὅτε ἤμην νεώτερος, εἰς τὴν ἔρημον ἔμενον. Ἀπῆλθον οὖν εἰς τὸ ἀρτοκοπεῖον ποιῆσαι δύο σιτίας, καὶ εὗρον ἐκεῖ ἀδελφὸν θέλοντα ποιῆσαι ἄρτους, καὶ οὐκ εἶχέ τινα δοῦναι αὐτῷ χεῖρα. Ἐγὼ δὲ ἀφῆκα τὰ ἐμὰ, καὶ ἔδωκα αὐτῷ χεῖρα. Ὡς δὲ ἐσχόλασα, ἦλθεν ἄλλος ἀδελφὸς, καὶ πάλιν ἔδωκα αὐτῷ χεῖρα, καὶ ἐποίησα τὰ ψωμία. Καὶ πάλιν τρίτος ἦλθε, καὶ ἐποίησα ὁμοίως· καὶ οὕτως ἕκαστον τῶν ἐρχομένων ἐποίουν· καὶ ἐποίησα ἓξ σιτίας. Ὕστερον δὲ ἐποίησα τὰς δύο σιτίας τὰς ἐμὰς, ἀποσχόντων τῶν ἐρχομένων.
βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Θεοδώρου καὶ τοῦ ἀββᾶ Λουκίου τῶν τοῦ Ἐννάτου, ὅτι ἐποίησαν πεντήκοντα ἕτη, χλευάζοντες τοὺς λογισμοὺς αὐτῶν, καὶ λέγοντες· Μετὰ τὸν χειμῶνα τοῦτον, μεταβαίνομεν ἐντεῦθεν. Ὅτε δὲ πάλιν ἤρχετο τὸ θέρος, ἔλεγον, ὅτι Μετὰ τὸ θέρος τοῦτο ἀπερχόμεθα ἐντεῦθεν. Καὶ οὕτως ἐποίησαν πάντα τὸν χρόνον οἱ ἀείμνηστοι Πατέρες.
γʹ. Εἶπεν ὁ ἀββᾶς Θεόδωρος ὁ τῶν Ἐννάτου, ὅτι Ἐὰν λογίσηται ἡμῖν ὁ Θεὸς τὰς ἐν ταῖς εὐχαῖς ἀμελείας, καὶ τὰς αἰχμαλωσίας τὰς ἐν ταῖς ψαλμῳδίαις, οὐ δυνάμεθα σωθῆναι.
Περὶ τοῦ ἀββᾶ Θεοδώρου τοῦ εἰς Σκῆτιν.
Εἶπεν ὁ ἀββᾶς Θεόδωρος ὁ εἰς Σκῆτιν· Ἔρχεται ὁ λογισμὸς, καὶ ταράσσει με, καὶ ἀσχολεῖ με, καὶ τὴν πρᾶξιν οὐκ ἰσχύει ποιῆσαι, ἀλλὰ μόνον ἐμποδίζει πρὸς τὴν ἀρετήν· ὁ δὲ νηφάλιος ἀνὴρ, ἐκτιναξάμενος αὐτὸν, ἐγείρεται εἰς προσευχήν.
Περὶ τοῦ ἀββᾶ Θεοδώρου τοῦ Ἐλευθεροπολίτου.
αʹ. Ἠρώτησεν ὁ ἀββᾶς Ἀβραὰμ ὁ Ἰβὴρ τὸν ἀββᾶν Θεόδωρον τὸν Ἐλευθεροπολίτην, λέγων· Πῶς καλῶς ἐστι, Πάτερ; δόξαν περιποιήσομαι ἐμαυτῷ, ἢ ἀτιμίαν; Ὁ δὲ γέρων λέγει· Τέως ἐγὼ θέλω περιποιήσασθαι δόξαν, ἢ ἀτιμίαν. Ἐὰν γὰρ ποιήσω καλὸν ἔργον, καὶ δοξασθῶ, δύναμαι κατακρῖναι τὸν λογισμόν μου, ὅτι οὐκ εἰμὶ ἄξιος
76
τῆς δόξης ταύτης· ἡ δὲ ἀτιμία ἀπὸ φαύλων πραγμάτων γίνεται. Πῶς οὖν δύναμαι παρακαλέσαι τὴν καρδίαν μου, σκανδαλισθέντων ἐν ἐμοὶ τῶν ἀνθρώπων; κρεῖσσον οὖν τὸ ἀγαθὸν ποιεῖν, καὶ δοξάζεσθαι. Ὁ δὲ ἀββᾶς Ἀβραὰμ εἶπε· Καλῶς εἶπας, Πάτερ.
βʹ. Εἶπε ὁ ἀββᾶς Θεόδοτος· Ἡ ἔνδεια τοῦ ἄρτου τήκει τὸ σῶμα τοῦ μοναχοῦ. Ἄλλος δὲ γέρων ἔλεγεν, ὅτι ἡ ἀγρυπνία πλέον τήκει τὸ σῶμα.
Περὶ τοῦ ἀββᾶ Θεωνᾶ.
Εἶπεν ὁ ἀββᾶς Θεωνᾶς· Διὰ τὸ ἀπασχοληθῆναι τὸν νοῦν ἀπὸ τῆς εἰς Θεὸν θεωρίας, αἰχμαλωτιζόμεθα ὑπὸ τῶν παθῶν τῶν σαρκικῶν.
Περὶ Θεοφίλου τοῦ ἀρχιεπισκόπου.
αʹ. Ὁ μακάριος Θεόφιλος ὁ ἀρχιεπίσκοπος παρέβαλέ ποτε εἰς τὸ ὄρος τῆς Νιτρίας· καὶ ἦλθεν ὁ ἀββᾶς τοῦ ὄρους πρὸς αὐτόν. Καὶ λέγει αὐτῷ ὁ ἀρχιεπίσκοπος· Τί εὗρες ἐν τῇ ὁδῷ ταύτῃ πλέον, Πάτερ; Λέγει αὐτῷ ὁ γέρων· Τὸ αἰτιᾶσθαι καὶ μέμφεσθαι ἑαυτὸν πάντοτε. Λέγει αὐτῷ ὁ ἀββᾶς Θεόφιλος· Ἄλλη ὁδὸς οὐκ ἔστιν, εἰ μὴ αὕτη.
βʹ. Ὁ αὐτὸς ἀββᾶς Θεόφιλος ὁ ἀρχιεπίσκοπος παρέβαλέ ποτε εἰς τὴν Σκῆτιν. Συναχθέντες δὲ οἱ ἀδελφοὶ εἶπον τῷ ἀββᾷ Παμβώ· Εἰπὲ ἕνα λόγον τῷ Πάπᾳ, ὅπως ὠφεληθῇ. Λέγει αὐτοῖς ὁ γέρων· Εἰ οὐκ ὠφελεῖται ἐν τῇ σιωπῇ μου, οὐδὲ ἐν τῷ λόγῳ μου ὠφεληθῆναι ἔχει.
γʹ. Ἦλθόν ποτε Πατέρες εἰς Ἀλεξάνδρειαν, κληθέντες ὑπὸ Θεοφίλου τοῦ ἀρχιεπισκόπου, ἵνα ποιήσῃ εὐχὴν καὶ καθέλῃ τὰ ἱερά. Καὶ ἐσθιόντων αὐτῶν μετ' αὐτοῦ, παρετέθη κρέας μόσχιον· καὶ ἤσθιον, μηδὲν διακρινόμενοι. Καὶ λαβὼν ὁ ἐπίσκοπος ἓν κοπάδιν ἔδωκε τῷ ἔγγιστα αὐτοῦ γέροντι, λέγων· Ἰδοὺ τοῦτο καλὸν κοπάδιν ἐστὶ, φάγε, ἀββᾶ. Οἱ δὲ ἀποκριθέντες εἶπον· Ἡμεῖς ἕως ἄρτι λάχανα ἠσθίομεν· εἰ δὲ κρέας ἐστὶ, οὐ τρώγομεν. Καὶ οὐκ ἔτι προσέθετο οὐδὲ εἷς ἐξ αὐτῶν γεύσασθαι αὐτοῦ.
δʹ. Ὁ αὐτὸς ἀββᾶς Θεόφιλος ἔλεγεν· Οἷον φόβον καὶ τρόμον καὶ ἀνάγκην ἔχομεν ἰδεῖν, ὅτε ἡ ψυχὴ τοῦ σώματος
77
χωρίζεται! Παραγίνεται γὰρ πρὸς ἡμᾶς στρατιὰ καὶ δύναμις τῶν ἐναντίων δυνάμεων, οἱ τοῦ σκότους ἄρχοντες, οἱ κοσμοκράτορες τῆς πονηρίας, καὶ ἀρχαὶ καὶ ἐξουσίαι, τὰ πνεύματα τῆς πονηρίας· καὶ τρόπῳ τινὶ δίκης κατέχουσι τὴν ψυχὴν, ἐπιφέροντες πάντα αὐτῆς τὰ ἐν γνώσει καὶ ἀγνοίᾳ ἁμαρτήματα, ἀπὸ νεότητος ἕως τῆς ἡλικίας ἧς κατελήφθη. Ἵστανται οὖν κατηγοροῦντες πάντα τὰ πεπραγμένα ὑπ' αὐτῆς. Λοιπὸν ὁποῖον τρόμον δοκεῖς τὴν ψυχὴν ἔχειν ἐν τῇ ὥρᾳ ἐκείνῃ, ἕως οὗ ἡ ἀπόφασις ἐξέλθῃ, καὶ ἐλευθερία γένηται αὐτῆς; τοῦτό ἐστιν ἡ ὥρα τῆς ἀνάγκης αὐτῆς, ἕως οὗ ἴδῃ τί τὸ ἀποβησόμενον αὐτῇ. Καὶ πάλιν αἱ θεῖαι δυνάμεις ἵστανται κατὰ πρόσωπον τῶν ἐναντίων, καὶ αὐταὶ τὰ καλὰ αὐτῆς ἐπιφέρουσαι. Κατανόει οὖν ἡ ψυχὴ μέση ἱσταμένη ποίῳ ἄρα φόβῳ καὶ τρόμῳ στήκει, ἕως οὗ ἡ κρίσις αὐτῆς ἀπόφασιν λάβῃ παρὰ τοῦ δικαίου κριτοῦ. Καὶ ἐὰν μὲν ᾖ ἀξία, ἐκεῖνοι λαμβάνουσιν ἐπιτιμίαν, καὶ αὐτὴ ἁρπάζεται ἀπ' αὐτῶν· καὶ λοιπὸν ἀμέριμνος εἶ, μᾶλλον δὲ κατοικεῖ κατὰ τὸ γεγραμμένον· Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί. Τότε πληροῦται τὸ γεγραμμένον· Ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός· τότε ἀπαλλαγεῖσα πορεύεται εἰς ἐκείνην τὴν ἀνεκλάλητον χαρὰν καὶ δόξαν, εἰς ἣν καταστήσεται. Ἐὰν δὲ εὑρεθῇ ἐν ἀμελείᾳ ζήσασα, ἀκούει τὴν δεινοτάτην φωνήν· Ἀρθήτω ὁ ἀσεβὴς, ἵνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου. Τότε αὐτὴν καταλαμβάνει ἡμέρα ὀργῆς, ἡμέρα θλίψεως, ἡμέρα σκότους καὶ γνόφου. Παραδιδομένη εἰς τὸ ἐξώτερον σκότος, καὶ εἰς τὸ αἰώνιον πῦρ κατακριθεῖσα, εἰς ἀπεράντους αἰῶνας κολασθήσεται. Τότε ποῦ ἡ καύχησις τοῦ κόσμου; ποῦ ἡ κενοδοξία; ποῦ ἡ τρυφή; ποῦ ἡ ἀπόλαυσις; ποῦ ἡ φαντασία; ποῦ ἡ ἀνάπαυσις; ποῦ ὁ κόμπος; ποῦ τὰ χρήματα; ποῦ ἡ εὐγένεια; ποῦ πατήρ; ποῦ μήτηρ; ποῦ ἀδελφός; τίς δυνήσεται τούτων ἐξελέσθαι τὴν ὑπὸ πυρὸς φλεγομένην, καὶ ὑπὸ πικρῶν βασάνων κατεχομένην; Τούτων οὕτως γινομένων, ποταποὺς δεῖ ὑπάρχειν ἡμᾶς ἐν ἁγίαις ἀναστροφαῖς καὶ εὐσεβείαις; ποταπὴν ἀγάπην ὀφείλομεν κτήσασθαι; ποταπὴν ἀγωγήν; ποταπὴν πολιτείαν; ποταπὸν δρόμον; ὁποίαν ἀκρίβειαν; ὁποίαν προσευχήν; ὁποίαν ἀσφάλειαν; Ταῦτα γὰρ, φησὶ,
78
προσδοκῶντες, σπουδάσωμεν ἄσπιλοι καὶ ἀμώμητοι εὑρεθῆναι αὐτῷ ἐν εἰρήνῃ, ἵνα καταξιωθῶμεν αὐτοῦ ἀκοῦσαι λέγοντος· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
εʹ. Ὁ αὐτὸς ἀββὰς Θεόφιλος ὁ ἀρχιεπίσκοπος, μέλλων τελευτᾶν, εἶπε· Μακάριος εἶ, ἀββᾶ Ἀρσένιε, ὅτι ταύτης ἀεὶ ἐμνημόνευες τῆς ὥρας.
Περὶ τῆς Ἀμμᾶς Θεοδώρας.
αʹ. Ἠρώτησεν ἡ Ἀμμᾶς Θεοδώρα τὸν Πάπαν Θεόφιλον τὸ ῥητὸν τοῦ Ἀποστόλου, τὸ, Τί ἐστι τὸν καιρὸν ἐξαγοραζόμενοι; Ὁ δὲ λέγει αὐτῇ· Ἡ ἐπωνυμία δεικνύει τὸ κέρδος· οἷον, καιρὸς ὕβρεώς σοι πάρεστιν; ἀγόρασον τῇ ταπεινοφροσύνῃ καὶ μακροθυμίᾳ τὸν τῆς ὕβρεως καιρὸν, καὶ ἕλκυσον κέρδος πρὸς ἑαυτόν· Καιρὸς ἀτιμίας; τῇ ἀνεξικακίᾳ ἀγόρασον τὸν καιρὸν, καὶ κέρδησον. Καὶ πάντα τὰ ἐναντία, ἐὰν θέλωμεν, κέρδη γίνονται ἡμῖν.
βʹ. Εἶπεν ἡ Ἀμμᾶς Θεοδώρα· Ἀγωνίσασθε εἰσελθεῖν διὰ τῆς στενῆς πύλης. Ὃν τρόπον γὰρ τὰ δένδρα, ἐὰν μὴ λάβωσι χειμῶνας καὶ ὑετοὺς, καρποφορεῖν οὐ δύνανται· οὕτως καὶ ἡμῖν, ὁ αἰὼν οὗτος χειμών ἐστι· καὶ ἐὰν μὴ διὰ πολλῶν θλίψεων καὶ πειρασμῶν, οὐ δυνησόμεθα τῆς βασιλείας τῶν οὐρανῶν γενέσθαι κληρονόμοι.
γʹ. Εἶπε πάλιν· Καλὸν τὸ ἡσυχάζειν· ἀνὴρ γὰρ φρόνιμος ἡσυχίαν ἄγει. Μέγα γὰρ ἀληθῶς παρθένῳ ἢ μοναχῷ, ἡσυχάζειν· μάλιστα δὲ τοῖς νέοις. Ἀλλὰ γίνωσκε, ὅτι προθῆται ἡσυχάσαι, εὐθέως ὁ πονηρὸς ἔρχεται καὶ βαρεῖ τὴν ψυχὴν, ἐν ἀκηδίαις, ἐν ὀλιγοψυχίαις, ἐν λογισμοῖς· βαρεῖ καὶ τὸ σῶμα, ἐν ἀσθενείαις, ἐν ἀτονίᾳ, ἐν λύσει γονάτων καὶ ὅλων τῶν μελῶν, καὶ λύει τὴν δύναμιν τῆς ψυχῆς καὶ τοῦ σώματος· καὶ ὅτι ἀσθενῶ καὶ οὐκ ἰσχύω βαλεῖν τὴν Σύναξιν. Ἀλλ' ἐὰν νήψωμεν, πάντα ταῦτα διαλύονται. Ἦν γάρ τις μοναχός· καὶ ὡς ἤρχετο βαλεῖν τὴν Σύναξιν, ἐλάμβανεν αὐτὸν ῥῖγος καὶ πυρετὸς, καὶ ἡ κεφαλὴ τόνῳ ὠχλεῖτο· καὶ οὕτως ἔλεγεν ἑαυτῷ, ὅτι Ἰδοὺ ἀσθενῶ, καὶ ἐνίοτε ἀποθνήσκω· ἐγερθῶ οὖν πρὶν ἀποθάνω, καὶ
79
βάλω τὴν σύναξιν. Καὶ τῷ λογισμῷ τούτῳ ἐβιάζετο ἑαυτὸν, καὶ ἔβαλε τὴν Σύναξιν. καὶ ὡς κατέπαυεν ἡ σύναξις, κατέπαυε καὶ ὁ πυρετός. Καὶ πάλιν τούτῳ τῷ λογισμῷ ἀδελφὸς ἀνθέστηκε. καὶ ἔβαλε τὴν σύναξιν, καὶ ἐνίκησε τὸν λογισμόν.
δʹ. Ἔλεγε πάλιν ἡ αὐτὴ Ἀμμᾶς Θεοδώρα, ὅτι Ποτέ τις εὐλαβὴς ὑβρίζετο παρὰ τινός· καὶ λέγει πρὸς αὐτόν· Ἠδυνάμην κἀγὼ τὰ ὅμοιά σοι λέγειν· ἀλλ' ὁ νόμος τοῦ Θεοῦ κλείει μου τὸ στόμα. Ἔλεγε δὲ καὶ τοῦτο, ὅτι Χριστιανός τις, μετὰ Μαννιχαίου διαλεγόμενος περὶ τοῦ σώματος, εἶπεν οὕτως· Δὸς τὸν νόμον τῷ σώματι, καὶ ὄψει τὸ σῶμα τῷ πλάσαντι.
εʹ. Εἶπε πάλιν ἡ αὐτὴ, ὅτι ὁ διδάσκαλος ὀφείλει εἶναι ξένος φιλαρχίας, καὶ ἀλλότριος κενοδοξίας, μακρὰν ὑπερηφανίας, μὴ ὑπὸ κολακείας ἐμπαιζόμενος, μὴ ὑπὸ δώρων τυφλούμενος, μὴ ὑπὸ γαστρὸς νικώμενος, μὴ ὑπὸ ὀργῆς κρατούμενος· ἀλλὰ μακρόθυμος, ἐπιεικὴς, πάσῃ δυνάμει ταπεινόφρων· ἔγκριτος εἶναι καὶ ἀνεκτικός· κηδεμονικὸς καὶ φιλόψυχος.
ϛʹ. Ἔλεγε πάλιν ἡ αὐτὴ, ὅτι οὐκ ἄσκησις, οὔτε ἀγρυπνία, οὔτε παντοῖος πόνος σώζει· εἰ μὴ γνησία ταπεινοφροσύνη. Ἦν γάρ τις ἀναχωρητὴς ἀπελαύνων δαίμονας· καὶ ἐξήταζεν αὐτούς· Ἐν τίνι ἐξέρχεσθε, ἐν νηστείᾳ; Καὶ ἔλεγον· Ἡμεῖς οὔτε ἐσθίομεν, οὔτε πίνομεν. Ἐν ἀγρυπνίᾳ; Καὶ ἔλεγον· Ἡμεῖς οὐ κοιμώμεθα. Ἐν ἀναχωρήσει; Ἡμεῖς εἰς τὰ ἐρήμους διάγομεν. Ἐν τίνι οὖν ἐξέρχεσθε; Καὶ ἔλεγον, ὅτι Οὐδὲν ἡμᾶς νικᾷ, εἰ μὴ ταπεινοφροσύνη. Ὁρᾷς ὅτι ἡ ταπεινοφροσύνη νικητήριόν ἐστι δαιμόνων;
ζʹ. Εἶπε πάλιν ἡ Ἀμμᾶς Θεοδώρα, ὅτι Ἦν τις μοναχός· καὶ ἀπὸ πλήθους τῶν πειρασμῶν λέγει· Ὑπάγω ἔνθεν. Καὶ ὡς ἔβαλεν ἑαυτοῦ τὰ σανδάλια, ὁρᾷ ἄνθρωπον ἄλλον βάλλοντα καὶ αὐτὸν τὰ σανδάλια αὐτοῦ, καὶ λέγοντα αὐτῷ· Οὐ δι' ἐμὲ ἐξέρχῃ; ἰδοὺ ἐγώ σε προάγω ὅπου ἐὰν ἀπέρχῃ.
Ἀρχὴ τοῦ Ι στοιχείου.
80
Περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ Κολοβοῦ.
αʹ. Διηγήσαντο περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ κολοβοῦ, ὅτι ἀναχωρήσας πρὸς Θηβαῖον γέροντα εἰς Σκῆτιν, ἐκάθητο ἐν τῇ ἐρήμῳ. Λαβὼν δὲ ὁ ἀββᾶς αὐτοῦ ξύλον ξηρὸν, ἐφύτευσε καὶ εἶπεν αὐτῷ· Καθ' ἡμέραν πότιζε τοῦτο λαγύνιον ὕδατος, ἕως καρπὸν ποιήσει. Ἦν δὲ μακρὰν ἀπ' αὐτῶν τὸ ὕδωρ, ὡς ἀπὸ ὀψὲ ἀπελθεῖν καὶ ἐλθεῖν πρωΐ. Μετὰ δὲ τρία ἔτη, ἔζησε καὶ καρπὸν ἐποίησε· καὶ λαβὼν ὁ γέρων τὸν καρπὸν αὐτοῦ, ἤνεγκεν εἰς τὴν ἐκκλησίαν, λέγων τοῖς ἀδελφοῖς· Λάβετε, φάγετε καρπὸν ὑπακοῆς.
βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ κολοβοῦ, ὅτι εἶπέ ποτε τῷ ἀδελφῷ αὐτοῦ τῷ μειζοτέρῳ· Ἤθελον ἀμέριμνος εἶναι, ὡς οἱ ἄγγελοι ἀμέριμνοί εἰσι, μηδὲν ἐργαζόμενοι, ἀλλ' ἀδιαλείπτως λατρεύοντες τῷ Θεῷ. Καὶ ἀποδυσάμενος τὸ ἱμάτιον, ἐξῆλθεν εἰς τὴν ἔρημον· καὶ ποιήσας ἐβδομάδα μίαν, ἀνέκαμψε πρὸς τὸν ἀδελφὸν αὐτοῦ. Καὶ ὡς ἔκρουσε τὴν θύραν, ὑπήκουσεν αὐτῷ πρὶν ἀνοίξει, λέγων· Σὺ τίς εἶ; Ὁ δὲ εἶπεν· Ἐγώ εἰμι Ἰωάννης ὁ ἀδελφός σου. Καὶ ἀποκριθεὶς εἶπεν αὐτῷ· Ἰωάννης γέγονεν ἄγγελος, καὶ οὐκ ἔτι ἐν ἀνθρώποις ἐστίν. Ὁ δὲ παρεκάλει, λέγων· Ἐγώ εἰμι. Καὶ οὐκ ἤνοιξεν αὐτῷ, ἀλλ' ἀφῆκεν αὐτὸν ἕως πρωῒ θλίβεσθαι· ὕστερον δὲ ἀνοίξας αὐτῷ, λέγει· Ἄνθρωπος εἶ, χρείαν ἔχεις πάλιν ἐργάζεσθαι ἵνα τραφῇς. Καὶ ἔβαλε μετάνοιαν, λέγων· Συγχώρησόν μοι.
γʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωάννης ὁ κολοβὸς, ὅτι ἐὰν θελήσῃ βασιλεὺς πόλιν παραλαβεῖν ἐχθρῶν, τὸ ὕδωρ πρῶτον κρατεῖ καὶ τὴν τροφὴν, καὶ οὕτως οἱ ἐχθροὶ ἐκ τοῦ λιμοῦ ἀπολλύμενοι ὑποτάσσονται αὐτῷ. Οὕτως καὶ τὰ πάθη τῆς σαρκός· ἐὰν ἐν νηστείᾳ καὶ λιμῷ πολιτεύσηται ἄνθρωπος, οἱ ἐχθροὶ ἐξασθενοῦσι ἀπὸ τῆς ψυχῆς αὐτοῦ.
δʹ. Εἶπε πάλιν, ὅτι ὁ χορταζόμενος καὶ λαλῶν μετὰ παιδίου, ἤδη ἐπόρνευσε τῷ λογισμῷ μετ' αὐτοῦ.
εʹ. Εἶπε πάλιν, ὅτι Ἀνερχόμενός ποτε τὴν ὁδὸν τῆς Σκήτεως μετὰ τῆς σειρᾶς, εἶδον τὸν καμηλίτην λαλοῦντα, καὶ κινοῦντά με εἰς ὀργήν· καὶ ἐάσας τὰ σκεύη, ἔφυγον.
81
ϛʹ. Ἄλλοτε πάλιν εἰς τὸ θέρος, ἤκουσεν ἀδελφοῦ λαλοῦντος τῷ πλησίον μετ' ὀργῆς, καὶ λέγοντος, Αἶ, καὶ σύ; Καὶ ἐάσας τὸν θερισμὸν, ἔφυγεν.
ζʹ. Εὐκαίρησάν τινες γέροντες εἰς Σκῆτιν ἐσθίοντες μετ' ἀλλήλων· ἦν δὲ μετ' αὐτῶν καὶ ὁ ἀββᾶς Ἰωάννης. Καὶ ἀνέστη τις πρεσβύτερος μέγας δοῦναι τὸ καυκάλιον τοῦ νεροῦ· καὶ οὐδεὶς κατεδέξατο λαβεῖν αὐτὸ παρ' αὐτοῦ, εἰ μὴ μόνος Ἰωάννης ὁ κολοβός. Ἐθαύμασαν οὖν, καὶ εἶπον αὐτῷ· Πῶς σὺ μικρότερος ὅλως ὢν, ἐτόλμησας ὑπηρετηθῆναι παρὰ τοῦ πρεσβυτέρου; Καὶ λέγει αὐτοῖς· Ἐγὼ ὅτε ἐγείρομαι δοῦναι τὸ βαυκάλιον, χαίρω ἐὰν πάντες λάβωσιν, ἵνα ἔχω μισθόν· κἀγὼ οὖν διὰ τοῦτο ἐδεξάμην, ἵνα ποιήσω αὐτῷ μισθόν· μήπως λυπηθῇ, ὡς μηδενὸς δεξαμένου παρ' αὐτοῦ. Καὶ ταῦτα αὐτοῦ εἰπόντος, ἐθαύμασαν, καὶ ὠφελήθησαν ἐπὶ τῇ διακρίσει αὐτοῦ.
ηʹ. Καθημένου αὐτοῦ ποτε ἔμπροσθεν τῆς ἐκκλησίας, ἐκύκλωσαν αὐτὸν οἱ ἀδελφοὶ, καὶ ἐξήταζον αὐτὸν τοὺς λογισμοὺς αὐτῶν. Καὶ ἰδών τις τῶν γερόντων, καὶ πολεμηθεὶς εἰς φθόνον, λέγει αὐτῷ· Τὸ βαυκάλιόν σου, Ἰωάννη, φάρμακον γέμει. Λέγει αὐτῶ ὁ ἀββᾶς Ἰωάννης· Οὕτως ἐστὶν, ἀββᾶ· καὶ τοῦτο εἶπας, ὅτι τὰ ἔξω βλέπεις μόνον· εἰ δὲ ἔβλεπες τὰ ἔσω, τί εἶχες εἰπεῖν;
θʹ. Ἔλεγον οἱ Πατέρες, ὅτι ἐσθιόντων ποτὲ τῶν ἀδελφῶν ἐν ἀγάπῃ, ἐγέλασεν εἷς ἀδελφὸς ἐπὶ τῆς τραπέζης. Καὶ ἰδὼν αὐτὸν ὁ ἀββᾶς Ἰωάννης, ἔκλαυσε, λέγων· Τί ἄρα ἔχει ὁ ἀδελφὸς οὗτος ἐν τῇ καρδίᾳ αὐτοῦ, ὅτι ἐγέλασεν, ὀφείλων μᾶλλον κλαῦσαι, ὅτι ἀγάπην ἐσθίει;
ιʹ. Ἦλθόν ποτέ τινες τῶν ἀδελφῶν πειράσαι αὐτόν· ὅτι οὐκ ἤφιε τὸν λογισμὸν αὐτοῦ ῥεμβασθῆναι, οὐδὲ ἐλάλει πρᾶγμα τοῦ αἰῶνος τούτου· καὶ λέγουσιν αὐτῷ· Εὐχαριστοῦμεν τῷ Θεῷ, ὅτι ἔβρεξεν ἐπ' ἔτος πολλὰ, καὶ ἔπιον οἱ φοίνικες, καὶ ἐκβάλλουσι λευκάδας, καὶ εὑρίσκουσιν οἱ ἀδελφοὶ τὸ ἐργόχειρον αὐτῶν. Λέγει αὐτοῖς ὁ ἀββᾶς Ἰωάννης· Οὕτως ἐστὶ τὸ Πνεῦμα τὸ ἅγιον· ὅταν καταβῇ εἰς τὰς καρδίας τῶν ἀνθρώπων, ἀνανεοῦνται, καὶ ἐκβάλλουσι λευκάδας ἐν τῷ φόβῳ τοῦ Θεοῦ.
82
ιαʹ. Ἔλεγον περὶ αὐτοῦ, ὅτι ἔπλεξέ ποτε σειρὰν δύο σπυρίδων, καὶ ἔῤῥαψεν αὐτὴν μίαν σπυρίδα, καὶ οὐκ ἐνόησεν, ἕως προσήγγισε τῷ τοίχῳ. Ἦν γὰρ ὁ λογισμὸς αὐτοῦ σχολάζων τῇ θεωρίᾳ.
ιβʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωάννης, ὅτι Ὅμοιός εἰμι ἀνθρώπῳ καθημένῳ ὑποκάτω δένδρου μεγάλου, καὶ θεωροῦντι θηρία πολλὰ καὶ ἑρπετὰ ἐρχόμενα πρὸς αὐτόν· καὶ ὅταν μὴ δυνηθῇ στῆναι κατ' αὐτῶν, τρέχει ἄνω εἰς τὸ δένδρον, καὶ σώζεται. Οὕτως κἀγώ· καθέζομαι ἐν τῷ κελλίῳ μου, καὶ θεωρῶ τοὺς πονηροὺς λογισμοὺς ἐπάνω μου· καὶ ὅτε μὴ ἰσχύσω πρὸς αὐτοὺς, καταφεύγω πρὸς τὸν Θεὸν διὰ τῆς προσευχῆς, καὶ σώζομαι ἐκ τοῦ ἐχθροῦ.
ιγʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ κολοβοῦ, ὅτι παρεκάλεσε τὸν Θεὸν, καὶ ἤρθη τὰ πάθη ἀπ' αὐτοῦ, καὶ γέγονεν ἀμέριμνος. Καὶ ἀπελθὼν, εἶπέ τινι γέροντι· Ὁρῶ ἐμαυτὸν ἀναπαυόμενον, καὶ μηδένα πόλεμον ἔχοντα. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ὕπαγε, παρακάλεσον τὸν Θεὸν, ὥστε τὸν πόλεμόν σοι ἐλθεῖν, καὶ ἣν εἶχες πρότερον συντριβὴν καὶ ταπείνωσιν· διὰ γὰρ τῶν πολέμων προκόπτει ἡ ψυχή. Παρεκάλεσεν οὖν, καὶ ἐλθόντος τοῦ πολέμου, οὐκ ἔτι εὔξατο ἀρθῆναι αὐτὸν ἀπ' αὐτοῦ, ἀλλ' ἔλεγε· Δός μοι, Κύριε, ὑπομονὴν ἐν τοῖς πολέμοις.
ιδʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωάννης, ὅτι εἶδέ τις τῶν γερόντων ἐν ἐκστάσει· Καὶ ἰδοὺ τρεῖς μοναχοὶ ἕστηκαν πέραν τῆς θαλάσσης· καὶ ἐγένετο φωνὴ πρὸς αὐτοὺς ἐκ τοῦ ἄλλου πέραν, λέγουσα· Λάβετε πτερὰ πυρὸς, καὶ δεῦτε πρὸς μέ. Καὶ οἱ μὲν δύο ἔλαβον, καὶ ἐπετάσθησαν εἰς τὸ ἄλλο πέραν· ὁ δὲ ἄλλος ἔμεινε, καὶ ἔκλαιε σφόδρα καὶ ἔκραζεν. Ὕστερον δὲ ἐδόθησαν καὶ αὐτῷ πτερὰ, οὐ μέντοι πυρὸς, ἀλλ' ἀσθενῆ καὶ ἀδύναμα· καὶ μετὰ καμάτου καταποντιζόμενος καὶ ἀνιστάμενος, μετὰ θλίψεως πολλῆς ἦλθεν εἰς τὸ πέραν. Οὕτως καὶ ἡ γενεὰ αὕτη, εἰ καὶ λαμβάνει πτερὰ, οὐ μέντοι πυρὸς, ἀλλὰ μόλις ἀσθενῆ καὶ ἀδύναμα λαμβάνει.
ιεʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ἰωάννην, λέγων· Πῶς ἡ ψυχή μου ἔχουσα τραύματα, οὐκ αἰσχύνεται καταλαλεῖν τοῦ πλησίον; Λέγει αὐτῷ ὁ γέρων παραβολὴν διὰ τὴν
83
καταλαλιάν· Ἄνθρωπός τις ἦν πτωχὸς, καὶ εἶχε γυναῖκα· εἶδε δὲ καὶ ἄλλην πειθανὴν, καὶ ἔλαβε ταύτην· ἦσαν δὲ ἀμφότεραι γυμναί. Γενομένης δὲ πανηγύρεως ἐν τινὶ τόπῳ, παρεκάλεσαν αὐτὸν λέγουσαι· Ἆρον ἡμᾶς μετὰ σοῦ. Καὶ λαβὼν τὰς δύο, ἔβαλεν εἰς πίθον· καὶ ἐμβὰς εἰς πλοῖον, ἦλθεν εἰς τὸν τόπον. Ὅτε δὲ γέγονε καῦμα, καὶ ἡσύχασαν οἱ ἄνθρωποι, ἀναβλέψασα ἡ μία, καὶ μηδένα ἰδοῦσα, ἐξεπήδησεν εἰς τὴν κοπρίαν, καὶ συνάξασα παλαιὰ ῥάκη, ἐποίησεν ἑαυτῇ περίζωμα, καὶ λοιπὸν μετὰ παῤῥησίας περιεπάτει. Ἡ δὲ ἄλλη ἔσω καθημένη γυμνὴ, ἔλεγεν· Ἰδοὺ αὕτη ἡ πόρνη οὐκ αἰσχύνεται περιπατοῦσα γυμνή. Διαπονηθεὶς δὲ ὁ ἀνὴρ αὐτῆς εἶπεν· Ὦ θαῦμα· αὕτη κἂν σκέπει τὴν ἀσχημοσύνην αὐτῆς· σὺ δὲ ὅλη γυμνὴ εἶ, καὶ ταῦτα οὐκ αἰσχύνῃ λαλοῦσα; Οὕτως ἐστὶ καὶ τὸ τῆς καταλαλιᾶς.
ιϛʹ. Ἔλεγε δὲ πάλιν τῷ ἀδελφῷ ὁ γέρων περὶ τῆς ψυχῆς τῆς θελούσης μετανοῆσαι· Πόρνη ἦν ὡραῖα ἐν τινὶ πόλει, καὶ πολλοὺς φίλους εἶχεν. Ἐλθὼν δὲ πρὸς αὐτὴν εἷς ἄρχων, εἶπεν αὐτῇ· Σύνθου μοι σωφρονεῖν, κἀγώ σε λαμβάνω εἰς γυναῖκα. Ἡ δὲ συνέθετο αὐτῷ. Καὶ λαβὼν αὐτὴν ἀπήγαγεν εἰς τὸν οἶκον αὐτοῦ. Οἱ δὲ φίλοι αὐτῆς, ζητοῦντες αὐτὴν, ἔλεγον· Ὁ δεῖνα ὁ ἄρχων ἔλαβεν αὐτὴν εἰς τὸν οἶκον αὐτοῦ· ἐὰν οὖν ἀπέλθωμεν εἰς τὸν οἶκον αὐτοῦ, καὶ μάθῃ, τιμωρεῖται ἡμᾶς. Ἀλλὰ δεῦτε ὀπίσω τῆς οἰκίας, καὶ συρίσωμεν αὐτῇ· καὶ γνωρίζουσα τὴν φωνὴν τοῦ συριγμοῦ, καταβαίνει πρὸς ἡμᾶς, καὶ ἡμεῖς ἀναίτιοι εὑρισκόμεθα. Ἀκούσασα οὖν τοῦ συριγμοῦ, ἐσφράγισε τὰ ὦτα αὐτῆς, καὶ εἰσεπήδησεν εἰς τὸν ἐνδότερον κοιτῶνα, καὶ ἔκλεισε τὰς θύρας. Ἔλεγε δὲ, τὴν πόρνην εἶναι τὴν ψυχήν· οἱ δὲ φίλοι αὐτῆς εἰσι τὰ πάθη καὶ οἱ ἄνθρωποι· ὁ δὲ ἄρχων ἐστὶν ὁ Χριστός· ἡ δὲ οἰκία ἡ ἐσωτέρα ἐστὶν ἡ αἰωνία μονή. Οἱ δὲ συρίζοντες αὐτῇ εἰσιν οἱ πονηροὶ δαίμονες· αὐτὴ δὲ διαπαντὸς φεύγει πρὸς τὸ Κύριον.
ιζʹ. Ἀναβαίνοντός ποτε τοῦ ἀββᾶ Ἰωάννου ἀπὸ Σκήτεως μετ' ἄλλων ἀδελφῶν, ἐπλανήθη ὁ ὁδηγῶν αὐτούς· ἦν γὰρ νύξ. Καὶ λέγουσιν οἱ ἀδελφοὶ τῷ ἀββᾶ Ἰωάννῃ· Τί ποιήσομεν, ἀββᾶ, ὅτι ἐπλανήθη ὁ ἀδελφὸς τὴν ὁδὸν, μήπως
84
ἀποθάνωμεν πλανώμενοι; Λέγει αὐτοῖς ὁ γέρων· Ἐὰν εἴπωμεν αὐτῷ, λυπεῖται καὶ αἰσχύνεται. Ἀλλ' ἰδοὺ ποιῶ ἐμαυτὸν ἀσθενοῦντα, καὶ λέγω, Οὐ δύναμαι ὁδεῦσαι, ἀλλὰ μένω ὧδε ἕως πρωΐ. Καὶ ἐποίησεν οὕτως. Οἱ δὲ λοιποὶ εἶπον· Οὐδὲ ἡμεῖς ὑπάγομεν, ἀλλὰ καθήμεθα μετὰ σοῦ. Καὶ ἐκάθισαν ἕως πρωΐ· καὶ τὸν ἀδελφὸν οὐκ ἐσκανδάλισαν.
ιηʹ. Γέρων τις ἦν ἐν Σκήτει, πονικὸς μὲν ἐν τῷ σωματικῷ, οὐκ ἀκριβὴς δὲ ἐν τοῖς λογισμοῖς. Ἀπῆλθεν οὖν πρὸς τὸν ἀββᾶν Ἰωάννην, ἐρωτῆσαι αὐτὸν περὶ τῆς λήθης· καὶ ἀκούσας παρ' αὐτοῦ λόγον, ὑπέστρεψεν εἰς τὴν κέλλαν αὐτοῦ, καὶ ἐπελάθετο ὃ εἶπεν αὐτῷ ὁ ἀββᾶς Ἰωάννης. Καὶ ἀπῆλθε πάλιν ἐρωτῆσαι αὐτόν· ἀκούσας δὲ παρ' αὐτοῦ ὁμοίως τὸν λόγον, ὑπέστρεψεν. Ὡς δὲ ἔφθασε τὸ ἴδιον κελλίον πάλιν ἐπελάθετο, καὶ οὕτω δὲ πλειστάκις ἀπερχόμενος, ἐν τῷ ὑποστρέφειν κατακυριεύετο ὑπὸ τῆς λήθης. Μετὰ δὲ ταῦτα ἀπαντήσας τῷ γέροντι, εἶπεν· Οἶδας, ἀββᾶ, ὅτι ἐπελαθόμην πάλιν ὅ μοι εἴρηκας; ἀλλ' ἵνα μὴ ὀχλήσω σοι, οὐκ ἦλθον. Λέγει αὐτῷ ὁ ἀββᾶς Ἰωάννης· Ὕπαγε, ἅψον λύχνον. Καὶ ἧψεν. Εἶπε καὶ αὐτῷ πάλιν· Φέρε ἄλλους λύχνους, καὶ ἅψον ἐξ αὐτοῦ. Ἐποίησε δὲ ὁμοίως. Καὶ εἶπεν ἀββᾶς Ἰωάννης τῷ γέροντι· Μή τί ποτε ἐβλάβη ὁ λύχνος, ὅτι ἀνήψας ἐξ αὐτοῦ τοὺς ἄλλους λύχνους; Λέγει· Οὐχί. Εἶπε δὲ ὁ γέρων· Οὕτως οὐδὲ Ἰωάννης· ἐὰν ἡ Σκῆτις ἔρχηται πρὸς μὲ ὅλη, οὐ μή με ἐμποδίσει ἀπὸ τῆς χάριτος τοῦ Χριστοῦ. Τοίνυν, ὅτε θέλεις, ἔρχου, μηδὲν διακρινόμενος. Καὶ οὕτω δι' ὑπομονῆς ἀμφοτέρων, ἦρε τὴν λήθην ὁ Θεὸς ἀπὸ τοῦ γέροντος. Αὕτη δὲ ἦν ἐργασία τῶν Σκητιωτῶν, διδόναι προθυμίαν τοῖς πολεμουμένοις· καὶ βιαζομένου ἑαυτοὺς εἰς τὸ κερδῆσαι ἀλλήλους εἰς τὸ ἀγαθόν.
ιθʹ. Ἠρώτησεν ἀδελφὸς τὸν ἀββᾶν Ἰωάννην, λέγων· Τί ποιήσω; ὅτι πολλάκις ἔρχεται ἀδελφὸς λαβεῖν με εἰς ἔργον, καὶ ἐγὼ ταλαίπωρός εἰμι καὶ ἀσθενὴς, καὶ κοπιῶ εἰς τὸ πρᾶγμα· τί οὖν ποιήσω διὰ τὴν ἐντολήν; Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπε· Χάλεβ εἶπε τῷ Ἰησοῦ υἱῷ Ναυῆ· Τεσσαράκοντα ἐτῶν ἤμην, ὅτε ἀπέστειλε Μωϋσῆς ὁ δοῦλος Κυρίου ἐκ τῆς ἐρήμου ἐμὲ καὶ σὲ εἰς τὴν γῆν ταύτην· καὶ νῦν εἰμι ἐτῶν
85
ὀγδοήκοντα πέντε. Ὡς τότε ἤμην, καὶ νῦν ἰσχύω εἰσελθεῖν καὶ ἐξελθεῖν εἰς τὸν πόλεμον· ὥστε οὖν καὶ σὺ, εἰ δύνασαι ἵνα ὡς ἐξέρχῃ οὕτως καὶ εἰσέρχῃ, ὕπαγε· εἰ δὲ οὐ δύνασαι οὕτως ποιῆσαι, κάθου εἰς τὸ κελλίον σου κλαίων τὰς ἁμαρτίας σου· καὶ ἐὰν εὑρῶσί σε πενθοῦντα, οὐκ ἀναγκάζουσί σε ἐξελθεῖν.
κʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωάννης· Τίς πέπρακε τὸν Ἰωσήφ; Καὶ ἀπεκρίθη τις ἀδελφὸς, λέγων· Οἱ ἀδελφοὶ αὐτοῦ. Λέγει αὐτῷ ὁ γέρων· Οὐχί· ἀλλ' ἡ ταπείνωσις αὐτοῦ πέπρακεν αὐτόν. Ἠδύνατο γὰρ εἰπεῖν, ὅτι Ἀδελφὸς αὐτῶν εἰμι, καὶ ἀντιλέξαι· ἀλλὰ σιωπῶν, τῇ ταπεινώσει ἑαυτὸν πέπρακε· καὶ ἡ ταπείνωσις κατέστησεν αὐτὸν ἡγούμενον εἰς Αἴγυπτον.
καʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωάννης· Τὸ ἐλαφρὸν φορτίον ἐάσαντες, τουτέστι τὸ ἑαυτοὺς μέμφεσθαι, τὸ βαρὺ ἐβαστάσαμεν, τουτέστι τὸ δικαιοῦν ἑαυτούς.
κβʹ. Ὁ αὐτὸς εἶπεν· Ἡ ταπεινοφροσύνη καὶ ὁ φόβος τοῦ Θεοῦ, ὑπεράνω εἰσὶ πασῶν τῶν ἀρετῶν.
κγʹ. Ὁ αὐτὸς ἐκάθητό ποτε εἰς τὴν ἐκκλησίαν, καὶ ἐστέναξεν, ἀγνοῶν ὅτι ἐστί τις ὄπισθεν αὐτοῦ. Γνοὺς οὖν, ἔβαλε μετάνοιαν, λέγων· Συγχώρησόν μοι, ἀββᾶ· οὔπω γὰρ κατηχήθην.
κδʹ. Ὁ αὐτὸς ἔλεγε τῷ μαθητῇ αὐτοῦ· Τιμήσωμεν τὸν ἕνα, καὶ πάντες τιμῶσιν ἡμᾶς· ἐὰν δὲ καταφρονήσωμεν τοῦ ἑνὸς, ὅς ἐστι Θεὸς, καταφρονοῦσιν ἡμῶν πάντες, καὶ εἰς ἀπώλειαν ὑπάγομεν.
κεʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰωάννου, ὅτι ἦλθεν εἰς τὴν ἐκκλησίαν εἰς Σκῆτιν· καὶ ἀκούσας ἀντιλογίας τινῶν ἀδελφῶν, ὑπέστρεψεν εἰς τὴν κέλλαν αὐτοῦ· καὶ κυκλεύσας αὐτὴν τρίτον, οὕτως εἰσῆλθεν. Ἀδελφοὶ δέ τινες ἰδόντες αὐτὸν, ἠπόρησαν διατί τοῦτο ἐποίησε, καὶ ἐλθόντες ἠρώτων αὐτόν. Ὁ δὲ λέγει αὐτοῖς· Τὰ ὦτά μου εἶχον ἀπὸ τῆς ἀντιλογίας μεστά· ἐκύκλωσα οὖν, ἵνα καθαρίσω αὐτὰ, καὶ οὕτως εἰσέλθω ἐν ἡσυχίᾳ τοῦ νοός μου εἰς τὸ κελλίον μου.
κϛʹ. Ἦλθέ ποτε ἀδελφὸς εἰς τὴν κέλλαν τοῦ ἀββᾶ Ἰωάννου ὀψὲ, σπουδάζων ἀπελθεῖν· καὶ λαλούντων αὐτῶν περὶ
86
ἀρετῶν, γέγονε πρωῒ, καὶ οὐκ ἔγνωσαν. Καὶ ἐξῆλθε προπέμψαι αὐτόν· καὶ ἔμειναν λαλοῦντες ἕως ἕκτης ὥρας. Καὶ εἰσήνεγκεν· καὶ γευσάμενος, οὕτως ἀπῆλθεν.
κζʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἰωάννης, ὅτι φυλακή ἐστι, τὸ καθίσαι ἐν τῷ κελλίῳ, καὶ μνημονεύειν τοῦ Θεοῦ πάντοτε. Καὶ τοῦτό ἐστι τὸ, Ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρὸς μέ.
κηʹ. Εἶπε πάλιν· Τίς ἰσχυρὸς ὡς ὁ λέων; καὶ διὰ τὴν κοιλίαν αὐτοῦ ἐμπίπτει εἰς παγίδα, καὶ ὅλη ἡ ἰσχὺς αὐτοῦ ταπεινοῦται.
κθʹ. Ἔλεγε πάλιν, ὅτι ἐσθίοντες οἱ Πατέρες τῆς Σκήτεως ἄρτον καὶ ἅλας, ἕλεγον· Μὴ ἀναγκάσωμεν ἑαυτοὺς εἰς ἅλας καὶ ἄρτον. Καὶ οὕτως ἰσχυροὶ ἦσαν πρὸς τὸ ἔργον τοῦ Θεοῦ.
λʹ. Ἦλθεν ἀδελφός τις λαβεῖν σπυρίδας παρὰ τοῦ ἀββᾶ Ἰωάννου. Καὶ ἐξελθὼν λέγει αὐτῷ· Τί θέλεις, ἀδελφέ; Ὁ δὲ εἶπε· Σπυρίδας, ἀββᾶ. Εἰσελθὼν δὲ ἐκβαλεῖν, ἐπελάθετο· καὶ ἐκάθισε ῥάπτων. Πάλιν ἔκρουσε· καὶ ὡς ἐξῆλθε, λέγει αὐτῷ· Φέρε τὴν σπυρίδα, ἀββᾶ. Εἰσελθὼν δὲ πάλιν ἐκάθισε ῥάπτειν. Καὶ πάλιν ἐκεῖνος ἔκρουσε. Καὶ ἐξελθὼν λέγει αὐτῷ· Τί θέλεις, ἀδελφέ; Ὁ δὲ εἶπε· Τὴν σπυρίδα, ἀββᾶ. Καὶ κρατήσας αὐτοῦ τὴν χεῖρα, εἰσήνεγκεν αὐτὸν ἔσω, λέγων· Εἰ σπυρίδας θέλεις, λάβε καὶ περιπάτει· ἐγὼ γὰρ οὐ σχολάζω.
λαʹ. Ἦλθέ ποτε καμηλίτης, ἵνα λάβῃ τὰ σκεύη αὐτοῦ, καὶ ἀπέλθῃ εἰς ἄλλον τόπον. Ὁ δὲ εἰσελθὼν ἐνέγκαι αὐτῷ τὴν σειρὰν, ἐπελάθετο, τεταμένην ἔχων τὴν διάνοιαν πρὸς τὸν Θεόν. Πάλιν οὖν ὤχλησεν ὁ καμηλίτης κρούων τὴν θύραν, καὶ πάλιν ὁ ἀββᾶς Ἰωάννης εἰσερχόμενος, ἐπελάθετο. Τὸ δὲ τρίτον κρούσαντος τοῦ καμηλίτου, εἰσερχόμενος ἔλεγε· Σειρὰ κάμηλος, σειρὰ κάμηλος.
λβʹ. Ὁ αὐτὸς γέγονε ζέων τῷ πνεύματι. Παραβαλὼν οὖν τις αὐτῷ, ἐπῄνεσεν αὐτοῦ τὸ ἔργον· εἰργάζετο δὲ σειράν· καὶ ἐσιώπησε. Πάλιν ἐκεῖνος ἐκίνησεν αὐτῷ λόγον· καὶ πάλιν ἐσιώπα. Τὸ τρίτον, λέγει τῷ παραβαλόντι· Ἀφ' οὗ εἰσῆλθες ἐνταῦθα, ἔβαλες τὸν Θεὸν ἀπ' ἐμοῦ.
λγʹ. Ἦλθέ τις γέρων εἰς τὴν κέλλαν τοῦ ἀββᾶ Ἰωάννου, καὶ εὗρεν αὐτὸν καθεύδοντα, καὶ ἄγγελον παριστάμενον καὶ
87
ῥιπίζοντα αὐτόν. Καὶ ἀνεχώρησεν ἰδών. Ὡς δὲ ἀνέστη, λέγει τῷ μαθητῇ αὐτοῦ· Ἦλθέ τις ὧδε κοιμωμένου μου; Λέγει· Ναί· ὁ δεῖνα ὁ γέρων. Καὶ ἔγνω ὁ ἀββᾶς Ἰωάννης, ὅτι τῶν μέτρων αὐτοῦ ἦ ὁ γέρων, καὶ εἶδε τὸν ἄγγελον.
λδʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωάννης· Ἐγὼ θέλω μεταλαβεῖν τὸν ἄνθρωπον, μικρὸν ἐκ πασῶν τῶν ἀρετῶν. Τοίνυν ἐφ' ἑκάστης ἡμέρας, διανιστάμενος τῷ πρωῒ, ἐπιλαβοῦ ἀρχὴν εἰς πᾶσαν ἀρετὴν, καὶ ἐντολὴν Θεοῦ, ἐν μεγίστῃ ὑπομονῇ, μετὰ φόβου καὶ μακροθυμίας, ἐν ἀγάπῃ Θεοῦ, μετὰ πάσης προθυμίας ψυχῆς καὶ σώματος, καὶ ταπεινώσεως πολλῆς, ἐν ὑπομονῇ θλίψεως καρδίας καὶ φυλακῆς, ἐν προσευχῇ πολλῇ καὶ πρεσβείαις, μετὰ στεναγμοῦ, ἐν ἁγνείᾳ γλώσσης, καὶ φυλακῇ ὀφθαλμῶν ἀτιμαζόμενος, καὶ μὴ ὀργιζόμενος· εἰρηνεύων, καὶ μὴ ἀνταποδιδοὺς κακὸν ἀντὶ κακοῦ· μὴ προσέχων πταίσμασιν ἑτέρων· μὴ ἑαυτὸν μετρῶν, ὑποκάτω πάσης τῆς κτίσεως ὤν· ἐν ἀποταξίᾳ ὕλης καὶ τῶν κατὰ σάρκα, ἐν σταυρῷ, ἐν ἀγῶνι, ἐν πτωχείᾳ πνεύματος, ἐν προαιρέσει καὶ ἀσκήσει πνευματικῇ, ἐν νηστείᾳ, ἐν μετανοίᾳ καὶ κλαυθμῷ, ἐν ἀγῶνι πολέμου, ἐν διακρίσει, ἐν ἁγνείᾳ ψυχῆς, ἐν μεταλήψει χρηστῇ· ἐν ἡσυχίᾳ τὸ ἐργόχειρον· ἐν ταῖς νυκτεριναῖς ἀγρυπνίαις, ἐν πείνῃ καὶ δίψῃ, ἐν ψύχει καὶ γυμνότητι, ἐν πόνοις· ἀποκλείων σου τὸν τάφον, ὡς ἤδη τελευτήσας· ὡς νομίζειν εἶναί σου τὸν θάνατον ἐγγὺς πᾶσαν τὴν ὥραν.
λεʹ. Ἔλεγον περὶ αὐτοῦ τοῦ ἀββᾶ Ἰωάννου, ὅτι ὡς ἤρχετο ἐκ τοῦ θέρους, ἢ παραβάλλων γέρουσιν, εἰς τὴν εὐχὴν καὶ εἰς τὴν μελέτην καὶ εἰς τὴν ψαλμωδίαν ἐσχόλαζεν, ἕως οὗ ἀποκατεστάθη ὁ λογισμὸς αὐτοῦ εἰς τὴν τάξιν τὴν ἀρχαίαν.
λϛʹ. Εἶπέ τις τῶν Πατέρων περὶ αὐτοῦ, ὅτι Τίς ἐστιν ὁ Ἰωάννης, ὅτι διὰ τῆς ταπεινώσεως αὐτοῦ, ἐκρέμασεν ὅλην τὴν Σκῆτιν ἐν τῷ μικρῷ αὐτοῦ δακτύλῳ;
λζʹ. Ἐρώτησέ τις τῶν Πατέρων τὸν ἀββᾶν Ἰωάννην τὸν κολοβὸν, τί ἐστι μοναχός; Ὁ δὲ εἶπε· Κόπος Ὅτι ὁ μοναχὸς εἰς πᾶν ἔργον κοπιᾷ. Οὕτως ὁ μοναχός.
ληʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωάννης ὁ κολοβὸς, ὅτι γέρων τις πνευματικὸς, ἀπέκλεισεν ἑαυτὸν, καὶ ἦν ἐπίσημος ἐν τῇ πόλει, καὶ δόξαν πολλὴν ἔχων. Ἐδηλώθη δὲ τούτῳ, ὅτι
88
Μέλλει τις τῶν ἁγίων ἀναλύειν, δεῦρο, ἄσπασαι αὐτὸν πρὶν κοιμηθῇ. Καὶ ἐνεθυμήθη ἐν ἑαυτῷ, ὅτι Ἐὰν ἐξέλθω ἡμέρας, ἐπιτρέχουσιν οἱ ἄνθρωποι, καὶ πολλή μοι δόξα γίνεται, καὶ οὐκ ἀναπαύομαι εἰς ταῦτα. Ἀπέρχομαι οὖν ὀψὲ τῇ σκοτία, καὶ λανθάνω πάντας. Ὀψὲ οὖν ἐξελθὼν ἐκ τοῦ κελλίου ὡς θέλων λαθεῖν· καὶ ἰδοὺ ἐκ τοῦ Θεοῦ καταπέμπονται δύο ἄγγελοι μετὰ λαμπάδων, παραφαίνοντες αὐτῷ· καὶ λοιπὸν πᾶσα ἡ πόλις κατέδραμε βλέπουσα τὴν δόξαν. Καὶ ὅσον ἔδοξε φεύγειν τὴν δόξαν, πλέον ἐδοξάσθη. Ἐν τούτοις πληροῦται τὸ γεγραμμένον· Πᾶς ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται.
λθʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἰωάννης ὁ κολοβός· Οὐ δυνατὸν οἰκοδομῆσαι τὸν οἶκον ἄνωθεν ἐπὶ τὸ κάτω, ἀλλ' ἐκ τοῦ θεμελίου ἐπὶ τὸ ἄνω. Λέγουσιν αὐτῷ· Τίς ἐστιν ὁ λόγος οὗτος; Λέγει αὐτοῖς· Ὁ θεμέλιος, ὁ πλησίον ἐστὶν, ἵνα αὐτὸν κερδάνῃς· καὶ ὀφείλει πρῶτον. Εἰς αὐτὸν γὰρ κρέμανται πᾶσαι αἱ ἐντολαὶ τοῦ Χριστοῦ.
μʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰωάννου, ὅτι τινὸς νεωτέρας ἐτελεύτησαν οἱ γονεῖς, καὶ ὑπελείφθη ὀρφανή· ὄνομα δὲ αὐτῇ, Παησία. Ἐλογίσατο οὖν ποιῆσαι τὸν οἶκον αὐτῆς ξενοδοχεῖον, εἰς λόγον τῶν Πατέρων τῆς Σκήτεως. Ἔμεινεν οὖν οὕτως ξενοδοχοῦσα ἐπὶ χρόνον ἱκανὸν, καὶ θεραπεύουσα τοὺς Πατέρας. Μετὰ δὲ χρόνον, ὡς ἀνηλώθη τὰ πράγματα, ἀρχὴν ἐποίησεν ὑστερεῖσθαι. Ἐκολλήθησαν οὖν αὐτῇ διάστροφοι ἄνθρωποι, καὶ μετέστησαν αὐτὴν ἀπὸ τοῦ σκοποῦ τοῦ ἀγαθοῦ· καὶ λοιπὸν ἤρξατο διάγειν κακῶς, ὥστε φθάσαι αὐτὴν εἰς τὸ πορνεύειν. Ἥκουσαν δὲ οἱ Πατέρες, καὶ πάνυ ἐλυπήθησαν, καὶ προσκαλεσάμενοι τὸν ἀββᾶν Ἰωάννην τὸν κολοβὸν, λέγουσιν αὐτῷ ὅτι, Ἠκούσαμεν περὶ τῆς ἀδελφῆς ἐκείνης, ὅτι διάγει κακῶς καὶ αὐτὴ ὅτε ἠδύνατο, τὴν ἀγάπην αὐτῆς εἰς ἡμᾶς ἐνεδείξατο· καὶ νῦν ἡμεῖς ἐπιδειξώμεθα εἰς αὐτὴν τὴν ἀγάπην, καὶ βοηθήσωμεν αὐτῇ. Σκύλθητι οὖν πρὸς αὐτήν· καὶ κατὰ τὴν σοφίαν ἢν ἔδωκέ σοι ὁ Θεὸς, οἰκονόμησον τὰ κατ' αὐτήν. Ἦλθεν οὖν ὁ ἀββᾶς Ἰωάννης πρὸς αὐτὴν, καὶ λέγει τῇ γραΐδι τῆ θυρωρῷ· Μήνυσόν με πρὸς τὴν κυρίαν σου. Ἡ δὲ ἀπεπέμψατο αὐτὸν λέγουσα· Ὑμεῖς ἐξ ἀρχῆς κατεφάγετε τὰ
89
αὐτῆς, καὶ ἥδε πτωχή ἐστι. Λέγει αὐτῇ ὁ ἀββᾶς Ἰωάννης· Εἰπὲ αὐτῇ. Πάνυ γὰρ ἔχω αὐτὴν ὠφελῆσαι. Οἱ δὲ παῖδες αὐτῆς ὑπομειδιῶντες λέγουσιν αὐτῷ· Τί γὰρ ἔχεις δοῦναι αὐτῇ, ὅτι θέλεις αὐτῇ συντυχεῖν; Ὁ δὲ ἀπεκρίθη λέγων· Πόθεν γὰρ οἴδατε τί μέλλω αὐτῇ παρασχεῖν; Ἀνελθοῦσα οὖν ἡ γραῦς, εἶπεν αὐτῇ περὶ αὐτοῦ. Καὶ λέγει αὐτῇ ἡ νεωτέρα· Οὗτοι οἱ μοναχοὶ ἀεὶ διακινοῦσι παρὰ τὴν Ἐρυθρὰν θάλασσαν, καὶ εὑρίσκουσι μαργαρίτας. Κοσμήσασα οὖν ἑαυτὴν λέγει, Θέλησον ἀνενέγκαι πρὸς μέ. Ὡς οὖν ἀνῆλθε, προλαβοῦσα ἐκαθέσθη εἰς τὴν κλίνην. Ἐλθὼν δὲ ὁ ἀββᾶς Ἰωάννης, ἐκαθέσθη ἐγγὺς αὐτῆς. Προσχὼν δὲ εἰς τὸ πρόσωπον αὐτῆς, λέγει αὐτῇ· Τί κατέγνως τοῦ Ἰησοῦ, ὅτι εἰς τοῦτο ἦλθες; Ἀκούσασα δὲ, ἀπεπάγη ὅλη. Καὶ κλίνας κάτω τὴν κεφαλὴν αὐτοῦ ὁ ἀββᾶς Ἰωάννης, ἤρξατο κλαίειν σφοδρῶς. Λέγει αὐτῷ αὐτή· Ἀββᾶ, τί κλαίεις; Ὡς δὲ ἀνένευσε, πάλιν ἔκλινεν ἑαυτὸν κλαίων, καὶ λέγει αὐτῇ· Βλέπω ὅτι ὁ Σατανᾶς παίζει εἰς τὴν ὄψιν σου, καὶ οὐ μὴ κλαύσω; Ἀκούσασα δὲ λέγει αὐτῷ· Ἔνι μετάνοια, ἀββᾶ; λέγει αὐτῇ· Ναί. Λέγει αὐτῷ· Λάβε με ὅπου θέλεις. Λέγει αὐτῇ· Ἄγωμεν. Καὶ ἀνέστη ἀκολουθῆσαι αὐτῷ. Προσέσχε δὲ ὁ ἀββᾶς Ἰωάννης ὅτι οὐδὲν διετάξατο ἢ
ἐλάλησε περὶ τοῦ οἴκου αὐτῆς, καὶ ἐθαύμασεν. Ὡς οὖν ἔφθασαν εἰς τὴν ἔρημον, βράδιον ἐγένετο. Καὶ ποιήσας ἐκ τῆς ἄμμου μικρὸν προσκέφαλα αὐτῆς, καὶ σφραγισάμενος, λέγει αὐτῇ· Καθεύδησον ἐνταῦθα. Ποιήσας δὲ καὶ ἑαυτῷ ἀπὸ μικροῦ διαστήματος, καὶ πληρώσας τὰς εὐχὰς αὐτοῦ, ἀνεκλίθη. Περὶ δὲ τὸ μεσονύκτιον διϋπνισθεὶς, βλέπει ὁδόν τινα φωτεινὴν ἀπὸ τοῦ οὐρανοῦ ἕως αὐτῆς ἐστηριγμένην· καὶ εἶδε τοὺς ἀγγέλους τοῦ Θεοῦ ἀναφέροντας τὴν ψυχὴν αὐτῆς. Ἀναστὰς οὖν καὶ ἀπελθὼν, ἔνυξεν αὐτὴν τῷ ποδί. Ὡς δὲ εἶδεν ὅτι ἀπέθανεν, ἔῤῥιψεν ἑαυτὸν ἐπὶ πρόσωπον δεόμενος τοῦ Θεοῦ. Καὶ ἤκουσεν, ὅτι ἡ μία ὥρα τῆς μετανοίας αὐτῆς, προσεδέχθη ὑπὲρ μετάνοιαν πολλῶν χρονιζόντων, καὶ μὴ ἐνδεικνυμένων τὸ θερμὸν τῆς τοιαύτης μετανοίας.
90
Περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ ἐν κοινοβίῳ.
Ἀδελφὸς ἦν οἰκῶν ἐν κοινοβίῳ, καὶ πάνυ κρατῶν ἄσκησιν. Ἀκούσαντες δὲ ἀδελφοὶ εἰς Σκῆτιν περὶ αὐτοῦ, ἦλθον ἰδεῖν αὐτόν. Καὶ εἰσῆλθον εἰς τὸν τόπον ὅπου αὐτὸς εἰργάζετο. Καὶ ἀσπασάμενος αὐτοὺς, ἐπιστραφεὶς ἤρξατο ἐργάζεσθαι. Ἰδόντες δὲ οἱ ἀδελφοὶ ὃ ἐποίησε, λέγουσιν αὐτῷ· Ἰωάννη, τίς ἔβαλέ σοι τὸ σχῆμα; ἢ τίς ἐποίησέ σε μοναχόν; καὶ οὐκ ἐδίδαξέ σε λαβεῖν ἀπὸ τῶν ἀδελφῶν τὸ μηλωτάριον, καὶ λέγειν αὐτοῖς· Εὔξασθε, ἢ Καθίσατε. Λέγει αὐτοῖς· Ἰωάννης ἁμαρτωλὸς οὐ σχολάζει εἰς ταῦτα.
Περὶ τοῦ ἀββᾶ Ἰσιδώρου.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰσιδώρου τοῦ πρεσβυτέρου τῆς Σκήτεως, ὅτι εἴ τις εἶχεν ἀδελφὸν ἀσθενῆ, ἢ ὀλίγωρον, ἢ ὑβριστὴν, καὶ ἤθελε βαλεῖν αὐτὸν ἔξω, ἔλεγε· Φέρε μοι αὐτὸν ὧδε. Καὶ ἐλάμβανεν αὐτὸν, καὶ διὰ τῆς μακροθυμίας αὐτοῦ ἔσωσεν αὐτόν.
βʹ. Ἀδελφὸς ἠρώτησεν αὐτὸν, λέγων· Διατί οἱ δαίμονες οὕτως σε φοβοῦνται σφόδρα; Λέγει αὐτῷ ὁ γέρων· Ὅτι ἀφ' ἧς ἐγενόμην μοναχὸς, ἀσκῶ, μὴ συγχωρῶν τὴν ὀργὴν προαναβῆναι τῷ λάρυγγί μου.
γʹ. Ἔλεγε πάλιν, τεσσαρακοστὸν ἔτος ἔχειν, ἀφ' οὗ αἰσθάνεται τῆς κατὰ διάνοιαν ἁμαρτίας, μηδέποτε δὲ συγκαταθέσθαι, μήτε ἐπιθυμίας, μήτε θυμοῦ.
δʹ. Εἶπε πάλιν· Ἐγὼ ὅτε ἤμην νεώτερος, καὶ ἐκαθήμην εἰς τὸ κελλίον μου, μέτρον συνάξεως οὐκ εἶχον· ἡ νύξ μοι καὶ ἡμέρα, σύναξις ἦν.
εʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν περὶ τοῦ ἀββᾶ Ἰσιδώρου, ὅτι ἔπλεκε δέμα θαλλίων κατὰ νύκτα· καὶ παρεκάλουν αὐτὸν οἱ ἀδελφοὶ, λέγοντες· Ἀνάπαυσον σεαυτὸν ὀλίγον, ὅτι λοιπὸν ἐγήρασας. Καὶ ἔλεγεν αὐτοῖς, ὅτι Ἐὰν καύσωσιν Ἰσίδωρον, καὶ τὴν σποδὸν αὐτοῦ ἀνέμῳ σκορπίσωσιν, οὐδὲ μία μοι χάρις ἀκμὴν, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ ὧδε ἦλθε δι' ἡμᾶς.
ϛʹ. Ὁ αὐτὸς εἶπε περὶ τοῦ ἀββᾶ Ἰσιδώρου, ὅτι ἔλεγον αὐτῷ οἱ λογισμοί· Μέγας εἶ ἄνθρωπος. Καὶ ἔλεγε πρὸς αὐτούς· Μή εἰμι κατὰ τὸν ἀββᾶν Ἀντώνιον; ἢ ἐγενόμην ὅλως κατὰ τὸν ἀββᾶν Παμβὼ, ἢ ὡς οἱ λοιποὶ Πατέρες οἱ τῷ Θεῷ
91
εὐαρεστήσαντες! Ὅτε ταῦτα παρεισήνεγκεν, ἀνεπαύετο. Ὅτε δὲ ἡ ἔχθρα ἐποίει αὐτὸν ὀλιγοψυχῆσαι, ὡς ὅτι μετὰ ταῦτα πάντα εἰς τὴν κόλασιν, ἔλεγεν αὐτὸς πρὸς αὐτοὺς ὅτι, Κἂν εἰς κόλασιν ἐμβληθῶ, ὑμᾶς ὑποκάτω εὑρίσκω.
ζʹ. Εἶπεν ὁ ἀββᾶς Ἰσίδωρος ὅτι, Ἀπῆλθόν ποτε ἐν τῇ ἀγορᾷ πωλῆσαι σκεύη μικρά· καὶ ἰδὼν τὴν ὀργὴν ἐγγίζουσάν μοι, ἐάσας τὰ σκεύη ἔφυγον.
ηʹ. Ἀπῆλθέ ποτε ὁ ἀββᾶς Ἰσίδωρος πρὸς τὸν ἀββᾶν Θεόφιλον τὸν ἀρχιεπίσκοπον Ἀλεξανδρείας· καὶ ὡς ὑπέστρεψεν εἰς Σκῆτιν, ἠρώτησαν αὐτὸν οἱ ἀδελφοί· Πῶς ἡ πόλις; Ὁ δὲ εἶπε· Φύσει, ἀδελφοὶ, ἐγὼ πρόσωπον ἀνθρώπου οὐκ εἶδον, εἰ μὴ μόνον τοῦ ἀρχιεπισκόπου. Οἱ δὲ ἀκούσαντες ἐταράχθησαν, λέγοντες· Ἆρα ἐχαώθησαν, ἀββᾶ; Ὁ δὲ εἶπεν· Οὐχ οὕτως· ἀλλ' οὐκ ἐνίκησέ με ὁ λογισμὸς τοῦ ἰδεῖν τινα. Οἱ δὲ ἀκούσαντες ἐθαύμασαν, καὶ ἐστηρίχθησαν ἵνα φυλάττωσιν ἀπὸ μετεωρισμοῦ τοὺς ὀφθαλμοὺς αὐτῶν.
θʹ. Ὁ αὐτὸς ἀββᾶς Ἰσίδωρος εἶπεν· Ἡ σύνεσις τῶν ἁγίων αὕτη ἐστὶ, τὸ ἐπιγνῶναι τὸ θέλημα τοῦ Θεοῦ. Πάντων γὰρ περιγίνεται ὁ ἄνθρωπος ἐν τῇ ὑπακοῇ τῆς ἀληθείας, ὅτι εἰκὼν καὶ ὁμοίωμα τοῦ Θεοῦ ἐστι. Πάντων δὲ πνευμάτων δεινόν ἐστι τὸ ἀκολουθεῖν τῇ ἑαυτοῦ καρδίᾳ, τουτέστι τῷ ἰδίῳ λογισμῷ, καὶ μὴ τῷ νόμῳ τοῦ Θεοῦ· καὶ ὕστερον γίνεται αὐτῷ εἰς πένθος, ὅτι οὐκ ἔγνω τὸ μυστήριον, οὐδὲ εὗρε τὴν ὁδὸν τῶν ἁγίων ἐργάζεσθαι ἐν αὐτῇ. Νῦν οὖν καιρὸς τοῦ ποιῆσαι τῷ Κυρίῳ, ὅτι σωτηρία ἐν καιρῷ θλίψεως· ὅτι γέγραπται· Ἐν τῇ ὑπομονῇ ὑμῶν κτήσασθε τὰς ψυχὰς ὑμῶν.
Περὶ τοῦ ἀββᾶ Ἰσιδώρου τοῦ Πηλουσιώτου.
αʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἰσίδωρος ὁ Πηλουσιώτης, ὅτι Βίος ἄνευ λόγου μᾶλλον ὠφελεῖν πέφυκεν, ἢ λόγος ἄνευ βίου. Ὁ μὲν γὰρ, καὶ σιγῶν ὠφελεῖ· ὁ δὲ καὶ βοῶν ἐνοχλεῖ. Εἰ δὲ καὶ λόγος καὶ βίος συνδράμοι, ἓν φιλοσοφίας ἁπάσης ἀποτελοῦσιν ἄγαλμα.
βʹ. Ὁ αὐτὸς ἔλεγε· Τὰς ἀρετὰς τίμα· μὴ τὰς εὐημερίας θεράπευε· αἱ μὲν γὰρ ἀθάνατόν εἰσι χρῆμα· αἱ δὲ ῥᾳδίως σβέννυνται.
92
γʹ. Εἶπε πάλιν, ὅτι Πολλοὶ τῶν ἀνθρώπων ὀρέγονται μὲν ἀρετῆς, τὴν δὲ ἐπ' αὐτὴν φέρουσαν ὁδὸν ὀκνοῦσιν ἰέναι· ἄλλοι δὲ οὐδὲ ἀρετὴν εἶναι ἡγοῦνται. Χρὴ οὖν τοὺς μὲν πεῖσαι, τὸν ὄκνον ἀποθέσθαι· τοὺς δὲ διδάξαι ὅτι ὄντως ἀρετή ἐστιν ἡ ἀρετή.
δʹ. Εἶπε πάλιν, ὅτι ἡ κακία, καὶ Θεοῦ τοὺς ἀνθρώπους ἀπέστησε, καὶ ἀλλήλων διέστησε. Ταύτην οὖν προτροπάδην φεύγειν χρὴ, καὶ διώκειν τὴν ἀρετὴν, τὴν καὶ Θεῷ προσάγουσαν καὶ ἀλλήλοις συνάπτουσαν. Ἀρετῆς δὲ καὶ φιλοσοφίας ὅρος, τὸ μετὰ συνέσεως ἄπλαστον.
εʹ. Ἔλεγε πάλιν· Ἐπειδὴ μέγα τῆς ταπεινοφροσύνης τὸ ὕψος, καὶ τῆς ἀλαζονείας τὸ πτῶμα, συμβουλεύω ὑμῖν, ἐκεῖνο μὲν ἀσπάσασθαι, τούτῳ δὲ μὴ περιπεσεῖν.
ϛʹ. Εἶπε πάλιν· Ὁ δεινὸς καὶ πάντολμος τῆς φιλοχρηματίας ἔρως, κόρον οὐκ εἰδὼς, ἐπὶ τὸ ἔσχατον τῶν κακῶν, τὴν ἁλοῦσαν ψυχὴν ἐλαύνει. Οὐκοῦν μάλιστα αὐτὸν ἐν προοιμίοις ἐλάσωμεν. Κρατήσας γὰρ, ἀχείρωτος ἔσται.
Περὶ τοῦ ἀββᾶ Ἰσαὰκ τοῦ πρεσβυτέρου τῶν Κελλίων.
αʹ. Ἦλθόν ποτε τὸν ἀββᾶν Ἰσαὰκ πρεσβύτερον ποιῆσαι. Καὶ ἀκούσας, ἔφυγεν εἰς Αἴγυπτον· καὶ ἀπῆλθεν εἰς ἀγρὸν, καὶ ἐκρύβη ἀνὰ μέσον τοῦ χόρτου. Κατεδίωξαν οὖν οἱ Πατέρες ὀπίσω αὐτοῦ· καὶ φθάσαντες εἰς αὐτὸν τὸν ἀγρὸν, κατέλυσαν ἀναπαῆναι μικρὸν ἐκεῖ· ἦν γὰρ νύξ. Καὶ τὸν ὄνον ἀπέλυσαν βόσκεσθαι. Ὁ δὲ ὄνος ἀπελθὼν, ἔστη κατὰ τοῦ γέροντος. Καὶ πρωῒ ζητοῦντες τὸν ὄνον, εὗρον καὶ τὸν ἀββᾶν Ἰσαάκ· καὶ ἐθαύμασαν. Θέλοντες δὲ αὐτὸν δῆσαι, οὐκ ἀφῆκε, λέγων· Οὐκ ἔτι φεύγω. Θέλημα γὰρ τοῦ Θεοῦ ἐστι, καὶ ὅπου δ' ἂν φύγω, εἰς αὐτὸ ἔρχομαι.
βʹ. Εἶπεν ὁ ἀββᾶς Ἰσαάκ· Ὅτε ἤμην νεώτερος, ἐκαθήμην μετὰ τοῦ ἀββᾶ Κρονίου· καὶ οὐδέποτε εἶπέ μοι ποιῆσαι ἔργον, καίπερ γέρων ὢν καὶ τρέμων· ἀλλὰ δι' ἑαυτοῦ ἠγείρετο καὶ παρεῖχε τὸ βαυκάλιον ἐμοὶ καὶ πᾶσιν ὁμοίως. Καὶ μετὰ τοῦ ἀββᾶ Θεοδώρου τῆς Φέρμης ἐκάθισα, καὶ οὐδὲ αὐτὸς ἔλεγέ μοι ποιῆσαί τίποτε· ἀλλὰ καὶ τὴν τράπεζαν δι' ἑαυτοῦ ἐτίθει, καὶ ἔλεγεν· Ἀδελφὲ, ἐὰν θέλῃς, δεῦρο φάγε. Ἐγὼ δὲ πρὸς αὐτὸν ἔλεγον· Ἀββᾶ, ἦλθον πρὸς
93
σὲ ἵνα ὠφεληθῶ· καὶ πῶς οὐ λέγεις μοί τίποτε ποιῆσαι; Ὁ δὲ γέρων πάντα ἐσιώπα. Καὶ ἀπῆλθον, καὶ ἀνήγγειλα τοῖς γέρουσι. Καὶ ἐλθόντες οἱ γέροντες πρὸς αὐτὸν, εἶπον αὐτῷ· Ἀββᾶ, ἦλθεν ὁ ἀδελφὸς πρὸς τὴν ἁγιωσύνην σου, ὠφεληθῆναι, καὶ διατί οὐ λέγεις αὐτῷ ἵνα ποιήσῃ τί ποτε; Καὶ λέγει αὐτοῖς ὁ γέρων· Μὴ γὰρ κοινοβιάρχης εἰμὶ, ἵνα διατάξω αὐτῷ; Ἐγὼ τέως, οὐδὲν λέγω αὐτῷ· ἀλλ' ἐὰν θέλῃ, ὃ βλέπει με ποιοῦντα, ποιήσει καὶ αὐτός. Ἀπὸ τότε οὖν, προελάμβανον καὶ ἐποίουν, εἴ τι ἔμελλεν ὁ γέρων ποιεῖν. Αὐτὸς δὲ εἴ τι ἐποίει, σιωπῶν ἐποίει· καὶ τοῦτό με ἐδίδαξε, τὸ ποιεῖν σιωπῶντα.
γʹ. Ὁ ἀββᾶς Ἰσαὰκ, καὶ ὁ ἀββᾶς Ἀβραὰμ, ἦσαν ὅμου οἰκοῦντες· καὶ εἰσελθὼν ὁ ἀββᾶς Ἀβραὰμ, εὗρε τὸν ἀββᾶν Ἰσαὰκ κλαίοντα· καὶ λέγει αὐτῷ· Τί κλαίεις; Καὶ εἶπεν ὁ γέρων· Καὶ διατί μὴ κλαύσωμεν; Ποῦ γὰρ ἔχομεν ἀπελθεῖν; ἐκοιμήθησαν οἱ Πατέρες ἡμῶν. Οὐκ ἤρκει γὰρ ἡμῖν τὸ ἐργόχειρον εἰς τὰ ναῦλα τῶν πλοίων, ἃ παρείχομεν ἀπερχόμενοι παραβαλεῖν τοῖς γέρουσι. Νῦν οὖν ἀπωρφανίσθημεν. Διὰ τοῦτο κἀγὼ κλαίω.
δʹ. Εἶπεν ὁ ἀββᾶς Ἰσαάκ· Οἶδα ἀδελφὸν θερίζοντα ἐν ἀγρῷ, καὶ ἠθέλησε φαγεῖν στάχυν σίτου· καὶ εἶπε τῷ κυρίῳ τοῦ ἀγροῦ· Θέλεις φάγω ἕνα στάχυν σίτου; Ὁ δὲ ἀκούσας, ἐθαύμασε, καὶ εἶπεν αὐτῷ· Σός ἐστιν ὁ ἀγρὸς, Πάτερ, κἀμὲ ἐρωτᾷς; Ἕως τούτου ἠκριβάζετο ὁ ἀδελφός.
εʹ. Εἶπε πάλιν τοῖς ἀδελφοῖς· Μὴ φέρετε ὧδε παιδία. Τέσσαρες γὰρ ἐκκλησίαι εἰς Σκῆτιν ἔρημοι γεγόνασι διὰ τὰ παιδία.
ϛʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰσαὰκ, ὅτι τὴν σποδὸν τοῦ θυμιατηρίου τῆς προσφορᾶς, μετὰ τοῦ ἄρτου ἤσθιεν αὑτοῦ.
ζʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἰσαὰκ τοῖς ἀδελφοῖς, ὅτι Οἱ Πατέρες ἡμῶν, καὶ ὁ ἀββᾶς Παμβὼ, παλαιὰ πολύῤῥαφα ἐφόρουν καὶ σεβέννια· νῦν δὲ πολύτιμα φορεῖτε. Ὑπάγετε ἔνθεν ἠρημώσατε τὰ ὧδε. Ὅτε δὲ ἔμελλεν ὑπάγειν εἰς τὸ θέρος, ἔλεγεν αὐτοῖς· Οὐκ ἔτι παρέχω ὑμῖν ἐντολάς· οὐ φυλάσσετε γάρ.
ηʹ. Διηγήσατό τις τῶν Πατέρων, ὅτι ἦλθέ ποτέ τις τῶν ἀδελφῶν φορῶν μικρὸν κουσσούλιον εἰς τὴν ἐκκλησίαν
94
τῶν Κελλίων ἐπὶ τοῦ ἀββᾶ Ἰσαάκ· καὶ ἐδίωξεν αὐτὸν ὁ γέρων, λέγων ὅτι, Τὰ ὧδε μοναχῶν ἐστι· σὺ δὲ κοσμικὸς ὢν, οὐ δύνασαι μεῖναι ὧδε.
θʹ. Εἶπεν ὁ ἀββᾶς Ἰσαὰκ ὅτι, Οὐδέποτε εἰσήνεγκα εἰς τὸ κελλίον μου λογισμὸν κατὰ ἀδελφοῦ θλίψαντός με. Κἀγὼ ἐσπούδασα μὴ ἀφεῖναι ἀδελφὸν εἰς τὸ κελλίον αὐτοῦ, ἔχοντα κατ' ἐμοῦ λογισμόν.
ιʹ. Ἠσθένησε μεγάλην ἀσθένειαν ὁ ἀββᾶς Ἰσαὰκ, καὶ ἐχρόνισεν ἐν αὐτῇ· ἐποίησε δὲ αὐτῷ ὁ ἀδελφὸς μικρὰν ἀθήραν, καὶ ἔδωκε μυξάρια εἰς αὐτήν· καὶ οὐκ ἤθελεν ὁ γέρων γεύσασθαι. Καὶ παρεκάλει ὁ ἀδελφὸς λέγων· Λάβε μικρὸν, ἀββᾶ, διὰ τὴν ἀσθένειαν. Καὶ λέγει αὐτῷ ὁ γέρων· Φύσει, ἀδελφὲ, ἤθελον ποιῆσαι ἐν τῇ ἀσθενείᾳ ταύτῃ τριάκοντα ἔτη.
ιαʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰσαὰκ, ὅτι μέλλοντος αὐτοῦ τελευτᾷν, συνῆλθον πρὸς αὐτὸν οἱ γέροντες, καὶ ἕλεγον· Τί ποιήσομεν μετὰ σὲ, Πάτερ; Ὁ δὲ εἶπεν· Ἴδετε πῶς ἐπορεύθην ἐνώπιον ὑμῶν· ἐὰν θέλητε καὶ ὑμεῖς ἀκολουθῆσαι, καὶ φυλάξαι τὰς ἐντολὰς τοῦ Θεοῦ, πέμπει τὴν χάριν αὐτοῦ, καὶ φυλάσσει τὸν τόπον τοῦτον. Ἐὰν δὲ μὴ φυλάξητε, οὐ μὴ μείνητε ἐν τῷ τόπῳ τούτῳ. Καὶ ἡμεῖς γὰρ ὅταν ἤμελλον ἀποθανεῖν οἱ Πατέρες ἡμῶν, ἐλυπούμεθα· ἀλλὰ τὰς ἐντολὰς τοῦ Κυρίου καὶ αὐτῶν τὰς παραγγελίας τηροῦντες, ἑστήκαμεν, ὡς αὐτῶν ὄντων μεθ' ἡμῶν. Οὕτως καὶ ὑμεῖς ποιήσατε, καὶ σώζεσθε.
ιβʹ. Εἶπεν ὁ ἀββᾶς Ἰσαάκ, ὅτι Ἔλεγεν ὁ ἀββᾶς Παμβὼ, ὅτι τοιοῦτον ὀφείλει ὁ μοναχὸς φορεῖν ἱμάτιον, ὥστε βάλλειν αὐτὸ ἔξω τοῦ κελλίου ἐπὶ τρεῖς ἡμέρας, καὶ μηδεὶς λάβῃ αὐτό.
Περὶ τοῦ ἀββᾶ Ἰωσὴφ τοῦ εἰς Πανεφώ.
αʹ. Ἀνῆλθόν τινες τῶν Πατέρων πρὸς τὸν ἀββᾶν Ἰωσὴφ εἰς Πανεφὼ, ἵνα ἐρωτήσωσιν αὐτὸν περὶ τῆς ἀπαντήσεως τῶν ἀδελφῶν τῶν ξενιζομένων πρὸς αὐτοὺς, εἰ χρὴ συγκαταβαίνειν καὶ παῤῥησιάζεσθαι πρὸς αὐτούς. Καὶ πρὸ τοῦ ἐρωτηθῆναι αὐτὸν, εἶπεν ὁ γέρων τῷ μαθητῇ αὐτοῦ· Κατανόησον ὃ μέλλω ποιεῖν σήμερον, καὶ ὑπόμεινον. Καὶ
95
ἔθηκεν ὁ γέρων δύο ἐμβρίμια, ἓν ἐκ δεξιῶν, καὶ ἓν ἐξ ἀριστερῶν αὐτοῦ, καὶ εἶπε· Καθίσατε. Καὶ εἰσῆλθεν εἰς τὴν κέλλαν αὐτοῦ, καὶ ἐφόρεσεν ἱμάτια ἐπαιτικά· καὶ ἐξελθὼν ἐπέρασεν ἐν μέσῳ αὐτῶν. Καὶ πάλιν εἰσελθὼν, ἐφόρεσε τὰ ἵδια ἱμάτια· καὶ ἐξελθὼν πάλιν, ἐκάθισεν ἐν μέσῳ αὐτῶν. Αὐτοὶ δὲ ἐξέστησαν ἐπὶ τῷ ἔργῳ τοῦ γέροντος. Καὶ εἶπεν αὐτοῖς· Κατενοήσατε ὃ ἐποίησα; Λέγουσι· Ναί. Μὴ ἠλλάγην ἀπὸ τοῦ ἀτίμου φορέματος; Λέγουσιν· Οὔ. Καὶ λέγει αὐτοῖς· Εἰ οὖν αὐτὸς ἐγώ εἰμι ἐν ἀμφοτέροις· ὡς τὸ πρῶτον οὐκ ἤλλαξέ με, οὕτως οὐδὲ τὸ δεύτερον ἔβλαψέ με· οὕτως οὖν ὀφείλομεν ποιεῖν εἰς τὴν ὑποδοχὴν τῶν ξένων ἀδελφῶν, κατὰ τὸ ἅγιον Εὐαγγέλιον. Δότε γὰρ, φησὶ, τὰ Καίσαρος Καίσαρι, καὶ τὰ τοῦ Θεοῦ τῷ Θεῷ Ὅτε οὖν ἐστι παρουσία ἀδελφῶν, μετὰ παῤῥησίας δεξώμεθα αὐτούς. Ὅτε δὲ καταμόνας ἐσμὲν, χρείαν ἔχομεν τοῦ πένθους, ἵνα παραμείνῃ ἡμῖν. Οἱ δὲ ἀκούσαντες ἐθαύμασαν, ὅτι καὶ τὰ ἐν καρδίᾳ αὐτῶν εἶπεν αὐτοῖς πρὶν ἐρωτήσωσιν αὐτόν· καὶ ἐδόξασαν τὸν Θεόν.
βʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν τῷ ἀββᾷ Ἰωσήφ· Εἰπέ μοι πῶς γένωμαι μοναχός; Καὶ εἶπεν· Εἰ θέλεις εὑρεῖν ἀνάπαυσιν καὶ ὧδε καὶ ἐκεῖ, ἐπὶ παντὶ πράγματι λέγε· Ἐγὼ τίς εἰμι; καὶ μὴ κρίνῃς τινά.
γʹ. Ὁ αὐτὸς πάλιν ἠρώτησε τὸν ἀββᾶν Ἰωσὴφ, λέγων· Τί ποιήσω, ὅταν προσεγγίζῃ τὰ πάθη; Ἀντιστῶ αὐτοῖς, ἢ ἀφήσω εἰσελθεῖν; Λέγει αὐτῷ ὁ γέρων· Ἄφες αὐτὰ εἰσελθεῖν, καὶ πολέμησον μετ' αὐτῶν. Ἀνακάμψας οὖν ἐν Σκήτει, ἐκάθητο· καὶ ἐλθών τις τῶν Θηβαίων ἐν Σκήτει, ἔλεγε τοῖς ἀδελφοῖς, ὅτι Ἠρώτησα τὸν ἀββᾶν Ἰωσὴφ, λέγων· Ἐὰν προσεγγίσῃ μοι πάθος, ἀντιστῶ αὐτῷ, ἢ ἀφήσω εἰσελθεῖν; Καὶ εἶπέ μοι· Μὴ ἀφήσῃς ὅλως εἰσελθεῖν τὰ πάθη, ἀλλ' εὐθέως ἔκκοψον αὐτά. Ἀκούσας δὲ ὁ ἀββᾶς Ποιμὴν, ὅτι οὕτως εἶπε τῷ Θηβαίῳ ὁ ἀββᾶς Ἰωσὴφ, ἀναστὰς ἀπῆλθε πρὸς αὐτὸν εἰς Πανεφὼ, καὶ λέγει αὐτῷ· Ἀββᾶ, ἐγὼ ἐπίστευσά σοι τοὺς λογισμούς μου· καὶ ἰδοὺ ἄλλως εἶπας ἐμοὶ, καὶ ἄλλως τῷ Θηβαίῳ. Λέγει αὐτῷ ὁ γέρων· Οὐκ οἶδας ὅτι ἀγαπῶ σε; Καὶ εἶπε· Ναί. Οὐ σὺ ἔλεγές μοι· Ὡς ἑαυτῷ εἰπέ μοι; Καὶ εἶπεν· Οὕτως ἔχει. Λέγει αὐτῷ ὁ γέρων· Ἐὰν
96
γὰρ εἰσέλθῃ τὰ πάθη, καὶ δῷς καὶ λάβῃς μετ' αὐτῶν, δοκιμώτερόν σε καθιστῶσιν. Ἐγὼ δὲ ὡς ἐμαυτῷ ἐλάλησά σοι. Εἰσὶ δὲ ἄλλοι, οἷς οὐδὲ προσεγγίσαι τὰ πάθη συμφέρει· ἀλλ' εὐθέως ἐκκόψαι αὐτὰ χρείαν ἔχουσιν.
δʹ. Ἀδελφός τις ἠρώτησε ἀββᾶν Ἰωσὴφ, λέγων Τί ποιήσω, ὅτι οὔτε κακοπαθῆσαι δύναμαι, οὐδὲ ἐργάσασθαι καὶ δοῦναι ἀγάπην; Λέγει αὐτῷ ὁ γέρων· Εἰ οὐ δύνασαι τούτων οὐδὲ ἓν ποιῆσαι, κἂν τήρησον τὴν συνείδησίν σου ἀπὸ τοῦ πλησίον σου ἀπὸ παντὸς κακοῦ· καὶ σώζῃ.
εʹ. Ἔλεγέ τις τῶν ἀδελφῶν, ὅτι Παρέβαλόν ποτε εἰς Ἡρακλέος τὴν κάτω πρὸς τὸν ἀββᾶν Ἰωσήφ· καὶ εἶχεν ἐν τῷ μοναστηρίῳ συκάμινον ὡραῖον πάνυ. Καὶ λέγει μοι ἀπὸ πρωΐ· Ὕπαγε, φάγε· ἦν δὲ παρασκευὴ, καὶ οὐκ ἀπῆλθον διὰ τὴν νηστείαν. Καὶ παρακαλέσας αὐτὸν εἶπον· Διὰ τὸν Θεὸν, εἰπέ μοι τὸν λογισμὸν τοῦτον· ἰδοὺ σὺ ἔλεγές μοι· Ὕπαγε, φάγε· ἐγὼ δὲ διὰ τὴν νηστείαν οὐκ ἀπῆλθον, καὶ ἤμην αἰσχυνόμενος τὴν σὴν ἐντολὴν λογιζόμενος, Ποίῳ λογισμῷ ἔλεγέ μοι ὁ γέρων; Τί οὖν εἶχον ποιῆσαι; ὅτι ἐλεγές μοι, Ὕπαγε. Ὁ δὲ εἶπεν· Οἱ Πατέρες ἐξ ἀρχῆς οὐ λαλοῦσι τοῖς ἀδελφοῖς τὸ ὀρθὸν, ἀλλὰ μᾶλλον τὰ στρεβλά· καὶ ἐὰν ἴδωσιν ὅτι ποιοῦσι τὰ στρεβλὰ, οὐκ ἔτι λαλοῦσιν αὐτοῖς τὰ στρεβλὰ, ἀλλὰ τὴν ἀλήθειαν· εἰδότες, ὅτι εἰς πάντα ὑπήκοοί εἰσιν.
ϛʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωσὴφ τῷ ἀββᾷ Λώτ· Οὐ δύνασαι γενέσθαι μοναχὸς, ἐὰν μὴ γένῃ ὡς πῦρ φλογιζόμενος ὅλος.
ζʹ. Παρέβαλεν ὁ ἀββᾶς Λὼτ τῷ ἀββᾷ Ἰωσὴφ, καὶ λέγει αὐτῷ· Ἀββᾶ κατὰ δύναμίν μου ποιῶ τὴν μικράν μου σύναξιν, καὶ τὴν μικρὰν νηστείαν μου, καὶ τὴν εὐχὴν, καὶ τὴν μελέτην, καὶ τὴν ἡσυχίαν, καὶ τὸ κατὰ δύναμίν μου καθαρεύω τοῖς λογισμοῖς. Τί οὖν ἔχω ποιῆσαι λοιπόν; Ἀναστὰς οὖν ὁ γέρων, ἥπλωσε τὰς χεῖρας εἰς τὸν οὐρανόν· καὶ γεγόνασιν οἱ δάκτυλοι αὐτοῦ, ὡς δέκα λαμπάδες πυρός· καὶ λέγει αὐ ῷ· Εἰ θέλεις, γενοῦ ὅλος ὡς πῦρ.
ηʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ἰωσὴφ, λέγων ὅτι, Θέλω ἐξελθεῖν ἀπὸ τοῦ κοινοβίου, καὶ καθίσαι καταμόνας. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ὅπου βλέπεις τὴν ψυχήν σου ἀναπαυομένην καὶ μὴ βλαπτομένην, κάθισον. Λέγει αὐτῷ ὁ
97
ἀδελφός· Καὶ εἰς κοινόβιον ἀναπαύομαι, καὶ καταμόνας· τί οὖν θέλεις ποιήσω; Λέγει αὐτῷ ὁ γέρων· Εἰ ἀναπαύῃ εἰς τὸ κοινόβιον καὶ καταμόνας, στῆσον τοὺς δύο λογισμούς σου ὡς ἐν ζυγῷ· καὶ ὅπου βλέπεις ὅτι μᾶλλον ἐκεῖ ὠφελεῖται καὶ κατάγει ὁ λογισμός σου, τοῦτο ποίησον.
θʹ. Παρέλαβέ τις τῶν γερόντων πρὸς τὸν ἑταῖρον αὐτοῦ, ἵνα ἀπελθόντες ἐπισκέψωνται τὸν ἀββᾶν Ἰωσήφ· καὶ λέγει· Εἰπὲ τῷ μαθητῇ σου, ἵνα στρώσῃ ἡμῖν τὸν ὄνον. Καὶ λέγει· Φώνησον αὐτόν· καὶ εἴ τι θέλεις ποιεῖ. Λέγει· Τίς καλεῖται; Ὁ δὲ ἔφη· Οὐκ οἶδα, Καὶ λέγει αὐτῷ· Πόσον χρόνον ἔχει μετὰ σοῦ, ὅτι οὐκ οἶδας τὸ ὄνομα αὐτοῦ; Καὶ εἶπεν· Ἔχει δύο ἔτη. Ὁ δὲ ἔφη· Εἰ σὺ δύο ἔτη οὐκ οἶδας τὸ ὄνομα τοῦ μαθητοῦ σου, ἐγὼ εἰς μίαν ἡμέραν τί ἔχω χρείαν μαθεῖν αὐτό;
ιʹ. Συνήχθησαν ἀδελφοί ποτε πρὸς τὸν ἀββᾶν Ἰωσήφ· καὶ καθημένων αὐτῶν, καὶ ἐπερωτώντων αὐτὸν, ἔχαιρε· καὶ προθυμούμενος ἔλεγεν αὐτοῖς· Ἐγὼ βασιλεύς εἰμι σήμερον· ἐβασίλευσα γὰρ ἐπὶ τὰ πάθη.
ιαʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰωσὴφ τῆς Πανεφὼ, ὅτι μέλλοντος αὐτοῦ τελευτᾷν, καθημένων γερόντων, προσχὼν πρὸς τὴν θυρίδα, εἶδε τὸν διάβολον καθήμενον πρὸς τῇ θυρίδι· καὶ φωνήσας τῷ μαθητῇ αὐτοῦ, ἔλεγε· Φέρε τὴν ῥάβδον· νομίζει γὰρ οὗτος ὅτι ἐγήρασα, καὶ οὐκ ἔτι δύναμαι πρὸς αὐτόν. Καὶ ὡς κατέσχε τὴν ῥάβδον, εἶδον οἱ γέροντες ὅτι ἐχάλασεν ἑαυτὸν ὡς κύων διὰ τῆς θυρίδος, καὶ ἀφανὴς ἐγένετο.
Περὶ τοῦ ἀββᾶ Ἰακώβου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Ἰάκωβος ὅτι, Μεῖζόν ἐστι τὸ ξενιτεῦσαι παρὰ τὸ ξενοδοχεῖν.
βʹ. Ἔλεγε πάλιν, ὅτι ἐπαινούμενον, δεῖ λογίζεσθαι τὰς ἁμαρτίας αὐτοῦ, καὶ ἐννοεῖν ὅτι οὐκ ἔστιν ἄξιος τῶν λεγομένων.
γʹ. Εἶπε πάλιν, ὅτι Ὥσπερ λύχνος ἐν σκοτεινῷ κοιτῶνι φωτίζει, οὕτως καὶ ὁ φόβος τοῦ Θεοῦ, ὅταν ἔλθῃ εἰς καρδίαν ἀνθρώπου, φωτίζει αὐτὸν, καὶ διδάσκει πάσας τὰς ἀρετὰς καὶ τὰς ἐντολὰς τοῦ Θεοῦ.
98
δʹ. Εἶπε πάλιν· Οὐκ ἔστι χρεία λόγων μόνον· εἰσὶ γὰρ πολλοὶ λόγοι ἐν τοῖς ἀνθρώποις ἐν τῷ καιρῷ τούτῳ. Ἀλλὰ χρεία ἐστὶν ἔργου· αὐτὸ γάρ ἐστι τὸ ζητούμενον, καὶ οὐ λόγοι, οἵτινες οὐκ ἔχουσι καρπόν.
Περὶ τοῦ ἀββᾶ Ἱέρακος.
αʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ἱέρακα, λέγων· Εἰπέ μοι λόγον, πῶς σωθῶ; Λέγει αὐτῷ ὁ γέρων· Κάθου εἰς τὸ κελλίον σου· ἐὰν πεινᾷς, φάγε· ἐὰν διψᾷς, πίε· καὶ μὴ κακολογήσῃς τινά· καὶ σώζῃ.
βʹ. Ὁ αὐτὸς εἶπεν, ὅτι Οὐδέποτε κοσμικὸν λόγον ἢ εἶπον, ἢ ἠθέλησα ἀκοῦσαι.
Περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ εὐνούχου.
αʹ. Ὁ ἀββᾶς Ἰωάννης ὁ εὐνοῦχος, νεώτερος ὢν ἠρώτησε γέροντα, λέγων· Πῶς ὑμεῖς ἠδυνήθητε ποιῆσαι τὸ ἔργον τοῦ Θεοῦ ἐν ἀναπαύσει· ἡμεῖς δὲ οὐδὲ μετὰ κόπου ποιῆσαι δυνάμεθα; Καὶ λέγει ὁ γέρων· Ἡμεῖς ἡδυνήθημεν, ἐπειδὴ κεφάλαιον ἔχομεν τὸ ἔργον τοῦ Θεοῦ, τὴν δὲ χρείαν τὴν σωματικὴν ἐλάχιστον· ὑμεῖς δὲ κεφάλαιον ἔχετε τὴν σωματικὴν χρείαν, τὸ δὲ ἔργον τοῦ Θεοῦ οὐκ ἀναγκαιότερον. Διὰ τοῦτο κάμνετε, καὶ διὰ τοῦτο ὁ Σωτὴρ εἶπε τοῖς μαθηταῖς· Ὀλιγόπιστοι, ζητεῖτε πρῶτον τὴν βασιλείαν τοῦ Θεοῦ, καὶ ταῦτα πάντα προστεθήσεται ὑμῖν.
βʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωάννης, ὅτι ὁ Πατὴρ ἡμῶν ὁ ἀββᾶς Ἀντώνιος εἶπεν, ὅτι Οὐδέποτε τὸ ἑαυτοῦ συμφέρον προέκρινα τῆς τοῦ ἀδελφοῦ μου ὠφελείας.
γʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἰωάννης ὁ Κίληξ ὁ ἡγούμενος τῆς Ῥαϊθοῦ, τοῖς ἀδελφοῖς· Τέκνα, ὡς ἐφύγομεν τὸν κόσμον, φύγωμεν καὶ τὰς ἐπιθυμίας τῆς σαρκός!
δʹ. Εἶπε πάλιν· Μιμησώμεθα τοὺς Πατέρας ἡμῶν· μετὰ ποίας σκληραγωγίας, καὶ ἡσυχίας ἐκάθισαν ὧδε.
εʹ. Εἶπε πάλιν· Μὴ ῥυπώσωμεν, τέκνα, τὸν τόπον τοῦτον, ὃν οἱ Πατέρες ἡμῶν ἐκαθάρισαν ἀπὸ δαιμόνων.
ϛʹ. Εἶπε πάλιν· Ὁ τόπος οὗτος ἀσκητῶν ἐστιν, οὐ πραγματευτῶν.
99
Περὶ τοῦ ἀββᾶ Ἰωάννου τῶν Κελλίων.
αʹ. Διηγήσατο ὁ ἀββᾶς Ἰωάννης τῶν Κελλίων, λέγων, ὅτι Μία πόρνη ἦν ἐν Αἰγύπτῳ, εὐμορφωτάτη καὶ πλουσία σφόδρα· καὶ οἱ ἄρχοντες ἤρχοντο πρὸς αὐτήν. Μιᾷ οὖν τῶν ἡμερῶν εὐκαίρησεν ἐπὶ τὴν ἐκκλησίαν, καὶ ἠθέλησεν εἰσελθεῖν ἔσω. Ὁ δὲ ὑποδιάκονος, ὁ στήκων εἰς τὰς θύρας, οὐκ εἴασεν αὐτὴν, λέγων· Οὐκ εἶ ἀξία εἰσελθεῖν εἰς οἶκον Θεοῦ, ὅτι ἀκάθαρτος εἶ. Ὡς δὲ ἐμάχοντο, ἤκουσεν ὁ ἐπίσκοπος τοῦ θορύβου, καὶ ἐξῆλθε. Λέγει οὖν αὐτῷ ἡ πόρνη· Οὐκ ἀφίει με εἰσελθεῖν εἰς τὴν ἐκκλησίαν. Καὶ λέγει αὐτῇ ὁ ἐπίσκοπος· Οὐκ ἔξεστί σοι εἰσελθεῖν, ὅτι ἀκάθαρτος εἶ. Ἡ δὲ κατανυγεῖσα λέγει αὐτῷ· Οὐκ ἔτι πορνεύω. Λέγει αὐτῇ ὁ ἐπίσκοπος· Ἐὰν φέρῃς ὧδε τὰ χρήματά σου, οἶδα ὅτι οὐ πορνεύεις ἔτι. Ὡς δὲ ἤνεγκε, λαβὼν ἔκαυσεν αὐτὰ πυρί. Καὶ εἰσῆλθεν εἰς τὴν ἐκκλησίαν, κλαίουσα καὶ λέγουσα· Εἰ ὧδε οὕτως μοι γέγονεν, ἐκεῖ τί ἔχω παθεῖν; Καὶ μετενόησε, καὶ γέγονε σκεῦος ἐκλογῆς.
βʹ. Εἶπεν ὁ ἀββᾶς Ἰωάννης τῆς Θηβαΐδος· Ὀφείλει ὁ μοναχὸς πρὸ πάντων τὴν ταπεινοφροσύνην κατορθῶσαι. Αὕτη γάρ ἐστιν ἡ πρώτη ἐντολὴ τοῦ Σωτῆρος, λέγοντος· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν.
Περὶ τοῦ ἀββᾶ Ἰσιδώρου τοῦ πρεσβυτέρου.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰσιδώρου τοῦ πρεσβυτέρου, ὅτι ἦλθέ ποτέ τις ἀδελφὸς, ἵνα καλέσῃ αὐτὸν εἰς ἄριστον. Ὁ δὲ γέρων οὐκ ἠνέσχετο ἀπελθεῖν, λέγων, Ὅτι Ἀδὰμ, τῷ βρώματι ἀπατηθεὶς, ἔξω τοῦ παραδείσου ηὐλίσθη. Λέγει αὐτῷ ὁ ἀδελφός· Σὺ ὅλως φοβῇ ἐξελθεῖν τοῦ κελλίου σου; Ὁ δὲ πάλιν εἶπε· Τέκνον, φοβοῦμαι, ὅτι ὁ διάβολος ὡς λέων ὠρυόμενος ζητεῖ τίνα καταπίῃ. Πολλάκις δὲ ἔλεγεν, ὅτι Ἐάν τις δῷ ἑαυτὸν εἰς οἰνοποσίαν, οὐ μὴ ἐκφύγῃ τὴν τῶν λογισμῶν ἐπιβουλήν. Καὶ γὰρ ὁ Λὼτ, ἀναγκασθεὶς ὑπὸ τῶν θυγατέρων αὐτοῦ, ἐμεθύσθη ἐκ τοῦ οἴνου, καὶ διὰ τῆς μέθης εὐχερῶς ὁ διάβολος εἰς ἄνομον πορνείαν αὐτὸν παρεσκεύασεν.
100
βʹ. Εἶπεν ὁ ἀββᾶς Ἰσίδωρος· Εἰ βασιλείας οὐρανῶν ἐρᾷς, χρημάτων καταφρόνει, καὶ τῆς θείας ἀμοιβῆς ἀντιποιοῦ.
γʹ. Εἶπε πάλιν· Ζῆσαί σε κατὰ Θεὸν, ἀδύνατον, φιλήδονον ὄντα καὶ φιλάργυρον.
δʹ. Εἶπε πάλιν· Εἰ νομίμως ἀσκεῖτε νηστεύοντες, μὴ τυφοῦσθε· εἰ δὲ ἐπὶ τοῦτο αὐχεῖτε, μᾶλλον κρεωφαγεῖτε. Συμφέρει γὰρ ἀνθρώπῳ μᾶλλον κρέα ἐσθίειν, ἢ τυφοῦσθαι καὶ μεγαλαυχεῖν.
εʹ. Εἶπε πάλιν· Χρὴ τοὺς μαθητευομένους καὶ ὡς πατέρας φιλεῖν τοὺς ὄντως διδασκάλους, καὶ ὡς ἄρχοντας φοβεῖσθαι· καὶ μήτε διὰ τὴν ἀγάπην ἐκλύειν τὸν φόβον, μήτε διὰ τὸν φόβον ἀμαυροῦν τὴν ἀγάπην.
ϛʹ. Εἶπε πάλιν· Εἰ σωτηρίας ἐρᾷς, πάντα ποίει τὰ εἰς αὐτὴν ἄγοντά σε.
ζʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰσιδώρου, ὅτι ὡς ὑπῆγεν ἀδελφὸς πρὸς αὐτὸν, ἔφευγεν ἐσώτερον τοῦ κελλίου. Καὶ ἔλεγον αὐτῷ οἱ ἀδελφοί· Ἀββᾶ, τί ἐστιν ὃ σὺ ποιεῖς; Καὶ ἔλεγεν, ὅτι Καὶ τὰ θηρία φεύγοντα εἰς τὰς κοίτας αὐτῶν σώζονται. Ταῦτα δὲ ἔλεγε διὰ τὴν ὠφέλειαν τῶν ἀδελφῶν.
Περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ Πέρσου.
αʹ. Ἦλθέ ποτε παιδίον θεραπευθῆναι ἀπὸ δαίμονος· καὶ παρέβαλον ἀδελφοὶ ἀπὸ κοινοβίου τῆς Αἰγύπτου. Καὶ ἐξελθὼν ὁ γέρων εἶδε τὸν ἀδελφὸν ἁμαρτάνοντα μετὰ τοῦ παιδίου, καὶ οὐκ ἤλεγξεν αὐτὸν, λέγων· Εἰ ὁ Θεὸς ὁ πλάσας αὐτοὺς βλέπων οὐ καίει αὐτοὺς, ἐγὼ τίς εἰμι ἵνα ἐλέγξω αὐτούς;
βʹ. Διηγήσατό τις τῶν Πατέρων περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ Πέρσου, ὅτι ἐκ τῆς πολλῆς αὐτοῦ χάριτος εἰς βαθυτάτην ἤλασεν ἀκακίαν. Οὗτος δὲ ἔμενεν ἐν Ἀραβίᾳ τῆς Αἰγύπτου. Ἐχρήσατο δέ ποτε παρὰ ἀδελφοῦ ἓν χρύσινον, καὶ ἠγόρασε λινάρια, ἵνα ἐργάσηται. Καὶ ἦλθεν ἀδελφὸς παρακαλῶν αὐτὸν, καὶ λέγων· Χάρισαί μοι, ἀββᾶ, ὀλίγα λινάρια, ἵνα ποιήσω ἐμαυτῷ λεβίτωνα. Καὶ ἔδωκεν αὐτῷ μετὰ χαρᾶς. Ὁμοίως δὲ καὶ ἄλλος ἦλθε παρακαλῶν αὐτόν· Δός μοι ὀλίγα λινάρια, ἵνα ποιήσω μου λέντιον. Ἔδωκε δὲ καὶ αὐτῷ ὁμοίως. Καὶ ἄλλων αἰτησάντων, ἐδίδου ἁπλῶς
101
μετὰ χαρᾶς. Ὕστερον ἔρχεται ὁ κύριος τοῦ ὁλοκοτίνου θέλων αὐτό. Λέγει αὐτῷ ὁ γέρων· Ἐγὼ ὑπάγω καὶ φέρω σοι αὐτό. Καὶ μὴ ἔχων πόθεν ἀποδοῦναι, ἀνέστη ἀπελθεῖν πρὸς τὸν ἀββᾶν Ἰάκωβον τὸν τῆς διακονίας, παρακαλέσαι αὐτὸν δοῦναι αὐτῷ τὸ νόμισμα, ἵνα ἀποδώσει τῷ ἀδελφῷ. Καὶ ὑπάγων εὗρεν ὁλοκοτίνην κείμενον χαμαὶ, καὶ οὐχ ἥψατο αὐτοῦ. Ποιήσας δὲ εὐχὴν, ὑπέστρεψεν εἰς τὸ κελλίον ἑαυτοῦ. Καὶ ἦλθεν ὁ ἀδελφὸς πάλιν ὀχλῶν τῷ διὰ τὸ νόμισμα. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ἐγὼ πάντως φροντίζω. Καὶ ἀπελθὼν πάλιν, εὗρε τὸ νόμισμα χαμαὶ ὅπου ἦν· καὶ ποιήσας εὐχὴν πάλιν, ὑπέστρεψεν εἰς τὸ κελλίον ἑαυτοῦ. Καὶ ἰδοὺ ὁμοίως ἦλθεν ὁ ἀδελφὸς ὁ ὀχλῶν αὐτόν. Καὶ λέγει ὁ γέρων, ὅτι Πάντως τὸ ἅπαξ τοῦτο φέρω αὐτό. Καὶ ἀναστὰς πάλιν, ἦλθε κατ' ἐκείνου τοῦ τόπου· καὶ εὗρεν αὐτὸ ἐκεῖ κείμενον. Καὶ ποιήσας εὐχὴν, ἔλαβεν αὐτό. Καὶ ἦλθε πρὸς τὸν ἀββᾶν Ἰάκωβον, καὶ λέγει αὐτῷ· Ἀββᾶ, ἐρχόμενος πρὸς σὲ εὗρον τὸ νόμισμα τοῦτο ἐν τῇ ὁδῷ· ποίησον οὖν ἀγάπην, καὶ κήρυξον ἐν τῇ ἐνορίᾳ, μήτις ἀπώλεσεν αὐτό· καὶ ἐὰν εὑρεθῇ ὁ κύριος αὐτοῦ, δὸς αὐτό. Ἀπελθὼν οὖν ὁ γέρων, ἐπὶ τρεῖς ἡμέρας ἐκήρυξε· καὶ οὐδεὶς εὑρέθη ὁ ἀπολέσας τὸ νόμισμα. Τότε λέγει ὁ γέρων τῷ ἀββᾷ Ἰακώβῳ· Εἰ οὖν οὐδεὶς αὐτὸ ἀπώλεσε, δὸς αὐτὸ τῷδε τῷ ἀδελφῷ· χρεωστῶ γὰρ αὐτῷ· καὶ ἐρχόμενος λαβεῖν παρὰ σοῦ ἀγάπην καὶ ἀποδοῦναι τὸ χρέος, εὗρον αὐτό. Καὶ ἐθαύμασεν ὁ γέρων, πῶς χρεωστῶν καὶ εὑρὼν οὐκ εὐθέως ἔλαβε καὶ ἔδωκεν αὐτό. Καὶ τοῦτο δὲ ἦν αὐτοῦ τὸ θαυμαστὸν, ὅτι εἰ ἤρχετό τις χρήσασθαι παρ' αὐτοῦ τί ποτε, οὐ δι' ἑαυτοῦ παρεῖχεν, ἀλλ' ἔλεγε τῷ ἀδελφῷ· Ὕπαγε, σεαυτῷ ἆρον εἴ τι χρῄζεις· καὶ εἰς ἔφερεν, ἔλεγεν αὐτῷ· Ἀπόθου αὐτὸ πάλιν εἰς τὸν τόπον αὐτοῦ. Εἰ δὲ οὐδὲ ἔφερεν ὁ λαμβάνων, οὐδὲν ἔλεγεν αὐτῷ.
γʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ Πέρσου, ὅτι κακούργων αὐτῷ ἐπιστάντων, νιπτῆρα προσέφερε, καὶ ἠξίου τοὺς πόδας αὐτῶν νίπτειν· κἀκεῖνοι αἰδεσθέντες μετανοεῖν ἤρξαντο.
δʹ. Εἶπέ τις τῷ ἀββᾷ Ἰωάννῃ τῷ Πέρσῃ, ὅτι Τοσοῦτον κόπον ἐποιήσαμεν διὰ τὴν βασιλείαν τῶν οὐρανῶν· ἆρα
102
κληρονομῆσαι αὐτὴν ἔχομεν; Καὶ εἶπεν ὁ γέρων· Ἐγὼ πιστεύω κληρονομῆσαι τὴν ἄνω Ἱερουσαλὴμ τὴν ἀπογεγραμμένην ἐν τοῖς οὐρανοῖς. Πιστὸς γὰρ ὁ ἐπαγγειλάμενος. Διατί δὲ ἀπιστήσω; Φιλόξενος ὡς ὁ Ἀβραὰμ γέγονα, πραῢς ὡς ὁ Μωϋσῆς, ἅγιος ὡς ὁ Ἀαρὼν, ὑπομονητικὸς ὡς ὁ Ἰὼβ, ταπεινόφρων ὡς ὁ Δαβὶδ, ἐρημίτης ὡς ὁ Ἰωάννης πενθικὸς ὡς ὁ Ἱερεμίας, διδάσκαλος ὡς ὁ Παῦλος πιστὸς ὡς ὁ Πέτρος, σοφὸς ὡς ὁ Σολωμών. Καὶ πιστεύω ὡς ὁ λῃστὴς, ὅτι ὁ ταῦτά μοι χαρισάμενος δι' οἰκείαν ἀγαθότητα, καὶ τὴν βασιλείαν παράσχῃ.
Περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ Θηβαίου.
Ἔλεγον περὶ τοῦ μικροῦ Ἰωάννου τοῦ Θηβαίου, τοῦ μαθητοῦ τοῦ ἀββᾶ Ἀμμώη, ὅτι δεκαδύο ἔτη ἐποίησεν ὑπηρετῶν τῷ γέροντι ὅτε ἠσθένει· καὶ μετ' αὐτοῦ ἦν εἰς τὸ χαράδριον καθήμενος. Καὶ ὁ γέρων ὀλιγώρει ἐπάνω αὐτοῦ· καὶ πολλὰ κοπιάσαντα μετ' αὐτοῦ, οὐδέποτε εἶπεν αὐτῷ, Σωθείης. Ὅτε δὲ ἤμελλε τελευτᾷν, καθεζομένων τῶν γερόντων, ἐκράτησε τὴν χεῖρα αὐτοῦ, καὶ λέγει αὐτῷ· Σωθείης, σωθείης, σωθείης· καὶ παρέδωκεν αὐτὸν τοῖς γέρουσι, λέγων· Οὗτος ἄγγελός ἐστι, καὶ οὐκ ἄνθρωπος.
Περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ μαθητοῦ τοῦ ἀββᾶ Παύλου.
Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἰωάννου τοῦ μαθητοῦ τοῦ ἀββᾶ Παύλου, ὅτι εἶχε μεγάλην ὑπακοήν. Ἦν δὲ ἔν τινι τόπῳ μνημεῖα, καὶ ᾤκει ὕαινα ἐκεῖ. Ὁ δὲ γέρων εἶδε περὶ τὸν τόπον βόλβιτα· καὶ λέγει τῷ Ἰωάννῃ ἀπελθεῖν καὶ ἐνεγκεῖν αὐτά. Ὁ δὲ εἶπεν αὐτῷ· Καὶ τί ποιήσω, ἀββᾶ, διὰ τὴν ὕαιναν; Ὁ δὲ γέρων χαριεντιζόμενος εἶπεν· Ἐὰν ἔλθῃ ἐπάνω σου, δῆσον αὐτὴν, καὶ φέρε αὐτὴν ὧδε. Ἀπῆλθεν οὖν ὁ ἀδελφὸς ἐκεῖ ὀψέ. Καὶ ἰδοὺ ἦλθεν ἡ ὕαινα ἐπάνω αὐτοῦ. Ὁ δὲ, κατὰ τὸν λόγον τοῦ γέροντος, ὥρμησε κρατῆσαι αὐτήν. Καὶ ἔφυγεν ἡ ὕαινα. Καὶ διώκων αὐτὴν ἕλεγεν· Ὁ ἀββᾶς μου εἶπεν ἵνα σε δεσμήσω. Καὶ κρατήσας αὐτὴν ἔδησεν. Ἐθλίβετο δὲ ὁ γέρων, καὶ ἐκάθητο περιμένων αὐτόν. Καὶ ἰδοὺ ἦλθεν ἔχων τὴν ὕαιναν δεδεμένην. Καὶ ἰδὼν ὁ γέρων ἐθαύμασε. Καὶ θέλων ταπεινῶσαι αὐτὸν,
103
ἔτυψεν αὐτὸν λέγων· Σαλέ· κύνα σαλὸν ἤνεγκάς μοι ὧδε; Ἔλυσε δὲ αὐτὴν εὐθὺς ὁ γέρων, καὶ ἀπέλυσεν ἀπελθεῖν.
Περὶ τοῦ ἀββᾶ Ἰσαὰκ τοῦ Θηβαίου.
αʹ. Παρέβαλέ ποτε ὁ ἀββᾶς Ἰσαὰκ ὁ Θηβαῖος εἰς κοινόβιον, καὶ εἶδεν ἀδελφὸν σφαλέντα, καὶ κατέκρινεν αὐτόν. Ὡς δὲ ἐξῆλθεν εἰς τὴν ἔρημον, ἦλθεν ἄγγελος Κυρίου, καὶ ἔστη ἔμπροσθεν τῆς θύρας τοῦ κελλίου αὐτοῦ, λέγων· Οὐκ ἀφῶ σε εἰσελθεῖν. Ὁ δὲ παρεκάλει, λέγων· Τί ἐστι τὸ πρᾶγμα; Καὶ ἀποκριθεὶς ὁ ἄγγελος εἶπεν αὐτῷ· Ὁ Θεὸς ἀπέστειλέ με, λέγων· Εἰπὲ αὐτῷ, Ποῦ κελεύεις βάλω τὸν σφαλέντα ἀδελφὸν ὃν ἔκρινας; Καὶ εὐθέως μετενόησε, λέγων· Ἡμάρτηκα, συγχώρησόν μοι. Καὶ εἶπεν ὁ ἄγγελος· Ἐγείρου, συνεχώρησέ σοι ὁ Θεός. Φύλαξαι δὲ τοῦ λοιποῦ μὴ κρῖναί τινα πρὶν ἢ ὁ Θεὸς κρίνῃ αὐτόν.
βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ἀπολλὼ, ὅτι εἶχε μαθητὴν ὀνόματι Ἰσαὰκ, πεπαιδευμένον εἰς ἄκρον πρὸς πᾶν ἔργον ἀγαθόν· καὶ ἐκτήσατο τὴν τῆς ἁγίας προσφορᾶς ἡσυχίαν. Καὶ ὅταν ἐξήρχετο εἰς τὴν ἐκκλησίαν, οὐ συνεχώρει τινὰς ἐλθεῖν εἰς συντυχίαν ἑαυτοῦ. Ἦν γὰρ ὁ λόγος αὐτοῦ οὗτος, ὅτι πάντα καλὰ ἐν καιρῷ αὐτῶν· Καιρὸς γὰρ τῷ παντὶ πράγματι. Καὶ ὅταν ἀπέλυεν ἡ σύναξις, ὡς ἀπὸ πυρὸς ἦν διωκόμενος, ζητῶν καταλαβεῖν τὸ κελλίον ἑαυτοῦ. Πολλάκις δὲ ἐδίδοτο τοῖς ἀδελφοῖς ἀπὸ συνάξεως, παξαμάτης καὶ ποτήριον οἵνου· αὐτὸς δὲ οὐκ ἐλάμβανεν· οὐκ ἀπωθούμενος τὴν εὐλογίαν τῶν ἀδελφῶν, ἀλλὰ τὴν τῆς συνάξεως ἐπικρατῶν ἡσυχίαν. Ἐγένετο δὲ αὐτὸν ἐν ἀῤῥωστίᾳ κατακεῖσθαι· καὶ ἀκούσαντες οἱ ἀδελφοὶ ἦλθον τοῦ ἐπισκέψασθαι αὐτόν. Καθεζόμενοι δὲ οἱ ἀδελφοὶ ἠρώτησαν αὐτὸν, λέγοντες· Ἀββᾶ Ἰσαὰκ, διατί ἀπὸ συνάξεως φεύγεις τοὺς ἀδελφούς; Καὶ εἶπε πρὸς αὐτοὺς, ὅτι Τοὺς ἀδελφοὺς οὐ φεύγω, ἀλλὰ τὴν τῶν δαιμόνων κακοτεχνίαν. Καὶ γὰρ ἐάν τις κατέχῃ λαμπάδιον φωτὸς, καὶ βραδύνῃ εἰς τὸν ἀέρα ἱστάμενος, σβέννυται ἀπ' αὐτοῦ. Οὕτως καὶ ἡμεῖς φωτιζόμενοι ὑπὸ τῆς ἁγίας προσφορᾶς, ἐὰν βραδύνωμεν ἔξω τοῦ κελλίου, σκοτίζεται ἡμῶν ὁ νοῦς. Αὕτη ἡ πολιτεία τοῦ ὁσίου ἀββᾶ Ἰσαάκ.
104
Περὶ τοῦ ἀββᾶ Ἰωσὴφ τοῦ Θηβαίου.
Εἶπεν ὁ ἀββᾶς Ἰωσὴφ ὁ Θηβαῖος, ὅτι τρία πράγματά ἐστιν ἔντιμα ἐνώπιον Κυρίου· ὅταν ἄνθρωπος ἀσθενῇ, καὶ προστίθενται αὐτῷ πειρασμοὶ, καὶ μετ' εὐχαριστείας δέχεται αὐτούς. Τὸ δὲ δεύτερόν ἐστιν, ὅταν τις ποιῇ πάντα τὰ ἔργα αὐτοῦ καθαρὰ ἐνώπιον τοῦ Θεοῦ, καὶ μηδὲν ἔχοντα ἀνθρώπινον. Τὸ δὲ τρίτον, ὅταν τις ἐν ὑποταγῇ καθέζηται πατρὸς πνευματικοῦ, καὶ πᾶσιν ἀποτάσσηται τοῖς ἰδίοις θελήμασιν. Ἔχει δὲ οὗτος ἕνα στέφανον περισσόν. Ἐγὼ δὲ τὴν ἀσθένειαν ᾑρησάμην.
Περὶ τοῦ ἀββᾶ Ἱλαρίωνος.
Παρέβαλεν ὁ ἀββᾶς Ἱλαρίων ἀπὸ Παλαιστίνης εἰς τὸ ὄρος, πρὸς τὸν ἀββᾶν Ἀντώνιον. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Ἀντώνιος· Καλῶς ἦλθες, ὁ ἑωσφόρος ὁ πρωῒ ἀνατέλλων. Καὶ εἶπεν αὐτῷ ὁ ἀββᾶς Ἱλαρίων· Εἰρήνη σοι, ὁ στύλος τοῦ φωτὸς, ὁ τὴν οἰκουμένην φωτίζων.
Περὶ τοῦ ἀββᾶ Ἰσχυρίωνος.
Οἱ ἅγιοι Πατέρες προεφήτευσαν περὶ τῆς ἐσχάτης γενεᾶς. Τί εἰργασάμεθα ἡμεῖς; φασί. Καὶ ἀποκριθεὶς εἷς ἐξ αὐτῶν μέγας ἀββᾶς Ἰσχυρίων, εἶπεν· Ἡμεῖς τὰς ἐντολὰς τοῦ Θεοῦ ἐποιήσαμεν. Καὶ ἀποκριθέντες εἶπον· Οἱ δὲ μεθ' ἡμᾶς, ἄρα τί ποιοῦσιν; Καὶ εἶπε· Μέλλουσιν εἰς τὸ ἥμισυ τοῦ ἔργου ἡμῶν ἔρχεσθαι. Καὶ εἶπον· Οἱ δὲ μετ' αὐτοὺς, τί; Εἶπεν· Οὐκ ἔχουσιν ὅλως ἔργον οἱ τῆς γενεᾶς ἐκείνης· μέλλει δὲ ἔρχεσθαι αὐτοῖς πειρασμός· καὶ οἱ εὑρισκόμενοι δόκιμοι ἐν τῷ καιρῷ ἐκείνῳ, μείζονες καὶ ἡμῶν καὶ τῶν Πατέρων ἡμῶν εὑρεθήσονται.
Ἀρχὴ τοῦ Κ στοιχείου.
Περὶ τοῦ ἀββᾶ Κασιανοῦ.
αʹ. Διηγήσατο ὁ ἀββᾶς Κασιανὸς, ὅτι Παρεβάλομεν ἐγώ τε καὶ ὁ ἅγιος Γερμανὸς εἰς Αἴγυπτον, πρός τινα γέροντα. Καὶ φιλοξενήσας ἡμᾶς ἠρωτήθη παρ' ἡμῶν· Τίνος ἕνεκεν ἐν τῷ καιρῷ τῆς ὑποδοχῆς τῶν ξένων ἀδελφῶν, τὸν κανόνα τῆς
105
νηστείας ἡμῶν, ὡς ἐν Παλαιστίνῃ παρελάβομεν, οὐ φυλάττετε; Καὶ ἀπεκρίθη λέγων· Ἡ νηστεία πάντοτε μετ' ἐμοῦ ἐστιν· ὑμᾶς δὲ κατέχειν πάντοτε μεθ' ἑαυτοῦ οὐ δύναμαι· καὶ ἡ μὲν νηστεία καὶ χρήσιμόν ἐστι πρᾶγμα καὶ ἀναγκαῖον, τῆς ἡμετέρας δέ ἐστι προαιρέσεως· τὴν δὲ τῆς ἀγάπης πλήρωσιν ἐξ ἀνάγκης ἀπαιτεῖ ὁ τοῦ Θεοῦ νόμος. Ἐν ὑμῖν οὖν δεχόμενος τὸν Χριστὸν, χρεωστῶ μετὰ πάσης θεραπεῦσαι σπουδῆς. Ἐπὰν δὲ ὑμᾶς προπέμψω, τὸν κανόνα τῆς νηστείας δύναμαι ἀνακτήσασθαι. Οὐ δύνανται γὰρ οἱ υἱοὶ τοῦ νυμφῶνος νηστεύειν, ἐφ' ὅσον χρόνον ὁ νυμφίος μετ' αὐτῶν ἐστιν· ὅταν δὲ ἀρθῇ ὁ νυμφίος, τότε μετ' ἐξουσίας νηστεύσουσιν.
βʹ. Ὁ αὐτὸς εἶπεν, ὅτι Ἦν τις γέρων, καὶ ὑπηρετεῖτο ὑπὸ ἁγίας παρθένου· καὶ οἱ ἄνθρωποι ἔλεγον· Οὐκ εἰσὶ καθαροί. Καὶ ἤκουσεν ὁ γέρων. Ὅταν δὲ ἤμελλε τελευτᾷν, εἶπε τοῖς Πατράσιν· Ὅταν τελευτήσω, φυτεύσατε τὴν ῥάβδον μου εἰς τάφον· καὶ ἐὰν βλαστήσῃ καὶ ποιήσῃ καρπὸν, μάθετε ὅτι καθαρός εἰμι ἀπ' αὐτῆς· εἰ δὲ μὴ βλαστήσῃ, γινώσκετε ὅτι πέπτωκα μετ' αὐτῆς. Καὶ ἐφυτεύθη ἡ ῥάβδος, καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐβλάστησε, καὶ ἐποίησε καρπόν. Καὶ πάντες ἐδόξασαν τὸν Θεόν.
γʹ. Εἶπε πάλιν, ὅτι Παρεβάλομεν ἑτέρῳ γέροντι· καὶ ἐποίησεν ἡμᾶς γεύσασθαι. Προετρέπετο δὲ ἡμᾶς κορεσθέντας, ἔτι μεταλαβεῖν τροφῆς. Ἐμοῦ δὲ εἰρηκότος μηκέτι δύνασθαι, ἀπεκρίθη· Ἐγὼ ἑξάκις παραγενομένων ἀδελφῶν τράπεζαν ἔθηκα, καὶ προτρεπόμενος ἕνα ἕκαστον συνήσθιον, καὶ ἀκμὴν πεινῶ. Τοῦτο δὲ σὺ ἅπαξ φαγὼν οὕτως ἐκορέσθης, ὥστε μηκέτι φαγεῖν δύνασθαι.
δʹ. Διηγήσατο πάλιν ὁ αὐτὸς, ὅτι Παρέβαλεν ὁ ἀββᾶς Ἰωάννης ἄνθρωπος κοινοβίου ἡγούμενος μεγάλου, τῷ ἀββᾷ Παησίῳ, ἐν ἀκροτάτῃ ἐρήμῳ διάγοντι ἐπὶ ἔτη τεσσαράκοντα, καὶ ὡς ἔχων πρὸς αὐτὸν πολλὴν ἀγάπην, καὶ τὴν ἐκ ταύτης παῤῥησίαν εἶπεν αὐτῷ· Τί ἐν τοσούτῳ χρόνῳ οὕτως ἀναχωρῶν, καὶ ὑπὸ μηδενὸς ἀνθρώπου ταχέως ὀχλούμενος κατώρθωσας; Ὁ δέ φησιν· Ἀφ' οὗ ἐμόνασα, οὐδέ ποτέ με εἶδεν ὁ ἥλιος ἐσθίοντα. Εἶπε δὲ καὶ ὁ ἀββᾶς Ἰωάννης· Οὐδὲ ἐμὲ ὀργιζόμενον.
106
εʹ. Τοῦτον τὸν ἀββᾶν Ἰωάννην περὶ τὴν τελευτὴν ὄντα, καὶ ἐκδημοῦντα προθύμως καὶ ἱλαρῶς πρὸς τὸν Θεὸν, ἐκύκλωσαν οἱ ἀδελφοὶ, ἀξιοῦντες λόγον τινὰ σύντομον καὶ σωτήριον ἐν κλήρου τάξει καταλιπεῖν αὐτοῖς, δι' οὗ δυνήσονται ἐπιβῆναι τῆς ἐν Χριστῷ τελειότητος. Ὁ δὲ στενάξας ἔφη· Οὐδέποτε ἐποίησα τὸ ἴδιον θέλημα· οὐδέ τινα ἐδίδαξα, ὅπερ πρότερον οὐκ ἐποίησα.
ϛʹ. Διηγήσατο πάλιν περὶ ἑτέρου γέροντος ἐν ἐρήμῳ καθεζομένου, ὅτι παρεκάλεσε τὸν Θεὸν χαρίσασθαι αὐτῷ, ὥστε μηδέποτε νυστάξαι αὐτὸν κινουμένης ὁμιλίας πνευματικῆς· εἰ δέ τις καταλαλιᾶς ἢ ἀργολογίας λόγους ἐπιφέρει, εὐθὺς εἰς ὕπνον καταφέρεσθαι, ἵνα μὴ ἰοῦ τοιούτου γεύωνται αἱ ἀκοαὶ αὐτοῦ. Οὗτος δὲ ἔλεγε, τὸν διάβολον σπουδαστὴν εἶναι τῆς ἀργολογίας, πολέμιον δὲ πάσης διδασκαλίας πνευματικῆς· τοιούτῳ χρώμενος ὑποδείγματι· Λαλοῦντος γάρ μου, φησὶ, περὶ ὠφελείας πρός τινας ἀδελφοὺς, τοσούτῳ ὕπνῳ βαθεῖ κατεσχέθησαν, ὥστε μήτε τὰ βλέφαρα κινεῖν δύνασθαι. Ἐγὼ οὖν θέλων δεῖξαι τοῦ δαίμονος τὴν ἐνέργειαν, λόγον ἀργολογίας παρεισήνεγκα· ἐφ' ᾧ χαρέντες παραχρῆμα διένηψαν. Στενάξας δὲ εἶπον· Μέχρι τοίνυν περὶ οὐρανίων πραγμάτων διελεγόμεθα, πάντων ὑμῶν οἱ ὀφθαλμοὶ τῷ ὕπνῳ συνείχοντο· ἡνίκα δὲ λόγος ἀργὸς ἐῤῥύη, πάντες μετὰ προθυμίας διανέστητε. Διὸ, ἀδελφοὶ, παρακαλῶ, ἐπίγνωτε τοῦ πονηροῦ δαίμονος τὴν ἐνέργειαν, καὶ ἑαυτοῖς προσέχετε, φυλαττόμενοι τὸν νυσταγμὸν, ἡνίκα τι ποιεῖτε πνευματικὸν, ἢ ἀκούετε.
ζʹ. Εἶπε πάλιν, ὅτι Συγκλητικός τις ἀποταξάμενος, καὶ τὰ ἑαυτοῦ ὑπάρχοντα πένησι διαδοὺς, παρακατέσχε τινὰ εἰς ἰδίαν ἀπόλαυσιν, μὴ βουλόμενος τὴν ἐκ τῆς τελείας ἀποταγῆς ἀναδέξασθαι ταπεινοφροσύνην, καὶ τὴν γνησίαν ὑποταγὴν τοῦ κοινοβιακοῦ κανόνος. Πρὸς ὃν ὁ ἐν ἁγίοις Βασίλειος λόγον ἀπεφθέγξατο τοιοῦτον· Καὶ τὸν συγκλητικὸν ἀπώλεσας, καὶ μοναχὸν οὐκ ἐποίησας.
ηʹ. Εἶπε πάλιν, ὅτι Ἦν τις μοναχὸς οἰκῶν ἐν σπηλαίῳ ἐν ἐρήμῳ· καὶ ἐδηλώθη αὐτῷ ὑπὸ τῶν συγγενῶν κατὰ σάρκα, ὅτι Ὁ πατήρ σου ἰσχυρῶς ἐνοχλεῖται, καὶ μέλλει τελευτᾷν,
107
ἐλθὲ ἵνα κληρονομήσῃς αὐτόν. Ὁ δὲ ἀπεκρίθη πρὸς αὐτούς· Ἐγὼ πρὸς ἐκείνου ἀπέθανον τῷ κόσμῳ· νεκρὸς ζῶντα οὐ κληρονομεῖ.
Περὶ τοῦ ἀββᾶ Κρονίου.
αʹ. Ἀδελφὸς ἔφη τῷ ἀββᾷ Κρονίῳ· Εἰπέ μοι ῥῆμα. Καὶ λέγει αὐτῷ, ὅτι Ἐν τῷ ἐλθεῖν τὸν Ἐλισσαῖον πρὸς τὴν Σωμανῆτιν, εὗρεν αὐτὴν μὴ ἔχουσαν πρᾶγμα μετά τινος· συνέλαβεν οὖν, καὶ ἔτεκε διὰ τῆς παρουσίας Ἐλισσαίου. Λέγει δὲ αὐτῷ ὁ ἀδελφός· Τί ἐστι τὸ ῥῆμα τοῦτο; Καὶ λέγει ὁ γέρων, ὅτι Ἡ ψυχὴ ἐὰν νήψῃ, καὶ συστείλῃ ἑαυτὴν ἀπὸ τοῦ περισπασμοῦ, καὶ καταλείψῃ τὰ θελήματα ἑαυτῆς, τότε τὸ Πνεῦμα τοῦ Θεοῦ παραβάλλει αὐτῇ· καὶ δύναται λοιπὸν γεννῆσαι, ἐπειδὴ στεῖρά ἐστιν.
βʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Κρόνιον· Τί ποιήσω τῇ λήθῃ τῇ αἰχμαλωτιζούσῃ τὸν νοῦν μου, καὶ οὐκ ἐώσῃ με αἰσθάνεσθαι, μέχρι με ἐνέγκῃ κατ' αὐτῆς τῆς ἁμαρτίας; Καὶ λέγει ὁ γέρων· Ὅτε ἔλαβον οἱ ἀλλόφυλοι τὴν κιβωτὸν διὰ τὴν κακὴν πρᾶξιν τῶν υἱῶν Ἰσραὴλ, ἔσυρον αὐτὴν ἕως οὗ ἤνεγκαν αὐτὴν εἰς τὸν οἶκον Δαγὼν τοῦ θεοῦ αὐτῶν· καὶ τότε ἔπεσεν ἐπὶ προσώπου αὐτοῦ. Καὶ λέγει ὁ ἀδελφός· Τί ἐστι τοῦτο; Ὁ δὲ γέρων εἶπεν, ὅτι Ἐὰν φθάσωσιν αἰχμαλωτίσαι τὸν νοῦν τοῦ ἀνθρώπου διὰ τῶν ἰδίων αὐτοῦ ἀφορμῶν, οὕτως ὑποσύρωσιν αὐτὸν, ἕως ἂν ἐνέγκωσιν αὐτὸν ἐπάνω τοῦ ἀοράτου πάθους. Ἐν ἐκείνῳ οὖν τῷ τόπῳ ἐὰν στραφῇ ὁ νοῦς, καὶ ζητήσῃ τὸν Θεὸν, καὶ μνημονεύσῃ τῆς αἰωνίου κρίσεως, εὐθὺς τὸ πάθος πίπτει καὶ ἀφανὲς γίνεται. Γέγραπται γάρ· Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ, καὶ γνώσῃ ποῦ ἦσθα.
γʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Κρόνιον· Ποίῳ τρόπῳ ἔρχεται ἄνθρωπος εἰς ταπεινοφροσύνην; Λέγει αὐτῷ ὁ γέρων, ὅτι Διὰ τοῦ φόβου τοῦ Θεοῦ. Λέγει αὐτῷ ὁ ἀδελφός· Καὶ διὰ ποίου πράγματος ἔρχεται εἰς τὸν φόβον τοῦ Θεοῦ; Λέγει αὐτῷ ὁ γέρων· Τὸ κατ' ἐμὲ, ἵνα συστείλῃ ἑαυτὸν ἀπὸ παντὸς πράγματος, καὶ δώσει ἑαυτὸν εἰς κόπον σωματικὸν, καὶ ὅσην ἔχει ἰσχὺν, μνημονεύσῃ τῆς ἐκ τοῦ σώματος ἐξόδου, καὶ τῆς κρίσεως τοῦ Θεοῦ.
108
δʹ. Εἶπεν ὁ ἀββᾶς Κρόνιος, ὅτι Εἰ μὴ ἤγαγε Μωϋσῆς τὰ πρόβατα ὑπὸ τὸ ὄρος Σινᾶ, οὐκ ἂν ἔβλεπε τὸ πῦρ ἐν τῇ βάτῳ. Ἠρώτησεν ὁ ἀδελφὸς τὸν γέροντα· Εἰς τί λαμβάνεται ἡ βάτος; Καὶ λέγει αὐτῷ, ὅτι Ἡ βάτος λαμβάνεται εἰς τὴν σωματικὴν πρᾶξιν. Γέγραπται γὰρ, ὅτι Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν θησαυρῷ κεκρυμμένῳ ἐν ἀγρῷ. Λέγει ὁ ἀδελφὸς τῷ γέροντι· Οὐκοῦν ἐκτὸς καμάτου σωματικοῦ οὐ προκόπτει ἄνθρωπος εἴς τινα τιμήν; Λέγει αὐτῷ ὁ γέρων· Τέως γέγραπται· Ἀφορῶντες εἰς τὸν τῆς πίστεως ἀρχηγὸν καὶ τελειωτὴν Ἰησοῦν, ὃς ἀντὶ τῆς προκειμένης αὐτῷ χαρᾶς ὑπέμεινε σταυρόν. Καὶ πάλιν Δαβὶδ λέγει· Εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμόν· καὶ τὰ ἑξῆς.
εʹ. Εἶπεν ὁ ἀββᾶς Κρόνιος, ὅτι Διηγήσατο ἡμῖν ὁ ἀββᾶς Ἰωσὴφ ὁ τοῦ Πηλουσίου, ὅτι Καθημένου μου εἰς τὸ Σινᾶ, ἦν ἐκεῖ ἀδελφὸς καλὸς καὶ ἀσκητὴς, ἀλλὰ καὶ κατὰ τὸ σῶμα εὐειδής· καὶ ἤρχετο εἰς τὴν ἐκκλησίαν εἰς τὴν σύναξιν, φορῶν πολύῤῥαφον καὶ μικρὸν μαφόριον παλαιόν. Καὶ θεωρῶν αὐτὸν καθάπαξ οὔτως εἰς τὴν σύναξιν ἐρχόμενον, λέγω αὐτῷ· Ἀδελφὲ, οὐ βλέπεις τοὺς ἀδελφοὺς, πῶς εἰσιν ὡς ἄγγελοι εἰς τὴν σύναξιν ἐν τῇ ἐκκλησίᾳ; πῶς σὺ πάντοτε οὕτως ἔρχῃ ὧδε; Ὁ δὲ ἔφη· Συγχώρησόν μοι, ἀββᾶ, ὅτι οὐκ ἔχω ἄλλα. Ἔλαβον οὖν αὐτὸν ἐν τῷ κελλίῳ μου, καὶ ἔδωκα αὐτῷ λεβίτωνα καὶ εἴ τι ἄλλο ἔχρῃζε· καὶ ἐφόρει λοιπὸν ὡς καὶ οἱ λοιποὶ ἀδελφοὶ, καὶ ἦν ἰδεῖν αὐτὸν ὡς ἄγγελον. Ἐγένετο δέ ποτε χρεία τοῖς Πατράσιν, ἀποστεῖλαι δέκα ἀδελφοὺς πρὸς τὸν βασιλέα διά τινα χρείαν· καὶ ἐψηφίσαντο καὶ αὐτὸν μετὰ τῶν ὑπαγόντων. Ὡς δὲ ἤκουσεν, ἔβαλε μετάνοιαν τοῖς Πατράσι, λέγων· Διὰ τὸν Κύριον συγχωρήσατέ μοι, ὅτι δοῦλός εἰμί τινος μεγάλου τῶν ἐκεῖ· καὶ ἐὰν γνωρίσῃ με, ἀποσχηματίζει με, καὶ φέρει πάλιν εἰς τὸ δουλεύειν αὐτῷ. Μετὰ οὖν τὸ πεισθῆναι τοὺς Πατέρας, καὶ ἀφεῖναι αὐτὸν, ἔμαθον ὕστερον παρά τινος ἀκριβῶς ἐπισταμένου αὐτὸν, ὅτι ὅτε ἦν ἐν τῷ κόσμῳ, ἔπαρχος πραιτωρίων ὑπῆρχε· καὶ ἵνα μὴ γνωσθῇ, καὶ ὄχλησιν εὕρῃ ἐκ τῶν ἀνθρώπων, τοῦτο προεφασίσατο.
109
Τοσαύτη ἦν σπουδὴ τοῖς Πατράσι, φεύγειν τὴν δόξαν καὶ τὴν ἀνάπαυσιν τοῦ κόσμου τούτου.
Περὶ τοῦ ἀββᾶ Καρίωνος.
αʹ. Εἶπεν ὁ ἀββᾶς Καρίων, ὅτι Πολλοὺς κόπους ἐποίησα, πλέον τοῦ υἱοῦ μου Ζαχαρίου, καὶ οὐκ ἔφθασα εἰς τὰ μέτρα αὐτοῦ, ἐν τῇ ταπεινώσει καὶ ἐν τῇ σιωπῇ αὐτοῦ.
βʹ. Γέγονέ τις ἐν τῇ Σκήτει μοναχὸς, ἀββᾶς Καρίων λεγόμενος. Οὗτος ἐσχηκὼς δύο τέκνα, ἐάσας αὐτὰ τῇ ἰδίᾳ γυναικὶ, ἀνεχώρησε. Μετὰ δὲ καιρὸν, λιμοῦ γενομένου ἐν τῇ Αἰγύπτῳ, στενωθεῖσα ἡ γυνὴ αὐτοῦ, ἦλθεν ἐν τῇ Σκήτει φέρουσα τὰ δύο παιδία μεθ' ἑαυτῆς (ἦν δὲ τὸ ἓν ἀῤῥενικὸν λεγόμενον Ζαχαρίας, καὶ τὸ ἓν θηλυκὸν), καὶ καθίσασα πόῤῥωθεν τοῦ γέροντος ἐν τῷ ἕλει· ἕλος γὰρ παράκειται ἐν τῇ Σκήτει, ἔνθα καὶ αἱ ἐκκλησίαι ᾠκοδόμηνται, καὶ αἱ πηγαὶ τῶν ὑδάτων εἰσί. Συνήθεια δὲ τοιαύτη ἦν ἐν τῇ Σκήτει, ἵνα ἔλθῃ γυνὴ, λαλῆσαι ἀδελφῷ αὐτῆς, ἢ ἄλλῳ διαφέροντι αὐτῇ, ἀπὸ μακρόθεν καθεζομένων αὐτῶν ἀπ' ἀλλήλων ὁμιλῶσιν ἀλλήλοις. Τότε λέγει ἡ γυνὴ τῷ ἀββᾷ Καρίωνι· Ἰδοὺ γέγονας μοναχὸς, καὶ λιμός ἐστι· τίς οὖν τρέφει τὰ τέκνα σου; Λέγει αὐτῇ ὁ ἀββᾶς Καρίων· Καὶ ἀπόστειλόν μοι αὐτὰ ὧδε. Λέγει ἡ γυνὴ τοῖς τέκνοις· Ἀπέλθετε πρὸς τὸν πατέρα ὑμῶν. Ἐρχομένων οὖν αὐτῶν πρὸς τὸν πατέρα αὐτῶν, τὸ θηλυκὸν ὑπέστρεψε πρὸς τὴν μητέρα αὐτοῦ, τὸ δὲ ἀῤῥενικὸν ἦλθε πρὸς τὸν ἴδιον πατέρα. Τότε λέγει αὐτῇ· Ἰδοὺ καλῶς ἐγένετο· λάβε σὺ τὸ θηλυκὸν καὶ ἄπελθε, κἀγὼ τὸ ἀῤῥενικόν. Ἀνέτρεφεν οὖν αὐτὸ ἐν τῇ Σκήτει, πάντων εἰδότων ὅτι τέκνον αὐτοῦ ἐστιν. Ὡς δὲ ἡλικίας γέγονε, γογγυσμὸς ἐγένετο ἐν τῇ ἀδελφότητι περὶ αὐτοῦ. Καὶ ἀκούσας ὁ ἀββᾶς Καρίων, λέγει τῷ τέκνῳ αὐτοῦ· Ζαχαρία, ἔγειρε, ἄγωμεν ἐντεῦθεν, ὅτι γογγύζουσιν οἱ Πατέρες. Λέγει αὐτῷ ὁ μικρός· Ἀββᾶ, πάντες οἴδασιν ἐνταῦθα ὅτι υἱός σού εἰμι· ἐὰν δὲ ἄλλῃ ἀπέλθωμεν, οὐκ ἔχουσι λέγειν ὅτι υἱός σού εἰμι. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ἔγειρε, ἄγωμεν ἐντεῦθεν. Καὶ ἀπῆλθον ἐν τῇ Θηβαΐδι. Ὡς δὲ λαβόντες κελλίον ἐκάθισαν ὀλίγας ἡμέρας, κἀκεῖ ὁ αὐτὸς γογγυσμὸς γέγονε περὶ τοῦ παιδίου. Τότε λέγει αὐτῷ ὁ
110
πατὴρ αὐτοῦ· Ζαχαρία, ἔγειρε, ἄγωμεν ἐν τῇ Σκήτει. Καὶ ἐλθόντων αὐτῶν ἐν τῇ Σκήτει, καὶ ὀλίγων ἡμερῶν παρελθουσῶν, πάλιν γογγυσμὸς ἐγένετο περὶ αὐτοῦ. Τότε Ζαχαρίας ὁ παῖς, ἐλθὼν εἰς τὴν λίμνην τοῦ νίτρου, καὶ ἀποδυσάμενος, κατῆλθε κάτω μέχρι τῆς ῥινὸς αὐτοῦ καταβαπτίσας ἑαυτόν· καὶ μείνας ἐπὶ πολλὴν ὥραν, ὅσην ἠδύνατο, ἠφάνισε τὸ ἑαυτοῦ σῶμα· γέγονε γὰρ ὡς λελωβημένος. Καὶ ἀνελθὼν ἐφόρεσε τὰ ἱμάτια αὐτοῦ, καὶ ἀπῆλθε πρὸς τὸν ἴδιον πατέρα· καὶ μόλις ἐπέγνω αὐτόν. Ἀπελθόντος δὲ αὐτοῦ εἰς τὴν ἁγίαν κοινωνίαν κατὰ τὸ ἔθος, ἀπεκαλύφθη τῷ ἁγίῳ Ἰσιδώρῳ τῷ πρεσβυτέρῳ τῆς Σκήτεως, ὅπερ ἐποίησε· καὶ ἰδὼν αὐτὸν καὶ θαυμάσας, εἶπε· Ζαχαρίας ὁ παῖς τῇ Κυριακῇ παρελθούσῃ ἦλθε καὶ ἐκοινώνησεν ὡς ἄνθρωπος, νῦν δὲ ὡς ἄγγελος ἐγένετο.
Περὶ τοῦ ἀββᾶ Κόπρι.
αʹ. Ἔλεγεν ὁ ἀββᾶς Ποιμὴν διὰ τὸν ἀββᾶν Κόπριν, ὅτι εἰς τοσοῦτον ἦλθε μέτρον, ὅτι ἠσθένει καὶ κλινήρης ἦν, καὶ εὐχαρίστει, καὶ ἐκώλυε τὸ ἴδιον θέλημα.
βʹ. Εἶπεν ὁ ἀββᾶς Κόπρις· Μακάριος ὁ ὑπομένων κόπον μετ' εὐχαριστίας.
γʹ. Συνήχθησάν ποτε οἱ ἐν τῇ Σκήτει περὶ τοῦ Μελχισεδὲκ, καὶ ἐπελάθοντο καλέσαι τὸν ἀββᾶν Κόπριν· ὕστερον δὲ καλέσαντες αὐτὸν, ἠρώτων περὶ τούτου. Ὁ δὲ, τύψας τὸ στόμα αὐτοῦ ἐπὶ τρεῖς, εἶπεν· Οὐαί σοι, Κόπρι! ὅτι ἃ ὁ Θεὸς ἐνετείλατό σοι ποιῆσαι ἐγκατέλειπες, καὶ ἃ οὐ ζητεῖ παρὰ σοῦ ἐρευνᾷς. Καὶ ἀκούσαντες οἱ ἀδελφοὶ ταῦτα, ἔφυγον εἰς τὰ κελλία αὐτῶν.
Περὶ τοῦ ἀββᾶ Κύρου.
Πρὸς τὸν λογισμὸν τῆς πορνείας, ἐπερωτηθεὶς ὁ ἀββᾶς Κῦρος ὁ Ἀλεξανδρεὺς, ἀπεκρίνατο οὕτως· Ἐὰν λογισμὸν οὐκ ἔχῃς, ἐλπίδα οὐκ ἔχεις· ἐὰν λογισμοὺς οὐκ ἔχῃς, πρᾶξιν ἔχεις. Τοῦτο δέ ἐστιν, ὅτι ὁ κατὰ διάνοιαν πρὸς τὴν ἁμαρτίαν μὴ πολεμῶν, μηδὲ ἀντιλέγων, σωματικῶς πράττει αὐτήν. Ὁ γὰρ ἔχων πράξεις διὰ λογισμῶν οὐκ ὀχλεῖται. Ἠρώτησε δὲ ὁ γέρων τὸν ἀδελφὸν, λέγων· Μὴ συνήθειαν
111
ἔχεις εἰς ὁμιλίαν γυναικός; Καὶ εἶπεν ὁ ἀδελφός· Οὔ· παλαιοὶ καὶ νέοι ζωγράφοι εἰσὶν οἱ λογισμοί μου· μνῆμαί εἰσιν ὀχλοῦσαί μοι, καὶ γυναικῶν εἴδωλα. Ὁ δὲ γέρων πρὸς αὐτόν· Νεκροὺς μὴ φοβοῦ· ἀλλὰ τοὺς ζῶντας φεῦγε, καὶ ἐπεκτείνου μᾶλλον εἰς προσευχήν.
Ἀρχὴ τοῦ Λ στοιχείου.
Περὶ τοῦ ἀββᾶ Λουκίου.
Παρέβαλόν ποτέ τινες τῷ ἀββᾷ Λουκίῳ εἰς τὸ Ἔνατον, οἱ λεγόμενοι Εὐκτῖται, μοναχοί· καὶ ἠρώτησεν αὐτοὺς ὁ γέρων· Τί τὸ ἐργόχειρον ὑμῶν; Οἱ δὲ εἶπον· Ἡμεῖς οὐ ψηλαφῶμεν ἐργόχειρον· ἀλλὰ, καθὼς λέγει ὁ Ἀπόστολος, ἀδιαλείπτως προσευχόμεθα. Καὶ λέγει ὁ γέρων· Οὐκ ἐσθίετε; Καὶ εἶπον· Ναί. Καὶ λέγει αὐτοῖς· Ὅτε οὖν ἐσθίετε, τίς εὔχεται ὑπὲρ ὑμῶν; Πάλιν οὖν εἶπεν αὐτοῖς· Οὐ κοιμᾶσθε; Καὶ εἶπον· Ναί. Καὶ λέγει ὁ γέρων· Ὅτε οὖν κοιμᾶσθε, τίς εὔχεται περὶ ὑμῶν; Καὶ οὐχ εὗρον πρὸς ταῦτα ἀποκρίνασθαι αὐτῷ. Καὶ εἶπεν αὐτοῖς· Συγχωρήσατέ μοι, ἰδοὺ οὐ ποιεῖτε καθὼς λέγετε. Ἐγὼ δὲ δεικνύω ὑμῖν, ὅτι ἐργαζόμενος τὸ ἐργόχειρόν μου ἀδιαλείπτως προσεύχομαι. Καθέζομαι σὺν Θεῷ βρέξας τὰ μικρά μου θαλλία· καὶ πλέκων αὐτὰ σειρὰν, λέγω· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου, καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. Καὶ λέγει αὐτοῖς· Οὐκ ἔστιν εὐχὴ τοῦτο; Καὶ εἶπον· Ναί. Καὶ εἶπεν αὐτοῖς· Ὅταν οὖν ἐμμείνω δι' ὅλης ἡμέρας ἐργαζόμενος καὶ εὐχόμενος, ποιῶ πλεῖον ἢ ἔλαττον δεκαὲξ νουμία· καὶ παρέχω ἐξ αὐτῶν εἰς τὴν θύραν δύο, καὶ τὰ λοιπὰ ἐσθίω· καὶ εὔχεται ὑπὲρ ἐμοῦ ὁ λαβὼν τὰ δύο νουμία ὅτε ἐσθίω ἢ ὅτε κοιμῶμαι· καὶ διὰ τῆς χάριτος τοῦ Θεοῦ πληροῦταί μοι τὸ ἀδιαλείπτως προσεύχεσθαι.
Περὶ τοῦ ἀββᾶ Λώτ.
αʹ. Ἦλθέ τις τῶν γερόντων πρὸς τὸν ἀββᾶν Λὼτ, πρὸς τὸ μικρὸν ἕλος τοῦ Ἀρσενοΐτου, καὶ παρεκάλεσεν αὐτὸν διὰ κελλίον, καὶ ἔδωκεν αὐτῷ. Ἦν δὲ ὁ γέρων ἀσθενής· καὶ
112
ἀνέπαυσεν αὐτὸν ὁ ἀββᾶς Λώτ· καὶ εἰ ἤρχοντό τινες παραβαλεῖν τῷ ἀββᾷ Λὼτ, ἐποίει αὐτοὺς παραβαλεῖν καὶ τῷ γέροντι τῷ ἀσθενεῖ. Καὶ ἤρξατο λαλεῖν αὐτοῖς λόγους τοῦ Ὠριγένους· καὶ ἐθλίβετο ὁ ἀββᾶς Λὼτ, λέγων· Μὴ καὶ νομίσωσιν οἱ Πατέρες, ὅτι καὶ ἡμεῖς οὕτως ἐσμέν· καὶ ἐκβαλεῖν αὐτὸν ἐκ τοῦ τόπου ἐφοβεῖτο διὰ τὴν ἐντολήν. Καὶ ἀναστὰς ὁ ἀββᾶς Λὼτ, ἦλθε πρὸς τὸν ἀββᾶν Ἀρσένιον, καὶ διηγήσατο αὐτῷ περὶ τοῦ γέροντος. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Ἀρσένιος· Μὴ διώξῃς αὐτὸν, ἀλλ' εἰπὲ αὐτῷ· Ἰδοὺ ἐκ τῶν τοῦ Θεοῦ φάγε, πίε, ὡς θέλεις, μόνον τὸν λόγον τοῦτον μὴ λαλήσῃς· καὶ ἐὰν θέλῃ, διορθοῦται· εἰ δὲ μὴ θέλῃ διορθώσασθαι, ἀφ' ἑαυτοῦ μέλλει παρακαλεῖν τοῦ ἀναχωρῆσαι ἐκ τοῦ τόπου· καὶ οὐκ ἀπὸ σοῦ γίνεται ἡ ἀφορμή. Ἀπελθὼν οὖν ὁ ἀββᾶς Λὼτ ἐποίησεν οὕτως. Καὶ ὁ γέρων ὡς ἤκουσε ταῦτα, οὐκ ἤθελε διορθώσασθαι· ἀλλ' ἔβαλε παρακαλεῖν λέγων· Διὰ τὸν Κύριον πέμψατέ με ἐντεῦθεν, ὅτι οὐκ ἔτι δύναμαι βαστάξαι τὴν ἔρημον. Καὶ οὕτως ἀναστὰς ἐξῆλθε, προπεμπόμενος μετὰ ἀγάπης.
βʹ. Διηγήσατό τις περί τινος ἀδελφοῦ ἐμπεσόντος εἰς ἁμαρτίαν, ὅτι παραβάλλων τῷ ἀββᾷ Λὼτ, ἐταράσσετο εἰσερχόμενος καὶ ἐξερχόμενος, μὴ δυνάμενος καθίσαι. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Λώτ· Τί ἔχεις, ἀδελφέ; Ὁ δὲ εἶπεν· Ἁμαρτίαν μεγάλην ἐποίησα, καὶ οὐ δύναμαι ἐξειπεῖν τοῖς Πατράσι. Λέγει ὁ γέρων· Ὁμολόγησόν μοι αὐτὴν, κἀγὼ βαστάζω αὐτήν. Τότε εἶπεν αὐτῷ· Εἰς πορνείαν ἔπεσον, καὶ ἔθυσα τοῦ τυχεῖν τοῦ πράγματος. Καὶ λέγει αὐτῷ ὁ γέρων· Θάρσει ὅτι ἔστι μετάνοια· ὕπαγε, κάθου εἰς τὸ σπήλαιον, καὶ νήστευσον δύο δύο, κἀγὼ βαστάζω μετὰ σοῦ τὸ ἥμισυ τῆς ἁμαρτίας. Πληρωθεισῶν οὖν τῶν τριῶν ἑβδομάδων, ἐπληροφορήθη ὁ γέρων ὅτι ἐδέξατο ὁ Θεὸς τὴν μετάνοιαν τοῦ ἀδελφοῦ. Καὶ ἔμεινεν ὑποτασσόμενος τῷ γέροντι ἕως τοῦ θανάτου αὐτοῦ.
Περὶ τοῦ ἀββᾶ Λογγίνου.
αʹ. Ἠρώτησεν ὁ ἀββᾶς Λογγῖνος τὸν ἀββᾶν Λούκιόν ποτε τρεῖς λογισμοὺς λέγων· Θέλω ξενιτεῦσαι. Λέγει αὐτῷ ὁ γέρων· Ἐὰν μὴ κρατήσῃς τῆς γλώσσης σου, οὐκ εἶ ξένος,
113
ὅπου ἐὰν ἀπέλθῃς. Καὶ ὧδε οὖν κράτησον τῆς γλώσσης σου, καὶ ξένος εἶ. Λέγει αὐτῷ πάλιν· Θέλω νηστεῦσαι. Ἀπεκρίθη ὁ γέρων· Εἶπεν Ἡσαΐας ὁ προφήτης· Ἐὰν κάμψῃς ὡς κλοιὸν καὶ κρίκον τὸν τράχηλόν σου, οὐδὲ οὕτως κληθήσεται νηστεία δεκτή· ἀλλὰ μᾶλλον κράτησον τῶν πονηρῶν λογισμῶν. Λέγει αὐτῷ τὸ τρίτον· Θέλω φυγεῖν τοὺς ἀνθρώπους. Ἀπεκρίθη ὁ γέρων· Ἐὰν μὴ πρῶτον κατορθώσῃς μετὰ τῶν ἀνθρώπων, οὐδὲ καταμόνας δύνασαι κατορθῶσαι.
βʹ. Εἶπεν ὁ ἀββᾶς Λογγῖνος· Ἅπαξ κακωθεὶς λέγε, Καὶ κακώθητι, καὶ ἀπόθανον· ἐὰν δὲ ἀπαιτήσῃς με παρὰ καιρὸν φαγεῖν οὐδὲ τὴν καθημερινήν σοι τροφὴν προσφέρω.
γʹ. Γυνή τις ἔχουσα πάθος κατὰ τοῦ μασθοῦ αὐτῆς, τὸ λεγόμενον καρκίνον, ἀκούσασα περὶ τοῦ ἀββᾶ Λογγίνου, ἐζήτησε συντυχεῖν αὐτῷ. Ἐκάθητο οὖν οὗτος ἐν τῷ ἐνάτῳ σημείῳ Ἀλεξανδρείας. Ἐπιζητούσης δὲ τῆς γυναικὸς, συνέβη τὸν μακάριον ἐκεῖνον συλλέγειν ξύλα παρὰ τὴν θάλασσαν. Καὶ εὑροῦσα αὐτὸν, λέγει αὐτῷ· Ἀββᾶ, ποῦ μένει ὁ ἀββᾶς Λογγῖνος ὁ δοῦλος τοῦ Θεοῦ; μὴ εἰδυῖα ὅτι αὐτός ἐστιν. Ὁ δέ φησι· Τί θέλεις τὸν ἐπιθέτην ἐκεῖνον; μὴ ἀπέλθῃς πρὸς αὐτόν· ἐπιθέτης γάρ ἐστι. Τί δέ ἐστιν ὃ ἔχεις; Ἡ δὲ γυνὴ ἔδειξε τὸ πάθος. Ὁ δὲ σφραγίσας τὸν τόπον, ἀπέλυσεν αὐτὴν, εἰπών· Ἄπελθε, καὶ ὁ Θεός σε θεραπεύει· Λογγῖνος γὰρ οὐδέν σε δύναται ὠφελῆσαι. Ἀπῆλθε δὲ ἡ γυνὴ πιστεύσασα τῷ λόγῳ, καὶ ἐθεραπεύθη παραχρῆμα. Μετὰ ταῦτα διηγησαμένη τισὶ τὸ πρᾶγμα, καὶ τὰ σημεῖα εἰποῦσα τοῦ γέροντος, μανθάνει ὅτι αὐτός ἐστιν ὁ ἀββᾶς Λογγῖνος.
δʹ. Ἄλλοτε πάλιν φέρουσιν αὐτῷ τινες δαιμονιῶντα. Ὁ δέ φησιν πρὸς αὐτούς· Ἐγώ τι ποιῆσαι ὑμῖν οὐκ ἔχω· ἀλλὰ μᾶλλον ἀπέλθετε πρὸς τὸν ἀββᾶν Ζήνωνα. Εἶτα ὁ ἀββᾶς Ζήνων ἤρξατο ἐπικεῖσθαι τῷ δαίμονι ἐκδιώκων αὐτόν. Καὶ ἤρξατο βοᾷν ὁ δαίμων· Ἄρτι νομίζεις, ἀββᾶ Ζήνων, ὅτι διὰ σὲ ἐξέρχομαι· ἰδοὺ ὁ ἀββᾶς Λογγῖνος ἐκεῖ προσεύχεται, κατ' ἐμοῦ ἐντυγχάνων· καὶ φοβούμενος τὰς εὐχὰς αὐτοῦ ἐξέρχομαι, ἐπεὶ οὐκ ἐδίδουν σοι ἀπόκρισιν.
114
εʹ. Εἶπεν ὁ ἀββᾶς Λογγῖνος τῷ ἀββᾷ Ἀκακίῳ· Ἡ γυνὴ τότε γινώσκει ὅτι συνέλαβεν, ὅταν σταλῇ τὸ αἷμα αὐτῆς. Οὕτως οὖν καὶ ἡ ψυχὴ, τότε γινώσκει ὅτι συνέλαβε Πνεῦμα ἅγιον, ὅταν σταλῇ τὰ ῥέοντα ἀπ' αὐτῆς κάτωθεν πάθη. Ἐν ὅσῳ δὲ ἐνέχεται ἐν αὐτοῖς, πῶς δύναται κενοδοξεῖν ὡς ἀπαθής; Δὸς αἷμα, καὶ λάβε πνεῦμα.
Ἀρχὴ τοῦ Μ στοιχείου.
Περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου.
αʹ. Διηγήσατο περὶ ἑαυτοῦ ὁ ἀββᾶς Μακάριος, λέγων· Ὅτε ἤμην νεώτερος καὶ ἐκαθήμην εἰς κελλίον εἰς Αἴγυπτον, ἐκράτησάν με καὶ ἐποίησαν κληρικὸν εἰς τὴν κώμην. Καὶ μὴ θέλων καταδέξασθαι, ἔφυγον εἰς ἕτερον τόπον. Καὶ ἦλθε πρὸς μὲ εὐλαβὴς κοσμικὸς, καὶ ἐλάμβανε τὸ ἐργόχειρόν μου, καὶ διηκόνει μοι. Συνέβη δὲ ἀπὸ πειρασμοῦ παρθένον τινὰ εἰς τὴν κώμην ἐκπεσεῖν. Καὶ λαβοῦσα κατὰ γαστρὸς ἠρωτᾶτο τίς εἴη ὁ τοῦτο πεποιηκώς. Ἡ δὲ ἔλεγεν· Ὁ ἀναχωρητής. Καὶ ἐξελθόντες συνέλαβόν με εἰς τὴν κώμην, καὶ ἐκρέμασαν ἐν τῷ τραχήλῳ μου ἠσβολωμένας χύτρας καὶ ὠτία κούφων, καὶ περιεπόμπευσάν με ἐν τῇ κώμῃ κατὰ ἄμφοδον, τύπτοντές με, καὶ λέγοντες· Οὗτος ὁ μοναχὸς ἔφθειρεν ἡμῶν τὴν παρθένον, λάβετε αὐτὸν, λάβετε. Καὶ ἔτυψάν με παρὰ μικρὸν τοῦ ἀποθανεῖν. Ἐλθὼν δέ τις τῶν γερόντων εἶπεν· Ἕως πότε τύπτετε τὸν ξένον μοναχόν; Ὁ δὲ διακονῶν μοι ἠκολούθει ὀπίσω μου αἰδούμενος. Ἦσαν γὰρ ὑβρίζοντες αὐτὸν πολλὰ, καὶ λέγοντες· Ἰδοὺ ὁ ἀναχωρητὴς ὃν σὺ ἐμαρτύρεις, τί ἐποίησε; Καὶ λέγουσιν οἱ γονεῖς αὐτῆς· Οὐκ ἀπολύομεν αὐτὸν, ἕως δῷ ἐγγυητὴν τοῦ τρέφειν αὐτήν. Καὶ εἶπον τῷ διακονητῇ μου· καὶ ἐνηγγυήσατό με. Καὶ ἀπελθὼν εἰς τὸ κελλίον μου, ἔδωκα αὐτῷ ὅσα εἶχον σπυρίδια, λέγων· Πώλησον, καὶ δὸς τῇ γυναικί μου φαγεῖν. Καὶ ἔλεγον τῷ λογισμῷ μου· Μακάριε, ἰδοὺ εὗρες ἑαυτῷ γυναῖκα· χρὴ ἐργάζεσθαι μικρὸν περισσὸν, ἵνα τρέφῃς αὐτήν· καὶ εἰργαζόμην νύκτα καὶ ἡμέραν, καὶ ἔπεμπον αὐτῇ. Καὶ ὅτε ἦλθεν ὁ καιρὸς τῇ ἀθλίᾳ τεκεῖν, ἔμεινεν ἐπὶ πολλὰς ἡμέρας βασανιζομένη, καὶ οὐκ
115
ἔτικτε. Καὶ λέγουσιν αὐτῇ· Τί ἐστι τοῦτο; Ἡ δὲ εἶπεν· Ἐγὼ οἶδα· ὅτι τὸν ἀναχωρητὴν ἐσυκοφάντησα, καὶ ψευσαμένη ᾐτιασάμην· καὶ οὗτος οὐκ ἔχει πρᾶγμα, ἀλλ' ὁ δεῖνα ὁ νεώτερος. Καὶ ἐλθὼν ὁ διακονῶν μοι χαίρων ἔλεγεν, ὅτι οὐκ ἠδυνήθη τεκεῖν ἡ παρθένος ἐκείνη, ἕως οὗ ὡμολόγησε, λέγουσα, ὅτι Οὐκ ἔχει πρᾶγμα ὁ ἀναχωρητὴς, ἀλλ' ἐψευσάμην κατ' αὐτοῦ· καὶ ἰδοὺ πᾶσα ἡ κώμη θέλει ἐλθεῖν ὧδε μετὰ δόξης, καὶ μετανοῆσαί σοι. Ἐγὼ δὲ ἀκούσας ταῦτα, ἵνα μὴ θλίψωσί με οἱ ἄνθρωποι, ἀνέστην καὶ ἔφυγον ὧδε εἰς Σκῆτιν. Αὕτη ἐστὶν ἡ ἀρχὴ τῆς αἰτίας, δι' ἣν ἦλθον ὧδε.
βʹ. Ἦλθέ ποτε Μακάριος ὁ Αἰγύπτιος ἀπὸ Σκήτεως εἰς τὸ ὄρος τῆς Νιτρίας εἰς τὴν προσφορὰν τοῦ ἀββᾶ Παμβώ· καὶ λέγουσιν αὐτῷ οἱ γέροντες· Εἰπὲ ῥῆμα τοῖς ἀδελφοῖς, Πάτερ. Ὁ δὲ εἶπεν· Ἐγὼ οὔπω γέγονα μοναχὸς, ἀλλ' εἶδον μοναχούς. Καθημένῳ γάρ μοί ποτε ἐν τῷ κελλίῳ εἰς Σκῆτιν, ὤχλησάν μοι οἱ λογισμοὶ λέγοντες· Ἄπελθε εἰς τὴν ἔρημον, καὶ ἴδε τί βλέπεις ἐκεῖ. Ἔμεινα δὲ πολεμῶν τῷ λογισμῷ πέντε ἔτη, λέγων, Μήπως ἀπὸ δαιμόνων ἐστίν. Καὶ ὡς ἐπέμενεν ὁ λογισμὸς, ἀπῆλθον εἰς τὴν ἔρημον· καὶ ηὗρον ἐκεῖ λίμνην ὑδάτων, καὶ νῆσον ἐν μέσῳ αὐτῆς· καὶ ἦλθον τὰ κτήνη τῆς ἐρήμου πιεῖν ἐξ αὐτῆς. Καὶ εἶδον ἐν μέσῳ αὐτῶν δύο ἀνθρώπους γυμνούς· καὶ ἐδειλίασε τὸ σῶμά μου· ἐνόμισα γὰρ ὅτι πνεύματά εἰσιν. Αὐτοὶ δέ με ὡς εἶδον δειλιῶντα, ἐλάλησαν πρὸς μέ· Μὴ φοβοῦ· καὶ ἡμεῖς ἄνθρωποί ἐσμεν. Καὶ εἶπον αὐτοῖς· Πόθεν ἐστὲ, καὶ πῶς ἤλθετε εἰς τὴν ἔρημον ταύτην; Καὶ εἶπον· Ἀπὸ κοινοβίου ἐσμέν· καὶ γέγονεν ἡμῖν συμφωνία, καὶ ἐξήλθομεν ὧδε· ἰδοὺ τεσσαράκοντα ἔτη· καὶ ὁ μὲν εἷς Αἰγύπτιος, ὁ δὲ ἕτερος Λιβυκὸς ὑπάρχει. Καὶ ἐπερώτησάν με καὶ αὐτοὶ, λέγοντες· Πῶς ὁ κόσμος; καὶ εἰ ἔρχεται τὸ ὕδωρ κατὰ καιρὸν αὐτοῦ, καὶ εἰ ἔχει ὁ κόσμος τὴν εὐθηνίαν αὐτοῦ; Καὶ εἶπον αὐτοῖς· Ναί. Κἀγὼ αὐτοὺς ἠρώτησα· Πῶς δύναμαι γενέσθαι μοναχός; Καὶ λέγουσί μοι· Ἐὰν μὴ ἀποτάξηταί τις πᾶσι τοῖς τοῦ κόσμου, οὐ δύναται γενέσθαι μοναχός. Καὶ εἶπον αὐτοῖς· Ἐγὼ ἀσθενής εἰμι, καὶ οὐ δύναμαι ὡς ὑμεῖς. Καὶ εἶπόν μοι καὶ αὐτοί· Καὶ ἐὰν οὐ δύνασαι ὡς ἡμεῖς, κάθου εἰς
116
τὸ κελλίον σου, καὶ κλαῦσον τὰς ἁμαρτίας σου. Καὶ ἠρώτησα αὐτούς· Ὅταν γίνηται χειμὼν, οὐ ῥιγᾶτε; καὶ ὅταν γίνηται καῦμα, οὐ καίεται τὰ σώματα; Οἱ δὲ εἶπον· Ὁ Θεὸς ἐποίησεν ἡμῖν τὴν οἰκονομίαν ταύτην· καὶ οὔτε τῷ χειμῶνι ῥιγῶμεν, οὔτε τῷ θέρει τὸ καῦμα ἡμᾶς ἀδικεῖ. Διὰ τοῦτο εἶπον ὑμῖν, ὅτι οὔπω γέγονα μοναχὸς, ἀλλ' εἶδον μοναχούς. Συγχωρήσατέ μοι, ἀδελφοί.
γʹ. Ὁ ἀββᾶς Μακάριος ὅτε ᾤκει ἐν τῇ πανερήμῳ· ἦν δὲ μόνος ἐν αὐτῇ ἀναχωρῶν, παρακάτω δὲ ἄλλη ἔρημος ἦν πλειόνων ἀδελφῶν. Παρετήρει δὲ ὁ γέρων τὴν ὁδόν· καὶ ὁρᾷ τὸν σατανᾶν ἀνερχόμενον ἐν σχήματι ἀνθρώπου, παρελθεῖν δι' αὐτοῦ· ἐφαίνετο δὲ ὡς στιχάριον φορῶν λινοῦν τρωγλωτόν· καὶ κατὰ τρυμαλίαν ἐκρέματο ληκύνθιον. Καὶ λέγει αὐτῷ ὁ γέρων ὁ μέγας· Ποῦ πορεύῃ; Καὶ εἶπεν αὐτῷ· Ἀπέρχομαι ὑπομνῆσαι τοὺς ἀδελφούς. Ὁ δὲ γέρων εἶπε· Καὶ ἵνα τί σοι τὰ ληκύνθια ταῦτα; Καὶ εἶπε· Γεύματα ἀποφέρω τοῖς ἀδελφοῖς. Ὁ δὲ γέρων εἶπε· Καὶ ταῦτα ὅλα; Ἀπεκρίθη· Ναί· ἐὰν μὴ τὸ ἓν ἀρέσῃ τινὶ, φέρω ἄλλο· ἐὰν δὲ μὴ καὶ τοῦτο, διδῶ ἄλλο· πάντως δὲ ἐξ αὐτῶν κἂν ἓν ἀρέσει αὐτῷ. Καὶ ταῦτα εἰπὼν ἀπῆλθεν. Ὁ δὲ γέρων ἔμεινε παρατηρούμενος τὰς ὁδοὺς, ἕως πάλιν ἐκεῖνος ἐπανῆλθε. Καὶ ὡς εἶδεν αὐτὸν ὁ γέρων, λέγει αὐτῷ· Σωθείης. Ὁ δὲ ἀπεκρίθη· Ποῦ ἔνι μοι σωθῆναι; Λέγει αὐτῷ ὁ γέρων· Διατί; Ὁ δὲ λέγει· Ὅτι πάντες ἄγριοί μοι ἐγένοντο, καὶ οὐδείς μου ἀνέχεται. Λέγει αὐτῷ ὁ γέρων· Οὐδένα οὖν φίλον ἔχεις ἐκεῖ; Ὁ δὲ ἀπεκρίθη· Ναὶ, ἕνα μοναχὸν ἔχω ἐκεῖ φίλον, καὶ κἂν αὐτός μοι πείθεται· καὶ ὅτε ὁρᾷ με, στρέφεται ὡς ἀνέμη. Λέγει αὐτῷ ὁ γέρων· Καὶ τίς καλεῖται ὁ ἀδελφός; Ὁ δὲ λέγει· Θεόπεμπτος. Εἰπὼν δὲ ταῦτα ἀπῆλθε. Καὶ ἀναστὰς ὁ ἀββᾶς Μακάριος ἀπέρχεται ἐπὶ τὴν παρακάτω ἔρημον. Καὶ ἀκούσαντες οἱ ἀδελφοὶ, λαβόντες βαΐα ἐξῆλθον εἰς ἀπάντησιν αὐτοῦ. Καὶ λοιπὸν ἕκαστος ηὐτρεπίζετο, νομίζων ὅτι παρ' αὐτῷ ἔμελλε καταλύειν ὁ γέρων. Ὁ δὲ ἐζήτει τίς εἴη ὁ καλούμενος Θεόπεμπτος ἐν τῷ ὄρει. Καὶ εὑρὼν, εἰσῆλθεν εἰς τὸ κελλίον αὐτοῦ. Ὁ δὲ Θεόπεμπτος ὑπεδέξατο αὐτὸν χαίρων. Ὡς δὲ ἤρξατο ἰδιάζειν αὐτὸν, ὁ γέρων λέγει· Πῶς τὰ κατὰ σὲ, ἀδελφέ; Ὁ
117
δὲ εἶπεν· Εὐχαῖς σου, καλῶς. Εἶπε δὲ ὁ γέρων· Μὴ πολεμοῦσί σε οἱ λογισμοί; Ὁ δὲ εἶπε· Τέως καλῶς εἰμι· ᾐδεῖτο γὰρ εἰπεῖν. Λέγει αὐτῷ ὁ γέρων· Ἰδοὺ πόσα ἔτη ἀσκῶ, καὶ τιμῶμαι παρὰ πάντων, καὶ ἐμοὶ τῷ γέροντι ὀχλεῖ τὸ πνεῦμα τῆς πορνείας. Ἀπεκρίθη λέγων καὶ ὁ Θεόπεμπτος· Πίστευε, ἀββᾶ, καὶ ἐμοί. Ὁ δὲ γέρων προεφασίζετο καὶ ἑτέρους λογισμοὺς πολεμεῖν αὐτῷ, ἕως ποιήσει αὐτὸν ὁμολογῆσαι. Εἶτα λέγει αὐτῷ· Πῶς νηστεύεις; Ὁ δὲ λέγει αὐτῷ· Τὴν ἐνάτην. Λέγει αὐτῷ ὁ γέρων· Νήστευε ἕως ὀψὲ, καὶ ἄσκει· καὶ ἀποστήθιζε τοῦ Εὐαγγελίου καὶ τῶν ἄλλων Γραφῶν· καὶ ἐάν σοι ἀναβῇ λογισμὸς, μηδέποτε πρόσχῃς κάτω, ἀλλὰ πάντοτε ἄνω· καὶ εὐθέως σοι ὁ Κύριος βοηθεῖ. Καὶ τυπώσας ὁ γέρων τὸν ἀδελφὸν ἐξῆλθεν εἰς τὴν ἰδίαν ἔρημον. Καὶ παρατηρῶν πάλιν ὁρᾷ ἐκεῖνον τὸν δαίμονα, καὶ λέγει αὐτῷ· Ποῦ πάλιν ἀπέρχῃ; Ὁ δὲ λέγει· Ὑπομνῆσαι τοὺς ἀδελφούς. Καὶ ἀπῆλθεν. Ὡς δὲ πάλιν ἐπανῆλθε, λέγει αὐτῷ ὁ ἅγιος· Πῶς οἱ ἀδελφοί; Ὁ δὲ λέγει· Κακῶς. Ὁ δὲ γέρων λέγει· Διατί; Ὁ δὲ εἶπεν· Ἄγριοί εἰσιν ὅλοι καὶ τὸ μεῖζον κακὸν, ὅτι καὶ ὃν εἶχον φίλον ὑπακούοντά μοι, καὶ αὐτὸς οὐκ οἶδα πόθεν διεστράφη, καὶ οὐδὲ αὐτός μοι πείθεται, ἀλλὰ πάντων ἀγριώτερος ἐγένετο· καὶ ὤμοσα μηκέτι τὰ ἐκεῖ πατῆσαι, εἰ μὴ μετὰ χρόνον. Καὶ οὕτως εἰπὼν ἀπῆλθεν, ἐάσας τὸν γέροντα. Καὶ ὁ ἅγιος εἰσῆλθεν εἰς τὸ κελλίον αὐτοῦ.
δʹ. Παρέβαλεν ὁ ἀββᾶς Μακάριος ὁ μέγας τῷ ἀββᾷ Ἀντωνίῳ, εἰς τὸ ὄρος· καὶ κρούσαντος αὐτοῦ τὴν θύραν, ἐξῆλθε πρὸς αὐτὸν, καὶ εἶπεν αὐτῷ· Σὺ τίς εἶ; ὁ δὲ ἔφη· Ἐγώ εἰμι Μακάριος. Καὶ κλείσας τὴν θύραν εἰσῆλθε καὶ ἀφῆκεν αὐτόν. Καὶ ἰδὼν τὴν ὑπομονὴν αὐτοῦ, ἤνοιξεν αὐτῷ, καὶ χαριεντιζόμενος μετ' αὐτοῦ, ἔλεγεν· Ἀπὸ πολλοῦ χρόνου ἐπεθύμουν σε ἰδεῖν, ἀκούων τὰ περὶ σοῦ. Καὶ φιλοξενήσας αὐτὸν ἀνέπαυσεν· ἦν γὰρ ἀπὸ καμάτου πολλοῦ. Ὀψίας δὲ γενομένης, ἔβρεξεν ἑαυτῷ ὁ ἀββᾶς Ἀντώνιος θαλλία. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· Κέλευσον ἵνα κἀγὼ βρέξω ἐμαυτῷ. Ὁ δὲ εἶπε· Βρέξον. Καὶ ποιήσας δεσμὸν μέγαν, ἔβρεξε. Καὶ καθήμενοι ἀπὸ ὀψὲ, λαλοῦντες περὶ σωτηρίας ψυχῶν ἔπλεκον· καὶ ἡ σειρὰ διὰ τῆς θυρίδος εἰς τὸ
118
σπήλαιον κατέβαινε. Καὶ εἰσελθὼν πρωῒ ὁ μακάριος Ἀντώνιος εἶδε τὸ πλῆθος τῆς σειρᾶς τοῦ ἀββᾶ Μακαρίου, καὶ ἔλεγε· Πολλὴ δύναμις ἐκ τῶν χειρῶν τούτων ἐξέρχεται.
εʹ. Ἔλεγεν ὁ ἀββᾶς Μακάριος περὶ τῆς ἐρημώσεως τῆς Σκήτεως τοῖς ἀδελφοῖς· Ὅταν ἴδητε κελλίον οἰκοδομούμενον ἐγγὺς τοῦ ἕλους, μάθετε ὅτι ἐγγύς ἐστιν ἡ ἐρήμωσις αὐτῆς· ὅταν ἴδητε δένδρα, ἐπὶ θυρῶν ἐστιν· ὅταν δὲ ἴδητε παιδία, ἄρατε τὰ μηλωτάρια ὑμῶν, καὶ ἀναχωρήσατε.
ϛʹ. Ἔλεγε πάλιν, παρηγορῆσαι θέλων τοὺς ἀδελφούς· Ἦλθεν ὧδε παιδίον δαιμονιζόμενον μετὰ τῆς μητρὸς αὐτοῦ, καὶ ἔλεγε τῇ μητρὶ αὐτοῦ· Ἔγειρε, γραῖα, ἄγωμεν ἔνθεν. Ἡ δὲ εἶπεν· Οὐ δύναμαι πεζεῦσαι. Καὶ εἶπεν αὐτῇ τὸ παιδίον· Ἐγώ σε βαστάζω. Καὶ ἐθαύμασα τὴν πονηρίαν τοῦ δαίμονος, πῶς ἠθέλησεν αὐτοὺς φυγαδεῦσαι.
ζʹ. Ἔλεγεν ὁ ἀββᾶς Σισόης· Ὅτε ἤμην εἰς Σκῆτιν μετὰ τοῦ Μακαρίου, ἀνέβημεν θερίσαι μετ' αὐτοῦ ἐπτὰ ὀνόματα· καὶ ἰδοὺ μία χήρα καλαμωμένη ἦν ὀπίσω ἡμῶν, καὶ οὐκ ἐπαύετο κλαίουσα. Ἐφώνησεν οὖν ὁ γέρων τὸν κύριον τοῦ χωρίου, καὶ εἶπεν αὐτῷ· Τί ἔχει ἡ γραῦς αὕτη, ὅτι πάντοτε κλαίει; Λέγει αὐτῷ· Ὅτι ὁ ἀνὴρ αὐτῆς εἶχε παραθήκην τινὸς, καὶ ἀπέθανεν ἄφνω, καὶ οὐκ εἶπε ποῦ ἔθηκεν αὐτήν· καὶ θέλει ὁ κύριος τῆς παραθήκης λαβεῖν αὐτὴν καὶ τὰ τέκνα αὐτῆς εἰς δούλους. Λέγει αὐτῷ ὁ γέρων· Εἰπὲ αὐτῇ ἵνα ἔλθῃ πρὸς ἡμᾶς, ὅπου ἀναπαυόμεθα τὸ καῦμα. Καὶ ἐλθούσης τῆς γυναικὸς, εἶπεν αὐτῇ ὁ γέρων· Τί πάντα οὕτως κλαίεις; Καὶ εἶπεν· Ὁ ἀνήρ μου ἀπέθανε λαβὼν παραθήκην τινὸς, καὶ οὐκ εἶπεν ἀποθνήσκων ποῦ ἔθηκεν αὐτήν. Καὶ εἶπεν ὁ γέρων πρὸς αὐτήν· Δεῦρο, δεῖξόν μοι ποῦ ἔθηκας αὐτόν. Καὶ λαβὼν τοὺς ἀδελφοὺς μεθ' ἑαυτοῦ, ἐξῆλθε σὺν αὐτῇ. Καὶ ἐλθόντων ἐπὶ τὸν τόπον, εἶπεν αὐτῇ ὁ γέρων· Ἀναχώρησον εἰς τὸν οἶκόν σου. Καὶ προσευξαμένων αὐτῶν, ἐφώνησεν ὁ γέρων τὸν νεκρὸν, λέγων· Ὁ δεῖνα, ποῦ ἔθηκας τὴν ἀλλοτρίαν παραθήκην; Ὁ δὲ ἀποκριθεὶς εἶπεν· Εἰς τὸν οἶκόν μου κέκρυπται, ὑπὸ τὸν πόδα τῆς κλίνης. Καὶ λέγει αὐτῷ ὁ γέρων· Κοιμῶ πάλιν ἕως τῆς ἡμέρας τῆς ἀναστάσεως. Ἰδόντες δὲ οἱ ἀδελφοὶ, ἀπὸ τοῦ φόβου ἔπεσον
119
εἰς τοὺς πόδας αὐτοῦ. Καὶ εἶπεν αὐτοῖς ὁ γέρων· Οὐ δι' ἐμὲ γέγονε τοῦτο· οὐδὲν γάρ εἰμι· ἀλλὰ διὰ τὴν χήραν καὶ τὰ ὀρφανὰ ὁ Θεὸς ἐποίησε τὸ πρᾶγμα· τοῦτο δέ ἐστι τὸ μέγα, ὅτι ἀναμάρτητον θέλει ὁ Θεὸς τὴν ψυχήν· καὶ εἴ τι ἂν αἰτήσηται λαμβάνει. Ἐλθὼν δὲ, ἀνήγγειλε τῇ χήρᾳ ποῦ κεῖται ἡ παραθήκη. Ἡ δὲ λαβοῦσα αὐτὴν, ἔδωκε τῷ κυρίῳ αὐτῆς, καὶ ἠλευθέρωσε τὰ τέκνα αὐτῆς. Καὶ πάντες οἱ ἀκούσαντες ἐδόξασαν τὸν Θεόν.
ηʹ. Ἔλεγεν ὁ ἀββᾶς Πέτρος περὶ τοῦ γίου Μακαρίου, ὅτι παραγενόμενός ποτε πρός τινα ἀναχωρητὴν, καὶ εὑρὼν αὐτὸν κακούμενον, ἐπυνθάνετο τί βούλοιτο τραφῆναι, οὐδενὸς ὄντος ἐν τῷ κελλίῳ αὐτοῦ. Καὶ φήσαντος ἐκείνου, Πάστιλον, εἰς τὴν Ἀλεξανδρέων πόλιν οὐκ ὤκνησεν ὁ ἀνδρεῖος παραγενέσθαι, καὶ δοῦναι τῷ κάμνοντι· καὶ τὸ θαυμαστὸν μηδενὶ κατάδηλον γενόμενον.
θʹ. Εἶπε πάλιν, ὅτι ἐν ἀκακίᾳ τοῦ ἀββᾶ Μακαρίου πολιτευομένου πρὸς πάντας τοὺς ἀδελφοὺς, ἔφησαν αὐτῷ τινες· Διατί οὕτως ἑαυτὸν ποιεῖς; Ὁ δὲ εἶπε· Δώδεκα ἔτη ἐδούλευσα τῷ Κυρίῳ μου, ἵνα μοι χαρίσηται τὸ χάρισμα τοῦτο, καὶ πάντες μοι συμβουλεύετε ἀποθέσθαι αὐτό;
ιʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου, ὅτι εἰ εὐκαίρησε μετὰ ἀδελφῶν, ἐτίθει ἑαυτῷ ὅρον, ὅτι Ἐὰν εὑρεθῇ οἶνος, διὰ τοὺς ἀδελφοὺς πίνε, καὶ ἀντὶ ἐνὸς ποτηρίου οἴνου, μίαν ἡμέραν μὴ πίῃς ὕδωρ. Οἱ οὖν ἀδελφοὶ, χάριν ἀναπαύσεως ἐδίδουν αὐτῷ. Ὁ δὲ γέρων μετὰ χαρᾶς ἐλάμβανεν, ἵνα ἑαυτὸν βασανίσῃ. Ὁ δὲ μαθητὴς εἰδὼς τὸ πρᾶγμα, ἔλεγε τοῖς ἀδελφοῖς· Διὰ τὸν Κύριον, μὴ δῶτε αὐτῷ· εἰ δὲ μή γε, εἰς τὸ κελλίον μέλλει ἑαυτὸν δαμάζειν. Καὶ μαθόντες οἱ ἀδελφοὶ, οὐκ ἔτι αὐτῷ παρεῖχον.
ιαʹ. Παρερχόμενός ποτε ἀπὸ τοῦ ἕλους εἰς τὸ κελλίον ἑαυτοῦ ὁ ἀββᾶς Μακάριος, ἐβάσταζε θαλλία, καὶ ἰδοὺ ὑπήντησεν αὐτῷ ὁ διάβολος κατὰ τὴν ὁδὸν μετὰ δρεπάνου· καὶ ὡς ἠθέλησεν αὐτὸν κροῦσαι, οὐκ ἴσχυσε. καὶ λέγει αὐτῷ· Πολλὴ βία ἀπὸ σοῦ, Μακάριε, ὅτι οὐ δύναμαι πρὸς σέ. Ἰδοὺ γὰρ εἴ τι ποιεῖς, κἀγὼ ποιῶ· σὺ νηστεύεις, κἀγώ· ἀγρυπνεῖς, κἀγὼ ὅλως οὐ κοιμῶμαι· ἕν ἐστι μόνον ἐν ᾧ
120
νικᾷς με. Λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· Ποῖον τοῦτο; Ὁ δὲ ἔφη· Ἡ ταπείνωσίς σου· καὶ διὰ τοῦτο οὐ δύναμαι πρὸς σέ.
ιβʹ. Ἠρώτησάν τινες τῶν Πατέρων τὸν ἀββᾶν Μακάριον τὸν Αἰγύπτιον, λέγοντες· Πῶς ὅτε ἐσθίεις καὶ ὅτε νηστεύεις, τὸ σῶμά σου ξηρόν ἐστι; Καὶ λέγει αὐτοῖς ὁ γέρων· Τὸ ξύλον τὸ στρέφον τὰ καιόμενα φρύγανα, δι' ὅλου ἐσθίεται ἐκ τοῦ πυρός. Οὕτως ἐὰν καθαρεύσῃ ἄνθρωπος τὸν νοῦν αὐτοῦ ἐν τῷ φόβῳ τοῦ Θεοῦ, αὐτὸς ὁ φόβος τοῦ Θεοῦ κατεσθίει τὸ σῶμα αὐτοῦ.
ιγʹ. Ἀνέβη ποτὲ ὁ ἀββᾶς Μακάριος ἀπὸ Σκήτεως εἰς Τερενοῦθιν· καὶ εἰσῆλθεν εἰς τὸ ἱερὸν κοιμηθῆναι. Ἦσαν δὲ ἐκεῖ σκηνώματα Ἑλλήνων παλαιά· καὶ λαβὼν ἓν, ὑπέθηκε τῇ ἑαυτοῦ κεφαλῇ, ὡς ἐμβρίμιον. Οἱ οὖν δαίμονες, ὁρῶντες αὐτοῦ τὸ θαρσαλέον, ἐφθόνησαν· καὶ θέλοντες αὐτὸν πτοῆσαι, ἐφώνουν ὡς γυναικὸς ὄνομα, λέγοντες· Ἡ δεῖνα, δεῦρο μεθ' ἡμῶν εἰς τὸ βαλανεῖον. Ὑπήκουσε δὲ ἄλλος δαίμων ὑποκάτωθεν αὐτοῦ ὡς ἐκ τῶν νεκρῶν, λέγων· Ξένον ἔχω ἐπάνω μου, καὶ οὐ δύναμαι ἐλθεῖν. Ὁ δὲ γέρων οὐκ ἐπτοήθη· ἀλλὰ θαῤῥῶν ἔτυπτε τὸ σκήνωμα, λέγων· Ἔγειραι, ὕπαγε εἰς τὸ σκότος, εἰς δύνασαι. Καὶ τοῦτο ἀκούσαντες οἱ δαίμονες, ἐβόησαν φωνῇ μεγάλῃ, λέγοντες· Ἐνίκησας ἡμᾶς. Καὶ ἔφυγον καταισχυνόμενοι.
ιδʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου, ὅτι ἀναβαίνων ἀπὸ Σκήτεως, καὶ βαστάζων σπυρίδας, κοπιάσας ἐκαθέσθη· καὶ ηὔξατο λέγων· Ὁ Θεὸς, σὺ οἶδας ὅτι οὐκ ἰσχύω. Καὶ εὐθέως εὑρέθη ἐπὶ τὸν ποταμόν.
ιεʹ. Ἦν τις ἔχων υἱὸν παραλυτικὸν ἐν Αἰγύπτῳ· καὶ ἤνεγκεν αὐτὸν εἰς τὸ κελλίον τοῦ ἀββᾶ Μακαρίου· καὶ ἀφεὶς αὐτὸν ἐπὶ τὴν θύραν κλαίοντα, ἀνεχώρησε μακράν. Παρακύψας οὖν ὁ γέρων, εἶδε τὸ παιδίον, καὶ λέγει αὐτῷ· Τίς ἤνεγκέ σε ὧδε; Καὶ λέγει· Ὁ πατήρ μου ἔῤῥιψέ με ὧδε, καὶ ἀπῆλθε. Λέγει αὐτῷ ὁ γέρων· Ἀναστὰς κατάλαβε αὐτόν. Καὶ εὐθέως ὑγιάνας, ἀνέστη, καὶ κατέλαβε τὸν πατέρα αὐτοῦ· καὶ οὕτως ἀπῆλθον εἰς τὸν οἶκον αὐτῶν.
ιϛʹ. Ὁ ἀββᾶς Μακάριος ὁ μέγας ἔλεγε τοῖς ἀδελφοῖς ἐν τῇ Σκήτει, ὡς ἀπέλυε τὴν ἐκκλησίαν· Φεύγετε, ἀδελφοί. Καὶ εἶπεν αὐτῷ τις τῶν γερόντων· Ποῦ ἔχομεν φυγεῖν πλέον τῆς
121
ἐρήμου ταύτης; Ὁ δὲ ἐτίθει τὸν δάκτυλον αὐτοῦ εἰς τὸ στόμα, λέγων· Τοῦτο φεύγετε. Καὶ εἰσήρχετο εἰς τὸ κελλίον ἑαυτοῦ, καὶ ἔκλειε τὴν θύραν, καὶ ἐκάθητο.
ιζʹ. Εἶπεν ὁ αὐτὸς ἀββᾶς Μακάριος· Ἐάν τινι ἐπιτιμῶν, εἰς ὀργὴν κινηθῇς, ἴδιον πάθος πληροῖς. Οὐ γὰρ ἵνα ἄλλους σώσῃς, σεαυτὸν ἀπολέσεις.
ιηʹ. Ὁ αὐτὸς ἀββᾶς Μακάριος, ἐν Αἰγύπτῳ ὢν, εὗρεν ἄνθρωπον ἔχοντα κτῆνος καὶ συλοῦντα τὰς χρείας αὐτοῦ· καὶ αὐτὸς ὡς ξένος παραστὰς τῷ συλοῦντι, συνεγέμου τὸ κτῆνος, καὶ μετὰ πολλῆς ἡσυχίας προέπεμπεν αὐτὸν, λέγων, ὅτι Οὐδὲν εἰσηνέγκαμεν εἰς τὸν κόσμον, δῆλον ὅτι οὐδὲ ἐξενεγκεῖν τι δυνάμεθα. Ὁ Κύριος ἔδωκεν· ὡς αὐτὸς ἠθέλησεν, οὕτως καὶ ἐγένετο. Εὐλογητὸς Κύριος ἐπὶ πᾶσιν.
ιθʹ. Ἠρώτησάν τινες τὸν ἀββᾶν Μακάριον, λέγοντες· Πῶς ὀφείλομεν προσεύχεσθαι; Λέγει αὐτοῖς ὁ γέρων· Οὐκ ἔστι χρεία βαττολογεῖν, ἀλλ' κτείνειν τὰς χεῖρας, καὶ λέγειν· Κύριε, ὡς θέλεις καὶ ὡς οἶδας, ἐλέησον. Ἐὰν δὲ ἐπίκειται πόλεμος· Κύριε, βοήθει. Καὶ αὐτὸς οἶδε τὰ συμφέροντα, καὶ ποιεῖ μεθ' ἡμῶν ἔλεος.
κʹ. Εἶπεν ὁ ἀββᾶς Μακάριος· Εἰ γέγονεν ἐν σοὶ ἡ ἐξουδένωσις ὡς ὁ ἔπαινος, καὶ ἡ πενία ὡς ὁ πλοῦτος, καὶ ἡ ἔνδεια ὡς ἡ δαψίλεια, οὐκ ἀποθνήσκεις. Ἀμήχανον γάρ ἐστι τὸν καλῶς πιστεύοντα, καὶ ἐν εὐσεβείᾳ ἐργαζόμενον, ἐμπεσεῖν εἰς ἀκαθαρσίαν παθῶν καὶ δαιμόνων πλάνην.
καʹ. Ἔλεγον, ὅτι ἐσφάλησαν δύο ἀδελφοὶ Σκῆτιν· καὶ ἐχώρισεν αὐτοὺς ὁ ἀββᾶς Μακάριος ὁ πολιτικός· καὶ ἦλθόν τινες, καὶ εἶπον τῷ ἀββᾷ Μακαρίῳ τῷ μεγάλῳ τοῦ Αἰγυπτίῳ. Ὁ δὲ εἶπεν· Οὐκ εἰσὶν οἱ ἀδελφοὶ κεχωρισμένοι, ἀλλὰ Μακάριός ἐστι κεχωρισμένος· ἦν γὰρ ἀγαπῶν αὐτόν. Ἤκουσεν ὁ ἀββᾶς Μακάριος, ὅτι ἐχωρίσθη ὑπὸ τοῦ γέροντος, καὶ ἔφυγεν εἰς τὸ ἕλος. Ἐξῆλθεν οὖν ὁ ἀββᾶς Μακάριος ὁ μέγας, καὶ εὑρίσκει αὐτὸν τιτρωσκόμενον ὑπὸ τῶν κωνώπων, καὶ λέγει αὐτῷ· Σὺ ἐχώρισας τοὺς ἀδελφοὺς, καὶ ἰδοὺ εἶχον ἀναχωρῆσαι εἰς τὴν κώμην. Ἐγὼ δέ σε ἐχώρισα, καὶ σὺ ὡς καλὴ παρθένος εἰς τὸν ἐσώτερον κοιτῶνα ἔφυγες ὧδε. Ἐγὼ δὲ καλέσας τοὺς ἀδελφοὺς, ἔμαθον παρ' αὐτῶν, καὶ εἶπον· Οὐδὲν τούτων γέγονε. Βλέπε
122
οὖν καὶ σὺ, ἀδελφὲ, μὴ ἀπὸ δαιμόνων ἐχλευάσθης (οὐδὲν γὰρ ἑώρακας), ἀλλὰ βάλε μετάνοιαν ὑπὲρ τοῦ σφάλματός σου. Ὁ δὲ εἶπεν· Εἰ θέλεις, δός μοι μετάνοιαν. Ἰδὼν δὲ ὁ γέρων τὴν ταπείνωσιν αὐτοῦ, ἔλεγεν· Ὕπαγε, καὶ νήστευσον τρεῖς ἑβδομάδας, κατὰ ἑβδομάδα ἐσθίων. Αὕτη γὰρ ἦν ἡ ἐργασία αὐτοῦ πάντοτε, τὰς ἑβδομάδας νηστεύειν.
κβʹ. Εἶπεν ὁ ἀββᾶς Μωϋσῆς τῷ ἀββᾷ Μακαρίῳ εἰς Σκῆτιν· Θέλω ἡσυχάσαι, καὶ οὐκ ἀφιοῦσί με οἱ ἀδελφοί. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· Θεωρῶ ὅτι ἡ φύσις σου ἁπαλή ἐστι, καὶ οὐ δύνασαι ἀποστρέψαι ἀδελφόν· ἀλλ' ἐὰν θέλῃς ἡσυχάσαι, ὕπαγε εἰς τὴν ἔρημον ἔσω εἰς τὴν Πέτραν, κἀκεῖ ἡσυχάζεις. Καὶ τοῦτο ἐποίησε, καὶ ἀνεπάη.
κγʹ. Ἀδελφὸς παρέβαλε τῷ ἀββᾷ Μακαρίῳ τῷ Αἰγυπτίῳ, καὶ λέγει αὐτῷ· Ἀββᾶ, εἰπέ μοι ῥῆμα πῶς σωθῶ. Καὶ λέγει ὁ γέρων· Ὕπαγε εἰς τὸ μνη μεῖον, καὶ ὕβρισον τοὺς νεκρούς. Ἀπελθὼν οὖν ὁ ἀδελφὸς, ὕβρισε καὶ ἐλίθασε· καὶ ἐλθὼν ἀπήγγειλε τῷ γέροντι. Καὶ λέγει αὐτῷ· Οὐδέν σοι ἐλάλησαν; Ὁ δὲ ἔφη· Οὐχί. Λέγει αὐτῷ ὁ γέρων· Ὕπαγε πάλιν αὔριον, καὶ δόξασον αὐτούς. Ἀπελθὼν οὖν ὁ ἀδελφὸς, ἐδόξασεν αὐτοὺς, λέγων· Ἀπόστολοι, ἅγιοι, καὶ δίκαιοι. Καὶ ἦλθε πρὸς τὸν γέροντα, καὶ εἶπεν αὐτῷ· Ἐδόξασα. Καὶ λέγει αὐτῷ· Οὐδέν σοι ἀπεκρίθησαν; Ἔφη ὁ ἀδελφός· Οὐχί. Λέγει αὐτῷ ὁ γέρων· Οἶδας πόσα ἠτίμασας αὐτοὺς, καὶ οὐδέν σοι ἀπεκρίθησαν, καὶ πόσα ἐδόξασας αὐτοὺς, καὶ οὐδέν σοι ἐλάλησαν· οὕτως καὶ σὺ, ἐὰν θέλῃς σωθῆναι, γενοῦ νεκρός· μήτε τὴν ἀδικίαν τῶν ἀνθρώπων, μήτε τὴν δόξαν αὐτῶν λογίσῃ, ὡς οἱ νεκροί· καὶ δύνασαι σωθῆναι.
κδʹ. Παρερχόμενός ποτε ὁ ἀββᾶς Μακάριος μετὰ ἀδελφῶν διὰ τῆς Αἰγύπτου, ἤκουσε παιδίου λέγοντος τῇ μητρὶ αὐτοῦ· Ἀμμᾶ, πλούσιός τις ἀγαπᾷ με, καὶ μισῶ αὐτόν· καὶ πτωχὸς μισεῖ με, καὶ ἀγαπῶ αὐτόν. Καὶ ἀκούσας ὁ ἀββᾶς Μακάριος, ἐθαύμασε. Καὶ λέγουσιν αὐτῷ οἱ ἀδελφοί· Τί ἐστι τὸ ῥῆμα τοῦτο, Πάτερ, ὅτι ἐθαύμασας; Καὶ λέγει αὐτοῖς ὁ γέρων· Ἀληθῶς ὁ Κύριος ἡμῶν πλούσιός ἐστι καὶ ἀγαπᾷ ἡμᾶς, καὶ οὐ θέλομεν αὐτοῦ ἀκοῦσαι· ὁ δὲ ἐχθρὸς
123
ἡμῶν διάβολος πτωχός ἐστι καὶ μισεῖ ἡμᾶς, καὶ ἀγαπῶμεν αὐτοῦ τὴν ἀκαθαρσίαν.
κεʹ. Παρεκάλεσεν ὁ ἀββᾶς Ποιμὴν αὐτὸν μετὰ πολλῶν δακρύων, λέγων· Εἰπέ μοι ῥῆμα πῶς σωθῶ. Ἀποκριθεὶς δὲ ὁ γέρων εἶπεν αὐτῷ· Τὸ πρᾶγμα ὃ ζητεῖς, ἀπῆλθε νῦν ἀπὸ τῶν μοναχῶν.
κϛʹ. Παρέβαλέ ποτε ὁ ἀββᾶς Μακάριος τῷ ἀββᾷ Ἀντωνίῳ· καὶ λαλήσας αὐτῷ, ὑπέστρεψεν εἰς Σκῆν. Καὶ ἦλθον οἱ Πατέρες εἰς ἀπάντησιν αὐτοῦ. Καὶ ὡς ἐλάλουν, εἶπεν αὐτοῖς ὁ γέρων· Ἔφην τῷ ἀββᾷ Ἀντωνίῳ, ὡς οὐκ ἔχομεν προσφορὰν ἐν τῷ τόπῳ ἡμῶν. Καὶ ἤρξαντο οἱ Πατέρες λαλεῖν περὶ ἄλλων, καὶ οὐκ ἠρώτησαν ἔτι μαθεῖν τὴν ἀπόκρισιν παρὰ τοῦ γέροντος, οὔτε ὁ γέρων αὐτοῖς εἶπε. Τοῦτο οὖν ἔλεγέ τις τῶν Πατέρων, ὅτι ἐὰν ἴδωσιν οἱ Πατέρες ὅτι λανθάνει τοὺς ἀδελφοὺς τῷ ἐρωτῆσαι περὶ πράγματος ὠφελοῦντος αὐτοὺς, ἀναγκάζουσιν ἑαυτοὺς εἰπεῖν ἀρχὴν τοῦ λόγου· ἐὰν δὲ μὴ ἀναγκασθῶσι παρὰ τῶν ἀδελφῶν, οὐκ ἔτι λαλοῦσι τὸν λόγον· ἵνα μὴ εὑρεθῶσιν ὡς μὴ ἐπερωτώμενοι καὶ λαλοῦντες, καὶ ὡς ἀργολογία εὑρίσκηται.
κζʹ. Ἠρώτησεν ὁ ἀββᾶς Ἡσαΐας τὸν ἀββᾶν Μακάριον, λέγων· Εἰπέ μοι ῥῆμα. Καὶ λέγει αὐτῷ ὁ γέρων· Φεῦγε τοὺς ἀνθρώπους. Λέγει αὐτῷ ὁ ἀββᾶς Ἡσαΐας· Τί ἐστι τὸ φεύγειν τοὺς ἀνθρώπους; Ὁ δὲ γέρων εἶπεν αὐτῷ· Τὸ καθίσαι εἰς τὸ κελλίον σου, καὶ κλαῦσαι τὰς ἁμαρτίας σου.
κηʹ. Ἔλεγεν ὁ ἀββᾶς Παφνούτιος ὁ μαθητὴς τοῦ ἀββᾶ Μακαρίου, ὅτι Παρεκάλεσα τὸν Πατέρα μου, λέγων· Εἰπέ μοι λόγον. Ὁ δὲ ἔφη· Μὴ κακοποιήσῃς τινὰ, μηδὲ κατακρίνῃς τινά. Ταῦτα τήρει, καὶ σώζῃ.
κθʹ. Εἶπεν ὁ ἀββᾶς Μακάριος· Μὴ κοιμηθῇς εἰς κελλίον ἀδελφοῦ ἔχοντος κακὴν φήμην.
λʹ. Παρέβαλόν ποτε τῷ ἀββᾷ Μακαρίῳ ἀδελφοὶ εἰς Σκῆτιν, καὶ οὐχ εὗρον ἐν τῷ κελλίῳ αὐτοῦ οὐδὲν, εἰ μὴ ὕδωρ σαπρόν. Καὶ λέγουσιν αὐτῷ· Ἀββᾶ, δεῦρο ἄνω εἰς τὴν κώμην, καὶ ἀναπαύομέν σε. Λέγει αὐτοῖς ὁ γέρων· Οἴδατε, ἀδελφοὶ, τὸ ἀρτοκοπεῖον τοῦ δεῖνος εἰς τὴν κώμην; Καὶ λέγουσιν αὐτῷ· Ναί. Ἔφη αὐτοῖς ὁ γέρων· Κἀγὼ οἶδα αὐτό.
124
Οἴδατε καὶ τὸ χωρίον τοῦ δεῖνος ὅπου ὁ ποταμὸς κρούει; Λέγουσιν αὐτῷ· Ναί. Λέγει αὐτοῖς ὁ γέρων· Κἀγὼ οἶδα αὐτό. Ὅτε οὖν θέλω, οὐ χρείαν ὑμῶν ἔχω, ἀλλ' ἐμαυτῷ ἀναβάζω.
λαʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου, ὅτι εἰ προσήρχετο αὐτῷ ἀδελφὸς, ὡς ἁγίῳ γέροντι καὶ μεγάλῳ μετὰ φόβου, οὐδὲν ἐλάλει αὐτῷ. Εἰ δὲ ἔλεγεν αὐτῷ τις τῶν ἀδελφῶν ὡς ἐξουθενῶν αὐτόν· Ἀββᾶ, ἆρα ὅταν ἦς καμηλίτης καὶ ἔκλεπτες νίτρον καὶ ἐπώλεις αὐτὸ, οὐκ ἔδερόν σε οἱ τηρηταί; Εἰ ταῦτά τις ἔλεγεν αὐτῷ, ἐλάλει αὐτῷ μετὰ χαρᾶς, εἴ τι αὐτὸν ἠρώτα.
λβʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ μεγάλου, ὅτι γέγονε καθώς ἐστι γεγραμμένον θεὸς ἐπίγειος, ὅτι ὥσπερ ἐστὶν ὁ Θεὸς σκεπάζων τὸν κόσμον, οὕτως γέγονεν ὁ ἀββᾶς Μακάριος σκεπάζων τὰ ἐλαττώματα, ἃ ἔβλεπεν ὡς μὴ βλέπων, καὶ ἃ ἤκουεν ὡς μὴ ἀκούων.
λγʹ. Διηγήσατο ὁ ἀββᾶς Βιτίμιος, ὅτι ἔλεγεν ὁ ἀββᾶς Μακάριος· Καθημένου μού ποτε εἰς Σκῆτιν, κατέβησαν δύο νεώτεροι ξενικοὶ ἐκεῖ· καὶ ὁ μὲν εἷς εἶχε γένειον, ὁ δὲ ἄλλος ἀρχὴν βάλλων γενείου. Καὶ ἦλθον πρὸς μὲ λέγοντες· Ποῦ ἔστιν ἡ κέλλα τοῦ ἀββᾶ Μακαρίου; Κἀγὼ εἶπον· Τί θέλετε αὐτόν; Καὶ λέγουσιν· Ἀκούοντες τὰ περὶ αὐτοῦ καὶ τῆς Σκήτεως, ἤλθομεν ἰδεῖν αὐτόν. Λέγω αὐτοῖς· Ἐγώ εἰμι. Καὶ ἔβαλον μετάνοιαν, λέγοντες· Ὧδε θέλομεν μεῖναι. Ἐγὼ δὲ βλέπων αὐτοὺς τρυφεροὺς καὶ ὡς ἀπὸ πλούτου, λέγω αὐτοῖς· Οὐ δύνασθε καθίσαι ὧδε. Καὶ λέγει ὁ μειζότερος· Ἐὰν μὴ δυνώμεθα καθίσαι ὧδε, ὑπάγομεν ἀλλαχοῦ. Λέγω ἐγὼ τῷ λογισμῷ μου· Διατί διώκω αὐτοὺς, καὶ σκανδαλίζονται; ὁ κόπος ποιεῖ αὐτοὺς δι' ἑαυτῶν φυγεῖν. Καὶ λέγω αὐτοῖς· Δεῦτε, ποιήσατε ἑαυτοῖς κελλίον, εἰ δύνασθε. Καὶ λέγουσι· Δεῖξον ἡμῖν τόπον, καὶ ποιοῦμεν. Ἔδωκε δὲ αὐτοῖς ὁ γέρων πέλεκυν, καὶ ἀναβολίδιν μεστὸν ψωμίων, καὶ ἅλας· ἔδειξε δὲ αὐτοῖς ὁ γέρων καὶ πέτραν σκληρὰν, λέγων· Λατομήσατε ὧδε, καὶ φέρετε αὑτοῖς ξύλα ἐκ τοῦ ἕλους, καὶ στεγάσαντες καθίσατε. Ἐνόμιζον δὲ ἐγὼ, φησὶν, ὅτι μέλλουσι διὰ τὸν κόπον ἀναχωρεῖν. Ἠρώτησαν δέ με, τί ἐργάζωνται ὧδε. Λέγω αὐτοῖς· Τὴν σειράν· καὶ
125
λαμβάνω βαΐα ἐκ τοῦ ἕλους, καὶ δεικνύω αὐτοῖς τὴν ἀρχὴν τῆς σειρᾶς, καὶ πῶς ῥάπτειν δεῖ, καὶ εἶπον· Ποιεῖτε σπυρίδας, καὶ παρέχετε τοῖς φύλαξι καὶ φέρουσιν ὑμῖν ψωμία. Λοιπὸν οὖν ἐγὼ ἀνεχώρησα. Αὐτοὶ δὲ μεθ' ὑπομονῆς πάντα ἐποίησαν, ὅσα εἶπον αὐτοῖς· καὶ οὐ παρέβαλόν μοι ἐπὶ τρία ἔτη. Καὶ ἔμεινα πολεμῶν τοῖς λογισμοὶς, λέγων· Τίς ἄρα ἐστὶν ἡ ἐργασία αὐτῶν, ὅτι οὐκ ἦλθον ἐρωτῆσαι λογισμόν; Οἱ ἀπὸ μήκοθεν ἔρχονται πρὸς μέ· καὶ οὗτοι οἱ ἐγγὺς οὐκ ἦλθον, οὔτε δὲ πρὸς ἄλλους ὑπῆγον· εἰ μὴ μόνον εἰς τὴν ἐκκλησίαν σιωπῶντες, λαβεῖν τὴν προσφοράν. Καὶ ηὐξάμην τῷ Θεῷ νηστεύσας τὴν ἑβδομάδα, ἵνα δείξῃ μοι τὴν ἐργασίαν αὐτῶν. Ἀναστὰς δὲ μετὰ τὴν ἑβδομάδα, ἀπῆλθον πρὸς αὐτοὺς ἰδεῖν πῶς κάθηνται. Καὶ κρούσαντός μου ἀνέῳξαν, καὶ ἠσπάσαντό με σιωπῶντες· καὶ ποιήσας εὐχὴν, ἐκάθισα. Νεύσας δὲ ὁ μείζων τῷ μικροτέρῳ ἐξελθεῖν, ἐκάθισε πλέκειν τὴν σειρὰν, λαλήσας μηδέν· καὶ τῇ ὥρᾳ τῆς ἐνάτης, ἔκρουσε, καὶ ἦλθεν ὁ νεώτερος, καὶ ἐποίησε μικρὸν ἕψημα, καὶ παρέθηκε τράπεζαν, νεύσαντος αὐτῷ τοῦ μειζοτέρου· καὶ ἔθηκεν εἰς αὐτὴν τρεῖς παξαμάδας, καὶ ἔστη σιωπῶν. Ἐγὼ δὲ εἶπον· Ἐγείρεσθε, φάγωμεν. Καὶ ἀναστάντες, ἐφάγομεν· καὶ ἤνεγκε τὸ βαυκάλιον, καὶ ἐπίομεν. Ὡς δὲ ἐγένετο ἑσπέρα, λέγουσί μοι· Ὑπάγεις; Ἐγὼ δὲ εἶπον· Οὐχὶ, ἀλλ' ὧδε κοιμῶμαι. Καὶ ἔθηκάν μοι ψιάθιον παρὰ μέρος, καὶ ἑαυτοῖς εἰς τὴν γωνίαν παρὰ μέρος· καὶ ἦραν τὰς ζώνας αὐτῶν καὶ τοὺς ἀναλάβους, καὶ ἔθηκαν ἑαυτοὺς ὁμοῦ εἰς τὸ ψιάθιον ἔμπροσθέν μου. Ὡς δὲ ἔθηκαν ἑαυτοὺς, ηὐξάμην τῷ Θεῷ, ἵνα μοι ἀποκαλύψῃ τὴν ἐργασίαν αὐτῶν. Καὶ ἠνεῴχθη ἡ στέγη, καὶ ἐγένετο φῶς ὡς ἡμέρα· αὐτοὶ δὲ οὐκ ἐθεώρουν τὸ φῶς. Καὶ ὡς ἐνόμιζον ὅτι κοιμῶμαι, νύσσει ὁ μείζων τὸν μικρότερον εἰς τὴν πλευρὰν, καὶ ἐγείρονται, καὶ ζώνουσιν ἑαυτοὺς, καὶ ἐκτείνουσι τὰς χεῖρας εἰς τὸν οὐρανόν. Καὶ ἐθεώρουν αὐτούς· αὐτοὶ δὲ οὐκ ἐθεώρουν με· καὶ εἶδον τοὺς δαίμονας ἐρχομένους ὥσπερ μυίας ἐπὶ τὸν μικρότερον· καὶ οἱ μὲν ἤρχοντο καθίσαι εἰς τὸ στόμα αὐτοῦ, οἱ δὲ εἰς τοὺς ὀφθαλμοὺς αὐτοῦ. Καὶ εἶδον ἄγγελον Κυρίου κατέχοντα ῥομφαίαν πυρὸς, καὶ περιχαρακοῦντα αὐτὸν καὶ διώκοντα
126
τοὺς δαίμονας ἀπ' αὐτοῦ. Τῷ δὲ μειζοτέρῳ οὐκ ἐδύναντο προσεγγίσαι. Καὶ ὡς περὶ τὴν πρωΐαν ἔθηκαν ἑαυτούς· κἀγὼ ἐποίησα ἐμαυτὸν ὅτι διϋπνίσθην, καὶ αὐτοὶ ὡσαύτως. Εἶπε δέ μοι ὁ μείζων τὸν λόγον τοῦτον μόνον· Θέλεις βάλωμεν τοὺς δώδεκα ψαλμούς; Λέγω· Ναί. Καὶ ψάλλει ὁ μικρότερος πέντε ψαλμοὺς ἀπὸ ἓξ στίχων καὶ ἓν Ἀλληλούϊα Καὶ κατὰ στίχον, ἐξήρχετο λαμπὰς πυρὸς ἐκ τοῦ στόματος αὐτοῦ, καὶ ἀνέβαινεν εἰς τὸν οὐρανόν. Ὡσαύτως καὶ ὁ μείζων, ὅτε ἤνοιγε τὸ στόμα αὐτοῦ ψάλλων, ὡς σχοινίον πυρὸς ἐξήρχετο, καὶ ἔφθανεν ἕως τοῦ οὐρανοῦ. Κἀγὼ εἶπον μικρὸν ἀπὸ στήθους. Καὶ ἐξελθὼν, λέγω· Εὔξασθε περὶ ἐμοῦ. Αὐτοὶ δὲ ἔβαλον μετάνοιαν, σιωπῶντες. Ἔμαθον οὖν ὅτι ὁ μείζων τέλειός ἐστι· τῷ δὲ μικροτέρῳ ἀκμὴν ἐπολέμει ὁ ἐχθρός. Μετὰ δὲ μικρὰς ἡμέρας, ἐκοιμήθη ὁ μείζων ἀδελφὸς, καὶ τῇ τρίτῃ ἡμέρᾳ ὁ μικρότερος. Καὶ ὅτε παρέβαλόν τινες τῶν Πατέρων πρὸς τὸν ἀββᾶν Μακάριον, ἐλάμβανεν αὐτοὺς εἰς τὴν κέλλαν αὐτῶν, λέγων· Δεῦτε, ἴδετε τὸ μαρτύριον τῶν μικρῶν ξένων.
λδʹ. Ἀπέστειλάν ποτε πρὸς τὸν ἀββᾶν Μακάριον ἐν τῇ Σκήτει οἱ γέροντες τοῦ ὄρους, παρακαλοῦντες αὐτόν· καί φασι πρὸς αὐτόν· Ἵνα μὴ σκυλῇ πᾶς ὁ λαὸς πρὸς σὲ, ἀξιοῦμέν σε παραγενέσθαι πρὸς ἡμᾶς, ὅπως θεασώμεθα πρὸ τοῦ σε ἐκδημῆσαι πρὸς Κύριον. Παραγενομένου δὲ αὐτοῦ ἐν τῷ ὄρει, συνήχθη πᾶς ὁ λαὸς πρὸς αὐτόν. Καὶ παρεκάλουν αὐτὸν οἱ γέροντες εἰπεῖν λόγον τοῖς ἀδελφοῖς. Ὁ δὲ ἀκούσας ἔφη· Κλαύσωμεν, ἀδελφοὶ, καὶ καταγαγέτωσαν οἱ ὀφθαλμοὶ ἡμῶν δάκρυα, πρὸ τοῦ ἡμᾶς ἀπελθεῖν, ὅπου τὰ ἡμῶν δάκρυα κατακαύσει τὰ σώματα ἡμῶν. Καὶ ἔκλαυσαν πάντες, καὶ ἔπεσον ἐπὶ πρόσωπον αὐτῶν, καὶ εἶπον· Πάτερ, εὖξαι ὑπὲρ ἡμῶν.
λεʹ. Ἄλλοτε πάλιν, δαίμων ἐπέστη τῷ ἀββᾷ Μακαρίῳ μετὰ μαχαιρίου, θέλων τὸν πόδα αὐτοῦ κόψαι· καὶ διὰ τὴν ταπεινοφροσύνην αὐτοῦ μὴ δυνηθεὶς, λέγει αὐτῷ· Ὅσα ἔχετε, καὶ ἡμεῖς ἔχομεν· μόνῃ τῇ ταπεινοφροσύνῃ διαφέρετε ἡμῶν, καὶ κρατεῖτε.
λϛʹ. Εἶπεν ὁ ἀββᾶς Μακάριος· Ἐὰν μνησθῶμεν τῶν ὑπὸ τῶν ἀνθρώπων ἐπαγομένων ἡμῖν κακῶν, ἀναιροῦμεν τὴν
127
δύναμιν τῆς τοῦ Θεοῦ μνήμης. Ἐὰν δὲ μνησθῶμεν τῶν κακῶν τῶν δαιμόνων, ἐσόμεθα ἄτρωτοι.
λζʹ. Εἶπεν ὁ ἀββᾶς Παφνούτιος ὁ μαθητὴς τοῦ ἀββᾶ Μακαρίου, ὅτι ἔλεγεν ὁ γέρων ὅτι, Ὅτε ἤμην παιδίον, μετὰ τῶν ἄλλων παιδίων ἔβοσκον βοΐδια· καὶ ἀπῆλθον κλέψαι συκίδια. Καὶ ὡς τρέχουσιν, ἔπεσεν ἓν ἐξ αὐτῶν· καὶ λαβὼν ἔφαγον αὐτό· καὶ ὅτε μνημονεύσω αὐτοῦ, κάθημαι κλαίων.
ληʹ. Εἶπεν ὁ ἀββᾶς Μακάριος ὅτι, Περιπατῶν ποτε εἰς τὴν ἕρημον, εὗρον κρανίον εἰς τὸ ἔδαφος νεκροῦ ἐῤῥιμμένον· καὶ σαλεύσας αὐτὸ τῇ βαΐνῃ ῥάβδῳ, ἐλάλησέ μοι τὸ κρανίον. Καὶ λέγω αὐτῷ· Σὺ τίς εἶ; Ἀπεκρίθη μοι τὸ κρανίον· Ἐγὼ ἤμην ἀρχιερεὺς τῶν εἰδώλων, καὶ τῶν μεινάντων Ἑλλήνων ἐν τῷ τόπῳ τούτῳ· σὺ δὲ εἶ Μακάριος ὁ πνευματοφόρος· οἵαν ὥραν σπλαγχνισθῇς τοὺς ἐν τῇ κολάσει, καὶ εὔχῃ περὶ αὐτῶν, παραμυθοῦνται ὀλίγον. Λέγει αὐτῷ ὁ γέρων· Ποία ἐστὶν ἡ παραμυθία, καὶ τίς ἡ κόλασις; Λέγει αὐτῷ· Ὅσον ἀπέχει ὁ οὐρανὸς ἀπὸ τῆς γῆς, τοσοῦτόν ἐστι τὸ πῦρ ὑποκάτωθεν ἡμῶν, ἀπὸ ποδῶν ἕως κεφαλῆς ἑστηκότων ἡμῶν μέσον τοῦ πυρός· καὶ οὐκ ἔστι πρόσωπον πρὸς πρόσωπον θεάσασθαί τινα· ἀλλὰ τὸ πρόσωπον ἐκάστου, πρὸς τὸν ἑτέρου νῶτον κεκόλληται. Ὡς οὖν εὔχῃ ὑπὲρ ἡμῶν, ἐκ μέρους τις θεωρεῖ τὸ πρόσωπον τοῦ ἑτέρου. Αὕτη ἐστὶν ἡ παραμυθία. Καὶ κλαύσας ὁ γέρων εἶπεν· Οὐαὶ τῇ ἡμέρᾳ ἐν ᾗ ἐγεννήθη ὁ ἄνθρωπος. Λέγει αὐτῷ ὁ γέρων· Ἔστιν ἄλλη χείρων βάσανος; Λέγει αὐτῷ τὸ κρανίον· Μειζοτέρα βάσανός ἐστιν ὑποκάτωθεν ἡμῶν. Λέγει αὐτῷ ὁ γέρων· Καὶ τίνες εἰσὶν ἐκεῖ; Λέγει αὐτῷ τὸ κρανίον· Ἡμεῖς ὡς μὴ εἰδότες τὸν Θεὸν, κἂν ὀλίγον ἐλεούμεθα· οἱ δὲ ἐπιγνόντες τὸν Θεὸν, καὶ ἀρνησάμενοι αὐτὸν, ὑποκάτωθεν ἡμῶν εἰσι. Καὶ λαβὼν ὁ γέρων τὸ κρανίον, ἔχωσεν αὐτό.
λθʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ Αἰγυπτίου, ὅτι ἀνέβαινέ ποτε ἐκ τῆς Σκήτεως εἰς τὸ ὄρος τῆς Νιτρίας· καὶ ὡς ἤγγισεν εἰς τὸν τόπον, εἶπε τῷ μαθητῇ αὐτοῦ· Πρόλαβε μικρόν. Καὶ ἐν τῷ προάγειν αὐτὸν, συναντᾷ τινι ἱερεῖ τῶν Ἑλλήνων· καὶ κράξας αὐτῷ ὁ ἀδελφὸς, ἐφώνει λέγων· Αἲ αἲ δαῖμον, ποῦ τρέχεις; Στραφεὶς δὲ ἐκεῖνος, διδοῖ αὐτῷ
128
πληγὰς, καὶ ἀφίει αὐτὸν ἡμιθανῆ. Καὶ ἄρας τὸ ξύλον ἔτρεχε. Καὶ προβάντι ὀλίγον, συναντᾷ αὐτῷ ὁ ἀββᾶς Μακάριος τρέχοντι· καὶ λέγει αὐτῷ· Σωθείης, σωθείης, καματηρέ. Καὶ θαυμάσας ἦλθε πρὸς αὐτὸν, καὶ εἶπεν· Τί καλὸν εἶδες ἐν ἐμοὶ, ὅτι προσηγόρευσάς με; Λέγει αὐτῷ ὁ γέρων· Ὅτι εἶδόν σε κοπιῶντα· καὶ οὐκ οἶδας ὅτι εἰς κενὸν κοπιᾷς. Λέγει αὐτῷ καὶ αὐτός· Κἀγὼ ἐπὶ τῷ ἀσπασμῷ σου κατενύγην· καὶ ἔμαθον ὅτι τοῦ μέρους τοῦ Θεοῦ εἶ. Ἄλλος δὲ κακὸς μοναχὸς ἀπαντήσας μοι, ὕβρισέ με· κἀγὼ ἔδωκα αὐτῷ πληγὰς εἰς θάνατον. Καὶ ἔγνω ὁ γέρων ὅτι ὁ μαθητὴς αὐτοῦ ἐστι. Καὶ κρατήσας τοὺς πόδας αὐτοῦ ὁ ἱερεὺς ἔλεγεν· Οὐκ ἀφῶ σε, ἐὰν μὴ ποιήσῃς με μοναχόν. Καὶ ἦλθον ἐπάνω ὅπου ἦν ὁ μοναχὸς, καὶ ἐβάσταξαν αὐτὸν, καὶ ἤνεγκαν εἰς τὴν ἐκκλησίαν τοῦ ὄρους. Καὶ ἰδόντες τὸν ἱερέα μετ' αὐτοῦ, ἐξέστησαν· καὶ ἐποίησαν αὐτὸν μοναχόν. Καὶ πολλοὶ τῶν Ἑλλήνων ἐγένοντο δι' αὐτὸν Χριστιανοί. Ἔλεγεν οὖν ὁ ἀββᾶς Μακάριος, ὅτι ὁ λόγος ὁ κακὸς, καὶ τοὺς καλοὺς ποιεῖ κακούς· καὶ ὁ καλὸς λόγος, καὶ τοὺς κακοὺς ποιεῖ καλούς.
μʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μακαρίου, ὅτι ἀπόντος αὐτοῦ, εἰσῆλθε λῃστὴς εἰς τὸ κελλίον αὐτοῦ. Παραγενομένου δὲ αὐτοῦ εἰς τὸ κελλίον, εὗρε τὸν λῃστὴν γεμίζοντα τὴν κάμηλον τὰ σκεύη αὐτοῦ. Αὐτὸς δὲ εἰσελθὼν εἰς τὸ κελλίον, ἐλάμβανεν ἀπὸ τῶν σκευῶν, καὶ συνεγέμιζε μετ' αὐτοῦ τὴν κάμηλον. Ὡς οὖν ἐγέμισαν, ἤρξατο ὁ λῃστὴς τύπτειν τὴν κάμηλον, ἵνα ἀναστῇ· καὶ οὐκ ἠγείρετο. Ἰδὼν δὲ ὁ ἀββᾶς Μακάριος ὅτι οὐκ ἐγείρεται, εἰσελθὼν ἐν τῷ κελλίῳ εὗρε μικρὸν σκαλίδιν· καὶ ἐκβαλὼν, ἐπέθηκε τῇ καμήλῳ, λέγων· Ἀδελφὲ, τοῦτο ζητεῖ ἡ κάμηλος. Καὶ κρούσας αὐτὴν ὁ γέρων τῷ ποδὶ, λέγει· Ἀνάστα. Καὶ εὐθέως ἀνέστη, καὶ ἀπῆλθε μικρὸν διὰ τὸν λόγον αὐτοῦ. Καὶ πάλιν ἐκάθισε, καὶ οὐκ ἀνέστη, ἕως ἀπεγέμισαν ὅλα τὰ σκεύη· καὶ οὕτως ἀπῆλθεν.
μαʹ. Ὁ ἀββᾶς Ἀϊὼ ἠρώτησε τὸν ἀββᾶν Μακάριον, λέγων· Εἰπέ μοι ῥῆμα. Λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· Φεῦγε τοὺς ἀνθρώπους· κάθισον εἰς τὸ κελλίον σου, καὶ κλαῦσον τὰς
129
ἁμαρτίας σου· καὶ μὴ ἀγαπήσῃς λαλιὰν ἀνθρώπων· καὶ σώζῃ.
Περὶ τοῦ ἀββᾶ Μωσῆ.
αʹ. Ἐπολεμήθη ποτὲ ὁ ἀββᾶς Μωϋσῆς εἰς πορνείαν πάνυ· καὶ μηκέτι ἰσχύων καθίσαι εἰς τὸ κελλίον, ἀπῆλθε, καὶ ἀνήγγειλε τῷ ἀββᾷ Ἰσιδώρῳ. Καὶ παρεκάλεσεν αὐτὸν ὁ γέρων, ἵνα ὑποστρέψῃ εἰς τὸ κελλίον αὐτοῦ. Καὶ οὐ κατεδέξατο, λέγων ὅτι, Οὐκ ἰσχύω, ἀββᾶ. Καὶ λαβὼν αὐτὸν μεθ' ἑαυτοῦ, ἀνήγαγεν εἰς τὸ δῶμα, καὶ λέγει αὐτῷ· Πρόσχες εἰς δυσμάς. Καὶ προσχὼν, εἶδε πλῆθος δαιμόνων ἀναρίθμητον· καὶ ἦσαν τεταραγμένοι, καὶ θορυβοῦντες τοῦ πολεμεῖν. Λέγει αὐτῷ πάλιν ὁ ἀββᾶς Ἰσίδωρος· Βλέψον καὶ εἰς τὰς ἀνατολάς. Καὶ προσέσχε, καὶ εἶδεν ἀναρίθμητα πλήθη ἁγίων ἀγγέλων δεδοξασμένων. Καὶ εἶπεν ὁ ἀββᾶς Ἰσίδωρος· Ἰδοὺ οὗτοί εἰσιν οἱ ἀποστελλόμενοι τοῖς ἁγίοις παρὰ τοῦ Κυρίου εἰς βοήθειαν. Οἱ δὲ εἰς δυσμὰς, εἰσὶν οἱ πολεμοῦντες αὐτούς. Πλείους οὖν εἰσιν οἱ μεθ' ἡμῶν. Καὶ οὕτως εὐχαριστήσας ὁ ἀββᾶς Μωϋσῆς τῷ Θεῷ, ἔλαβε θάρσος, καὶ ὑπέστρεψε εἰς τὸ κελλίον αὐτοῦ.
βʹ. Ἀδελφός ποτε ἐσφάλη εἰς Σκῆτιν· καὶ γενομένου συνεδρίου, ἀπέστειλαν πρὸς τὸν ἀββᾶν Μωϋσῆν. Ὁ δὲ οὐκ ἤθελεν ἐλθεῖν. Ἀπέστειλεν οὖν πρὸς αὐτὸν ὁ πρεσβύτερος, λέγων· Ἐλθὲ, ὅτι σε ὁ λαὸς περιμένει. Ὁ δὲ ἀναστὰς ἦλθε. Καὶ λαβὼν σπυρίδα τετρημμένην, καὶ γεμίσας ἄμμου, ἐβάστασεν. Οἱ δὲ ἐξελθόντες εἰς ἀπάντησιν αὐτοῦ, λέγουσιν αὐτῷ· Τί ἐστι τοῦτο, Πάτερ; Εἶπε δὲ αὐτοῖς ὁ γέρων· Αἱ ἁμαρτίαι μού εἰσιν ὀπίσω μου καταῤῥέουσαι, καὶ οὐ βλέπω αὐτάς· καὶ ἦλθον ἐγὼ σήμερον, ἁμαρτήματα ἀλλότρια κρῖναι. Οἱ δὲ ἀκούσαντες, οὐδὲν ἐλάλησαν τῷ ἀδελφῷ· ἀλλὰ συνεχώρησαν αὐτῷ.
γʹ. Ἄλλοτε συνεδρίου γενομένου ἐν τῇ Σκήτει, θέλοντες αὐτὸν οἱ Πατέρες δοκιμάσαι, ἐξουδένωσαν αὐτὸν, λέγοντες· Τί καὶ ὁ Αἰθίοψ οὗτος ἔρχεται εἰς τὴν μέσην ἡμῶν; Ὁ δὲ ἀκούσας ἐσιώπησε. Μετὰ δὲ τὸ ἀπολυθῆναι αὐτοὺς, λέγουσιν αὐτῷ· Ἀββᾶ, οὐδὲν ἄρτι ἐταράχθης; Λέγει αὐτοῖς· Ἐταράχθην, ἀλλ' οὐκ ἐλάλησα.
130
δʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μωϋσέως, ὅτι ἐγένετο κληρικὸς, καὶ ἐπέθηκαν αὐτῷ τὴν ἐπωμίδα. Καὶ λέγει αὐτῷ ὁ ἀρχιεπίσκοπος· Ἰδοὺ γέγονας ὁλόλευκος, ἀββᾶ Μωϋσῆ. Λέγει αὐτῷ ὁ γέρων· Ἄρα τὰ ἔξω, κῦρι ὁ Πάπας· ἢ καὶ τὰ ἔσω! Θέλων δὲ ὁ ἀρχιεπίσκοπος δοκιμάσαι αὐτὸν, λέγει τοῖς κληρικοῖς· Ὅταν εἰσέρχηται ὁ ἀββᾶς Μωϋσῆς εἰς τὸ ἱερατεῖον, διώξατε αὐτὸν, καὶ ἀκολουθήσατε αὐτῷ, ἵνα ἀκούσητε τί λέγει. Εἰσῆλθεν οὖν ὁ γέρων· καὶ ἐπετίμησαν αὐτὸν, καὶ ἐδίωξαν, λέγοντες· Ὕπαγε ἔξω, Αἰθίοψ. Ὁ δὲ ἐξελθὼν ἔλεγεν ἑαυτῷ· Καλῶς σοι ἐποίησαν, σποδόδερμε, μελανέ. Μὴ ὢν ἄνθρωπος, τί ἔρχῃ μετὰ ἀνθρώπων;
εʹ. Ἐδόθη ποτὲ εἰς Σκῆτιν ἐντολὴ ὅτι, Νηστεύσατε τὴν ἑβδομάδα ταύτην· καὶ κατ' εὐκαιρίαν, παρέβαλον ἀδελφοὶ ἀπὸ Αἰγύπτου τῷ ἀββᾷ Μωϋσῇ· καὶ ἐποίησεν αὐτοῖς μικρὸν ἕψημα. Καὶ ἰδόντες οἱ γείτονες τὸν καπνὸν, εἶπον τοῖς κληρικοῖς· Ἰδοὺ Μωϋσῆς κατέλυσε τὴν ἐντολὴν, καὶ ἕψημα παρ' ἑαυτῷ ἐποίησεν. Οἱ δὲ εἶπον· Ὅτε ἔρχεται, ἡμεῖς λαλοῦμεν αὐτῷ. Τοῦ δὲ σαββάτου γενομένου, οἱ κληρικοὶ ἰδόντες τὴν μεγάλην πολιτείαν τοῦ ἀββᾶ Μωϋσέως, ἔλεγον αὐτῷ ἔμπροσθεν τοῦ λαοῦ· Ὦ ἀββᾶ Μωϋσῆ, τὴν ἐντολὴν τῶν ἀνθρώπων ἔλυσας, καὶ τὴν τοῦ Θεοῦ ἐφύλαξας.
ϛʹ. Ἀδελφὸς παρέβαλεν εἰς Σκῆτιν πρὸς τὸν ἀββᾶν Μωϋσῆν, αἰτούμενος παρ' αὐτοῦ λόγον. Λέγει αὐτῷ ὁ γέρων· Ὕπαγε, κάθισον εἰς τὸ κελλίον σου· καὶ τὸ κελλίον σου διδάσκει σε πάντα.
ζʹ. Εἶπεν ὁ ἀββᾶς Μωϋσῆς· Ἄνθρωπος φεύγων, ἔοικε σταφυλῇ ὀπῇ· ὁ δὲ ἐν ἀνθρώποις ὢν, ὡς ὄμφαξ ἐστίν.
ηʹ. Ἤκουσέ ποτε ὁ ἄρχων περὶ τοῦ ἀββᾶ Μωϋσέως, καὶ ἀπῆλθεν εἰς Σκῆτιν ἰδεῖν αὐτόν· καὶ ἀνήγγειλάν τινες τῷ γέροντι τὸ πρᾶγμα· καὶ ἀνέστη φυγεῖν εἰς τὸ ἕλος. Καὶ ὑπήντησαν αὐτῷ λέγοντες· Εἰπὲ ἡμῖν, γέρον· ποῦ ἔστιν ἡ κέλλα τοῦ ἀββᾶ Μωϋσέως; Καὶ λέγει αὐτοῖς· Τί θέλετε παρ' αὐτοῦ; ἄνθρωπος σαλός ἐστι. Καὶ ἐλθὼν ὁ ἄρχων εἰς τὴν ἐκκλησίαν, λέγει τοῖς κληρικοῖς· Ἐγὼ ἀκούων τὰ περὶ τοῦ ἀββᾶ Μωϋσέως, κατῆλθον ἰδεῖν αὐτόν· καὶ ἰδοὺ ὑπήντησεν ἡμῖν γέρων ὑπάγων εἰς Αἴγυπτον, καὶ εἴπομεν αὐτῷ· Ποῦ
131
ἔστιν ἡ κέλλα τοῦ ἀββᾶ Μωϋσέως; καὶ λέγει ἡμῖν· Τί θέλετε ἀπ' αὐτοῦ; σαλός ἐστιν. Ἀκούσαντες δὲ οἱ κληρικοὶ, ἐλυπήθησαν, λέγοντες· Ποταπὸς ἦν ὁ γέρων ὁ ταῦτα λαλήσας κατὰ τοῦ ἁγίου; Οἱ δὲ εἶπον· Γέρων, παλαιὰ φορῶν, μακρὸς καὶ μελανός. Οἱ δὲ εἶπον· Αὐτός ἐστιν ὁ ἀββᾶς Μωϋσῆς· καὶ διὰ τὸ μὴ ἀπαντῆσαι αὐτὸν ὑμῖν, ταῦτα εἶπεν ὑμῖν. Πολλὰ δὲ ὠφεληθεὶς ὁ ἄρχων ἀνεχώρησεν.
θʹ. Ἔλεγεν ὁ ἀββᾶς Μωϋσῆς ἐν Σκήτει· Ἐὰν φυλάξωμεν τὰς ἐντολὰς τῶν Πατέρων ἡμῶν, ἐγὼ ἐγγυῶμαι ὑμᾶς πρὸς τὸν Θεὸν, ὅτι βάρβαροι οὐκ ἔρχονται ὧδε. Εἰ δὲ μὴ φυλάξωμεν, ἐρημωθῆναι ἔχει ὁ τόπος οὗτος.
ιʹ. Καθημένων δέ ποτε τῶν ἀδελφῶν πρὸς αὐτὸν, ἔλεγεν αὐτοῖς· Ἰδοὺ βάρβαροι σήμερον εἰς Σκῆτιν ἔρχονται· ἀλλὰ ἀνάστητε καὶ φύγετε. Λέγουσιν αὐτῷ· Σὺ οὖν οὐ φεύγεις, ἀββᾶ; Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐγὼ τοσαῦτα ἔτη προσδοκῶ τὴν ἡμέραν ταύτην· ἵνα πληρωθῇ ὁ λόγος τοῦ Δεσπότου Χριστοῦ, λέγοντος· Πάντες οἱ λαβόντες μάχαιραν, ἐν μαχαίρᾳ ἀποθανοῦνται. Λέγουσιν αὐτῷ· Οὐδὲ ἡμεῖς φεύγομεν, ἀλλὰ μετὰ σοῦ ἀποθνήσκομεν. Ὁ δὲ εἶπεν αὐτοῖς· Ἐγὼ πρᾶγμα οὐκ ἔχω· ἕκαστος βλεπέτω πῶς καθέζεται. Ἦσαν δὲ ἑπτὰ ἀδελφοὶ, καὶ λέγει αὐτοῖς· Ἰδοὺ οἱ βάρβαροι ἐγγίζουσι τῇ θύρᾳ. Καὶ εἰσελθόντες, ἐφόνευσαν αὐτούς. Εἷς δὲ ἐξ αὐτῶν ἔφυγεν ὀπίσω τῆς σειρᾶς· καὶ εἶδεν ἑπτὰ στεφάνους κατελθόντας, καὶ στεφανώσαντας αὐτούς.
ιαʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Μωϋσέα, λέγων· Ὁρῶ ἐνώπιόν μου πρᾶγμα, καὶ οὐ δύναμαι αὐτὸ κατασχεῖν. Λέγει αὐτῷ ὁ γέρων· Ἐὰν μὴ γίνῃ νεκρὸς ὡς οἱ ταφέντες, οὐ δύνασαι αὐτὸ κατασχεῖν.
ιβʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Μωϋσέα, ποίῳ τρόπῳ νεκροῖ ἑαυτὸν ἄνθρωπος ἀπὸ τοῦ πλησίον. Καὶ εἶπεν αὐτῷ ὁ γέρων ὅτι, Ἐὰν μὴ θήσει ἄνθρωπος ἐν τῇ καρδίᾳ αὐτοῦ, ἑαυτὸν ἤδη τριήμερον ἐν μνημείῳ, οὐ φθάνει εἰς τὸν λόγον τοῦτον.
ιγʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μωϋσέως εἰς Σκῆτιν, ὅτι ὡς ἤμελλεν ἐλθεῖν εἰς τὴν Πέτραν, ἐκοπίασεν ὁδεύων· καὶ ἔλεγεν ἐν ἑαυτῷ· Πῶς δύναμαι τὸ ὕδωρ μου συναγαγεῖν ὧδε; Καὶ ἦλθεν αὐτῷ φωνὴ λέγουσα· Εἴσελθε, καὶ μηδὲν
132
φροντίσῃς. Εἰσῆλθεν οὖν. Καὶ παρέβαλον αὐτῷ τινες τῶν Πατέρων, καὶ οὐκ εἶχεν εἰ μὴ ἓν μόνον λαγύνιον ὕδατος· καὶ ποιοῦντος αὐτοῦ μικρὸν φακὸν, ἀνηλώθη. Ὁ δὲ γέρων ἐθλίβετο. Εἰσερχόμενος οὖν καὶ ἐξερχόμενος, ηὔχετο τῷ Θεῷ. Καὶ ἰδοὺ νεφέλη βροχῆς ἦλθε κατ' αὐτῆς τῆς Πέτρας· καὶ ἐγέμισεν ὅλα τὰ ἀγγεῖα αὐτοῦ. Καὶ λέγουσι μετὰ ταῦτα τῷ γέροντι· Εἰπὲ ἡμῖν, τί εἰσήρχου καὶ ἐξήρχου. Καὶ λέγει αὐτοῖς ὁ γέρων· Δίκην ἐποίουν μετὰ τοῦ Θεοῦ ὅτι, Ἤνεγκάς με ὧδε, καὶ ἰδοὺ ὕδωρ οὐκ ἔχω ἵνα πίωσιν οἱ δοῦλοί σου. Διὰ τοῦτο εἰσηρχόμην καὶ ἐξηρχόμην παρακαλῶν τὸν Θεὸν, ἕως οὗ ἔπεμψεν ἡμῖν.
ιδʹ. Εἶπεν ὁ ἀββᾶς Μωϋσῆς, ὅτι ὀφείλει ἄνθρωπος ἀποθανεῖν ἀπὸ τοῦ ἑταίρου αὐτοῦ, τοῦ μὴ κρίνειν αὐτὸν ἔν τινι.
ιεʹ. Πάλιν εἶπεν ὅτι, Ὀφείλει ἄνθρωπος νεκρῶσαι ἑαυτὸν ἀπὸ παντὸς πονηροῦ πράγματος, πρὸ τοῦ ἐξελθεῖν ἀπὸ τοῦ σώματος, τοῦ μὴ κακῶσαί τινα ἄνθρωπον.
ιϛʹ. Εἶπε πάλιν· Ἐὰν μὴ ἄνθρωπος ἔχῃ ἐν τῇ καρδίᾳ αὐτοῦ ὅτι ἁμαρτωλός ἐστιν, ὁ Θεὸς οὐκ εἰσακούει αὐτοῦ. Καὶ εἶπεν ὁ ἀδελφός· Τί ἐστιν, ἔχει ἐν τῇ καρδίᾳ ὅτι ἁμαρτωλός ἐστιν; Καὶ εἶπεν ὁ γέρων ὅτι, Εἴ τις βαστάζει τὰς ἁμαρτίας αὐτοῦ, οὐ βλέπει τὰς τοῦ πλησίον αὐτοῦ.
ιζʹ. Εἶπε πάλιν· Ἐὰν μὴ συμφωνήσῃ ἡ πρᾶξις μετὰ τῆς εὐχῆς, εἰς μάτην κοπιᾷ. Καὶ εἶπεν ὁ ἀδελφός· Τί ἐστι, συμφώνησις πράξεως μετὰ εὐχῆς; Καὶ εἶπεν ὁ γέρων· Ἵνα ὑπὲρ ὧν εὐχόμεθα, μηκέτι ποιῶμεν αὐτά. Ὅταν γὰρ ἄνθρωπος ἀφῇ τὰ θελήματα αὐτοῦ, τότε καταλλάσσεται αὐτῷ ὁ Θεὸς, καὶ δέχεται τὴν εὐχὴν αὐτοῦ.
ιηʹ. Ἠρώτησεν ὁ ἀδελφὸς ὅτι, Ἐν παντὶ κόπῳ τοῦ ἀνθρώπου, τί ἐστι τὸ βοηθοῦν αὐτῷ; Καὶ λέγει ὁ γέρων· Ὁ Θεός ἐστιν ὁ βοηθῶν. Γέγραπται γάρ· Ὁ Θεὸς ἡμῶν καταφυγὴ καὶ δύναμις, βοηθὸς ἐν θλίψεσι ταῖς εὑρούσαις ἡμᾶς σφόδρα. Εἶπεν ὁ ἀδελφός· Αἱ νηστεῖαι καὶ ἀγρυπνίαι ἃς ποιεῖ ἄνθρωπος, τί γίνονται; Λέγει αὐτῷ ὁ γέρων· Αὗται ποιοῦσι τὴν ψυχὴν ταπεινωθῆναι. Γέγραπται γάρ· Ἰδὲ τὴν ταπείνωσίν μου καὶ τὸν κόπον μου, καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Ἐὰν ἡ ψυχὴ ποιήσῃ τοὺς καρποὺς τούτους,
133
σπλαγχνίζεται ὁ Θεὸς ἐπ' αὐτῇ δι' αὐτῶν. Λέγει ὁ ἀδελφὸς τῷ γέροντι· Τί ποιήσει ἄνθρωπος ἐν παντὶ πειρασμῷ ἐπερχομένῳ ἐπάνω αὐτοῦ, ἢ ἐν παντὶ λογισμῷ τοῦ ἐχθροῦ; Λέγει αὐτῷ ὁ γέρων· Κλαίειν ὀφείλει ἐνώπιον τῆς ἀγαθότητος τοῦ Θεοῦ, ἵνα βοηθήσῃ αὐτῷ· καὶ ἀναπαύεται ταχέως, ἐὰν παρακαλῇ ἐν γνώσει· γέγραπται γάρ· Κύριος ἐμοὶ βοηθὸς, καὶ οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Ἠρώστησεν ὁ ἀδελφὸς ὅτι, Ἰδοὺ ἄνθρωπος δέρει τὸν δοῦλον αὐτοῦ δι' ἁμαρτίαν ἢν ἔπραξε. Τί ἐρεῖ ὁ δοῦλος; Λέγει ὁ γέρων· Ἐάν ἐστι δοῦλος καλὸς, ἐρεῖ· Ἐλέησόν με, ἡμάρτηκα. Λέγει αὐτῷ ὁ ἀδελφός· Οὐδὲν ἄλλο λέγει; Λέγει ὁ γέρων· Οὐχί. Ἀφ' οὗ γὰρ τὴν μέμψιν ἐπιτιθεῖ ἐφ' ἑαυτῷ, καὶ εἴπῃ, Ἡμάρτηκα, εὐθέως σπλαγχνίζεται ἐπ' αὐτῷ ὁ κύριος αὐτοῦ. Τέλος δὲ τούτων πάντων, τὸ μὴ κρῖναι τὸν πλησίον. Ὅτε γὰρ ἡ χεὶρ Κυρίου ἀπέκτεινε πᾶν πρωτότοκον ἐν γῇ Αἰγύπτῳ, οὐκ ἦν οἶκος οὗ οὐκ ἦν ἐν αὐτῷ τεθνηκώς. Λέγει αὐτῷ ὁ ἀδελφός· Τίς ἐστιν ὁ λόγος οὗτος; Λέγει αὐτῷ ὁ γέρων ὅτι, Ἐὰν ἡμᾶς ἐάσωσιν ἰδεῖν τὰς ἁμαρτίας ἡμῶν, οὐ μὴ ἴδωμεν τὰς ἁμαρτίας τοῦ πλησίον. Μωρία γάρ ἐστιν ἀνθρώπῳ, ἔχοντι τὸν ἑαυτοῦ νεκρὸν, ἀφεῖναι αὐτὸν καὶ ἀπελθεῖν κλαῦσαι τὸν τοῦ πλησίον. Τὸ ἀποθανεῖν δὲ ἀπὸ τοῦ πλησίον σου, τοῦτό ἐστι τὸ βαστάσαι σου τὰς ἁμαρτίας, καὶ ἀμεριμνεῖν ἀπὸ παντὸς ἀνθρώπου, ὅτι οὗτος καλός ἐστιν, ἢ οὗτος κακός. Μὴ ποιήσῃς κακὸν μηδενὶ ἀνθρώπῳ, μηδὲ λογίζου πονηρὸν ἐν τῇ καρδίᾳ σου εἴς τινα· μηδὲ ἐξουδενώσῃς τινὰ ποιοῦντα κακόν· μηδὲ πεισθῇς τῷ κακοποιοῦντι τὸν πλησίον αὐτοῦ, μηδὲ χαῖρε μετὰ τοῦ ποιοῦντος κακὸν τῷ πλησίον αὐτοῦ· μὴ καταλαλήσῃς τινά· ἀλλὰ λέγε· Ὁ Θεὸς γινώσκει ἕκαστον· μὴ συμπεισθῇς μετὰ τοῦ καταλαλοῦντος, μηδὲ συγχαρῇς μετὰ τῆς καταλαλιᾶς αὐτοῦ, μηδὲ μισήσῃς τὸν καταλαλοῦντα τὸν πλησίον αὐτοῦ. Καὶ τοῦτό ἐστι τὸ μὴ κρῖναι. Μὴ ἔχε ἔχθραν μετά τινος ἀνθρώπου, καὶ μὴ κρατήσῃς ἔχθραν ἐν τῇ καρδίᾳ σου· μὴ μισήσῃς τὸν ἐχθραίνοντα μετὰ τοῦ πλησίον. Καὶ αὕτη ἐστὶν ἡ εἰρήνη. Ἐν τούτοις ἐαυτὸν παρακάλει· πρὸς ὀλίγον χρόνον ὁ
134
κάματος, καὶ εἰς ἀεὶ ἡ ἀνάπαυσις, χάριτι τοῦ Θεοῦ Λόγου. Ἀμήν.
Περὶ τοῦ ἀββᾶ Ματόη.
αʹ. Ἔλεγεν ὁ ἀββᾶς Ματόης· Θέλω ἐργασίαν ἐλαφρὰν καὶ ἐμμένουσαν, ἢ ἐπίπονον ἐξ ἀρχῆς καὶ ταχέως ἐκκοπτομένην.
βʹ. Εἶπε πάλιν· Ὅσον ἐγγίζει ἄνθρωπος τῷ Θεῷ, τοσοῦτον ἁμαρτωλὸν ἑαυτὸν βλέπει. Ἡσαΐας γὰρ ὁ προφήτης ἰδὼν τὸν Θεὸν, τάλαν καὶ ἀκάθαρτον ἔλεγεν ἑαυτόν.
γʹ. Ἔλεγε πάλιν· Ὅτε ἤμην νεώτερος, ἔλεγον ἐν ἑαυτῷ ὅτι, Τάχα τί ποτε ἐργάζομαι ἀγαθόν· νῦν δὲ ὡς ἐγήρασα, βλέπω ὅτι οὐκ ἔχω ἓν ἔργον καλὸν ἐν ἐμαυτῷ.
δʹ. Εἶπε πάλιν· Οὐκ οἶδεν ὁ Σατανᾶς ποίῳ πάθει ἠττᾶται ἡ ψυχή. Σπείρει μὲν, ἀλλ' οὐκ οἶδεν εἰ θερίσει· τοὺς μὲν περὶ πορνείας, τοὺς δὲ περὶ καταλαλιᾶς λογισμοὺς, καὶ ὁμοίως τὰ λοιπὰ πάθη. Καὶ εἰς οἷον πάθος ἴδῃ τὴν ψυχὴν κλίνασαν, χορηγεῖ αὐτῇ.
εʹ. Ἀδελφὸς παρέβαλε τῷ ἀββᾷ Ματώῃ, καὶ λέγει αὐτῷ· Πῶς οἱ Σκητιῶται ἐποίουν περισσότερον τῆς Γραφῆς, ἀγαπῶντες τοὺς ἐχθροὺς αὐτῶν ὑπὲρ ἑαυτούς; Λέγει αὐτῷ ὁ ἀββᾶς Ματώης· Ἐγὼ τέως τὸν ἀγαπῶντά με οὐκ ἀγαπῶ ὡς ἐμαυτόν.
ϛʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ματώην· Τί ποιήσω ἐὰν παραβάλῃ μοι ἀδελφὸς, καὶ ἔστι νηστεία ἢ πρωΐ; ὅτι θλίβομαι. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ἐὰν μὲν οὐ θλίβῃ, καὶ φάγῃς μετὰ τοῦ ἀδελφοῦ, καλῶς ποιεῖς. Ἐὰν δὲ μὴ προσδοκᾷς τινα, καὶ φάγῃς, τοῦτο σὸν θέλημά ἐστιν.
ζʹ. Εἶπεν ὁ ἀββᾶς Ἰακὼβ ὅτι, Παρέβαλον τῷ ἀββᾷ Ματώῃ· καὶ ἀνακάμψαντός μου, εἶπον αὐτῷ ὅτι, Θέλω παραβαλεῖν εἰς τὰ Κελλία. Καὶ εἶπέ μοι· Ἄσπασαι ἐξ ἐμοῦ τὸν ἀββᾶν Ἰωάννην. Ἐλθὼν δὲ ἐγὼ πρὸς τὸν ἀββᾶν Ἰωάννην, λέγω αὐτῷ· Ἀσπάζεταί σε ὁ ἀββᾶς Ματώης. Καὶ λέγει μοι ὁ γέρων· Ἰδοὺ ὁ ἀββᾶς Ματώης, ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστι. Καὶ πληρωθέντος ἐνιαυτοῦ, πάλιν παρέβαλον τῷ ἀββᾷ Ματόῃ· καὶ εἶπον αὐτῷ τὸν ἀσπασμὸν τοῦ ἀββᾶ Ἰωάννου. Καὶ λέγει ὁ γέρων· Οὐκ εἰμὶ μὲν ἄξιος τοῦ λόγου τοῦ γέροντος· πλὴν τοῦτο γίνωσκε, ὅτι ὅταν
135
ἀκούσῃς γέροντος τὸν πλησίον δοξάζοντος ὑπὲρ ἑαυτὸν, εἰς μέτρα μεγάλα ἔφθασεν. Αὕτη γάρ ἐστιν ἡ τελειότης, ὥστε τὸν πλησίον ἑαυτοῦ δοξάζειν ὑπὲρ ἑαυτόν.
ηʹ. Ἔλεγεν ὁ ἀββᾶς Ματώης ὅτι, Ἦλθεν ἀδελφὸς πρὸς μὲ, καὶ εἶπέ μοι, ὅτι ἡ καταλαλιὰ χεῖρόν ἐστι τῆς πορνείας. Καὶ εἶπον· Σκληρός ἐστιν ὁ λόγος. Λέγει οὖν μοι· Καὶ πῶς θέλεις εἶναι τὸ πρᾶγμα τοῦτο; Ἐγὼ δὲ ἔφην· Ἡ μὲν καταλαλιὰ κακή ἐστιν· ταχεῖαν δὲ ἔχει θεραπείαν· μετανοεῖ γὰρ πολλάκις ὁ καταλαλήσας, λέγων· Κακῶς ἐλάλησα. Ἡ δὲ πορνεία, φυσικὸς θάνατός ἐστιν.
θʹ. Ἀπῆλθέ ποτε ὁ ἀββᾶς Ματώης ἀπὸ τῆς Ῥαιθοῦ, εἰς τὰ μέρη Μαγδολῶν· ἦν δὲ ὁ ἀδελφὸς αὐτοῦ μετ' αὐτοῦ. Καὶ κρατήσας ὁ ἐπίσκοπος τὸν γέροντα, ἐποίησεν αὐτὸν πρεσβύτερον. Καὶ γενομένων αὐτῶν ὁμοῦ, ἔλεγεν ὁ ἐπίσκοπος· Συγχώρησόν μοι, ἀββᾶ· οἷδα ὅτι οὐκ ἤθελες τὸ πρᾶγμα τοῦτο· ἀλλὰ διὰ τὸ εὐλογηθῆναί με παρὰ σοῦ, ἐτόλμησα τοῦτο ποιῆσαι. Εἶπε δὲ αὐτῷ ὁ γέρων μετὰ ταπεινώσεως· Καὶ ὁ λογισμός μου μικρὸν ἤθελεν· πλὴν εἰς τοῦτο ἐγὼ κοπιῶ, ὅτι χωρισθῆναι ἔχω ἀπὸ τοῦ ἀδελφοῦ τοῦ μετ' ἐμοῦ. Οὐ βαστάζω γὰρ ὅλας τὰ εὐχὰς ποιῆσαι μόνος. Καὶ λέγει ὁ ἐπίσκοπος· Εἰ οἶδας ὅτι ἄξιός ἐστιν, ἐγὼ αὐτὸν χειροτονῶ. Λέγει αὐτῷ ὁ ἀββᾶς Ματώης· Εἰ μὲν ἄξιός ἐστιν, οὐκ οἶδα· ἓν δὲ οἶδα, ὅτι ἐμοῦ καλλίων ἐστίν. Ἐχειροτόνησε δὲ καὶ αὐτόν. Καὶ ἐκοιμήθησαν οἱ ἀμφότεροι, μὴ ἐγγίσαντες θυσιαστηρίῳ ἕνεκεν τοῦ ποιῆσαι προσφοράν. Ἔλεγε δὲ ὁ γέρων· Πιστεύω εἰς τὸν Θεὸν, ὅτι οὐκ ἔχω κρῖμα πολὺ διὰ τὴν χειροτονίαν, ὁπότε οὐ ποιῶ προσφοράν. Τῶν γὰρ ἀμέμπτων ἐστὶν ἡ χειροτονία.
ιʹ. Εἶπεν ὁ ἀββᾶς Ματόης ὅτι, Τρεῖς γέροντες ἀπῆλθον πρὸς τὸν ἀββᾶν Παφνούτιον τὸν λεγόμενον Κεφαλᾶν, ἵνα ἐρωτήσωσιν αὐτὸν λόγον. Καὶ εἶπεν αὐτοῖς ὁ γέρων· Τί θέλετε εἴπω ὑμῖν; Πνευματικὸν ἢ σωματικόν; Λέγουσιν αὐτῷ· Πνευματικόν. Λέγει αὐτοῖς ὁ γέρων· Ὑπάγετε, ἀγαπήσατε τὴν θλῖψιν ὑπὲρ τὴν ἀνάπαυσιν, καὶ τὴν ἀτιμίαν πλέον τῆς δόξης, καὶ τὸ διδόναι μᾶλλον ἢ λαμβάνειν.
136
ιαʹ. Ἠρώτησεν ἀδελφὸς τὸν ἀββᾶν Ματώην, λέγων· Εἰπέ μοι ῥῆμα. Ὁ δὲ εἶπεν αὐτῷ· Ὕπαγε, παρακάλεσον τὸν Θεὸν, ἵνα δώσει πένθος εἰς τὴν καρδίαν σου, καὶ ταπείνωσιν· καὶ πρόσεχε πάντοτε τὰς ἁμαρτίας σου· καὶ μὴ κρῖνε ἄλλους, ἀλλὰ γενοῦ ὑποκάτω πάντων· καὶ μὴ ἔχε φιλίαν μετὰ παιδίου, μήτε γνῶσιν μετὰ γυναικὸς, μήτε φίλον αἱρετικόν· καὶ κόψον τὴν παῤῥησίαν ἀπὸ σοῦ· καὶ κράτει τὴν γλῶσσαν καὶ τὴν κοιλίαν σου, καὶ ἀπὸ οἴνου μικρόν· καὶ ἐάν τις λαλήσῃ περὶ πράγματος οἱουδήποτε, μὴ φιλονείκει μετ' αὐτοῦ· ἀλλ' ἐὰν καλῶς λέγῃ, εἰπέ· Ναί· ἐὰν δὲ κακῶς, εἰπέ· Σὺ οἶδας πῶς λαλεῖς· καὶ μὴ ἔριζε μετ' αὐτοῦ περὶ ὧν ἐλάλησε. Καὶ αὕτη ἐστὶν ἡ ταπείνωσις.
ιβʹ. Ἠρώτησεν ἀδελφὸς τὸν ἀββᾶν Ματώην· Εἰπέ μοι ῥῆμα. Καὶ εἶπεν αὐτῷ· Πᾶσαν φιλονεικίαν ἀπὸ παντὸς πράγματος κόψον ἀπὸ σοῦ· κλαῦσον δὲ καὶ πένθησον, ὅτι ὁ καιρὸς ἤγγισεν.
ιγʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ματόην, λέγων· Τί ποιήσω; ὅτι ἡ γλῶσσά μου θλίβει με· καὶ ὅταν ἔρχωμαι ἐν μέσῳ τῶν ἀνθρώπων, οὐ δύναμαι κατασχεῖν αὐτήν· ἀλλὰ κατακρίνω αὐτοὺς ἐν παντὶ ἔργῳ ἀγαθῷ, καὶ ἐλέγχω αὐτούς. Τί οὖν ποιήσω; Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν· Εἰ οὐ δύνασαι κατέχειν ἑαυτὸν, φύγε καταμόνας. Ἀσθένεια γάρ ἐστιν. Ὁ δὲ καθήμενος μετὰ ἀδελφῶν, οὐκ ὀφείλει εἶναι τετραγωνιαῖος, ἀλλὰ στρογγύλος, ἵνα πρὸς πάντας κυλίηται. Καὶ εἶπεν ὁ γέρων Οὐ κατὰ ἀρετὴν κάθημαι καταμόνας, ἀλλὰ κατὰ ἀσθένειαν· δυνατοὶ γάρ εἰσιν, οἱ ἐρχόμενοι εἰς τὸ μέσον τῶν ἀνθρώπων.
Περὶ τοῦ ἀββᾶ Μάρκου μαθητοῦ τοῦ ἀββᾶ Σιλουανοῦ.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σιλουανοῦ, ὅτι εἶχε μαθητὴν ἐν Σκήτει, Μάρκον ὀνόματι· ἦν δὲ ἔχων ὑπακοὴν μεγάλην, καὶ ἦν καλλιγράφος. Ἠγάπα δὲ αὐτὸν ὁ γέρων διὰ τὴν ὑπακοὴν αὐτοῦ. Εἶχε δὲ ἄλλους ἕνδεκα μαθητὰς, καὶ ἐθλίβοντο, ὅτι ἠγάπα αὐτὸν ὑπὲρ αὐτούς. Καὶ ἀκούσαντες οἱ γέροντες, ἐλυπήθησαν. Ἦλθον δὲ ἐν μιᾷ πρὸς αὐτὸν οἱ γέροντες, καὶ ἐνεκάλουν αὐτόν. Λαβὼν δ' αὐτοὺς ἐξῆλθε, καὶ ἔκρουσε κατὰ κελλίον, λέγων· Ὁ δεῖνα ἀδελφὲ, δεῦρο,
137
ὅτι χρῄζω σου. Καὶ εἷς ἐξ αὐτῶν, οὐκ ἠκολούθησεν αὐτῷ εὐθύς. Καὶ ἐλθὼν ἐπὶ τὴν κέλλαν Μάρκου, ἔκρουσε, λέγων· Μάρκε. Ὁ δὲ ἀκούσας τῆς φωνῆς τοῦ γέροντος, εὐθὺς ἐπήδησεν ἔξω· καὶ ἔπεμψεν αὐτὸν εἰς διακονίαν. Καὶ λέγει τοῖς γέρουσι· Ποῦ εἰσὶν οἱ λοιποὶ ἀδελφοὶ, Πατέρες; Καὶ εἰσελθὼν εἰς τὴν κέλλαν αὐτοῦ, ἐψηλάφησε τὸ τετράδιον αὐτοῦ· καὶ εὗρεν ὅτι ω ἔβαλε χεῖρα ποιεῖν· καὶ ἀκούσας τοῦ γέροντος, οὐκ ἔστρεψε τὸν κάλαμον πληρῶσαι αὐτό. Λέγουσιν οὖν οἱ γέροντες· Ὄντως ὃν σὺ ἀγαπᾷς, ἀββᾶ, καὶ ἡμεῖς αὐτὸν ἀγαπῶμεν, καὶ ὁ Θεὸς αὐτὸν ἀγαπᾷ.
βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σιλουανοῦ, ὅτι ποτὲ περιπατῶν ἐν τῇ Σκήτει μετὰ τῶν γερόντων, καὶ θέλων αὐτοῖς τὴν ὑπακοὴν τοῦ μαθητοῦ αὐτοῦ Μάρκου δεῖξαι, καὶ δι' ὃ ἀγαπᾷ αὐτὸν, θεωρήσας μικρὸν σύαγρον, λέγει αὐτῷ· Θεωρεῖς τὸ μικρὸν βουβάλιον ἐκεῖνο, τέκνον; Λέγει αὐτῷ· Ναὶ, ἀββᾶ. Καὶ τὰ κέρατα αὐτοῦ πῶς πιθανά εἰσιν; Λέγει· Ναὶ, ἀββᾶ. Καὶ ἐθαύμασαν οἱ γέροντες τὴν ἀπόκρισιν αὐτοῦ, καὶ ᾠκοδομήθησαν ἐν τῇ ὑπακοῇ αὐτοῦ.
γʹ. Κατῆλθέ ποτε ἡ μήτηρ τοῦ ἀββᾶ Μάρκου ἰδεῖν αὐτόν· καὶ εἶχε πολλὴν φαντασίαν. Καὶ ἐξῆλθεν ὁ γέρων πρὸς αὐτήν. Καὶ εἶπεν αὐτῷ· Ἀββᾶ, εἰπὲ τὸν υἱόν μου ἐξελθεῖν, ἵνα ἴδω αὐτόν. Εἰσελθὼν δὲ ὁ γέρων, εἶπεν αὐτῷ· Ἔξελθε, ἵνα σε ἴδῃ ἡ μήτηρ σου. Ἦν δὲ φορῶν κεντονάριον, καὶ ἠσβολωμένος ἀπὸ τοῦ μαγειρείου. Καὶ ἐξελθὼν διὰ τὴν ὑπακοὴν, ἐκάμμυσε τοὺς ὀφθαλμοὺς αὐτοῦ, καὶ εἶπεν αὐτοῖς· Σωθείητε, σωθείητε, σωθείητε· καὶ οὐκ εἶδεν αὐτούς. Ἡ δὲ μήτηρ αὐτοῦ οὐκ ἐγνώρισεν αὐτόν. Πάλιν οὖν πέμπει πρὸς τὸν γέροντα, λέγουσα· Ἀββᾶ, πέμψον μοι τὸν υἱόν μου, ἵνα αὐτὸν ἴδω. Καὶ εἶπε τῷ Μάρκῳ· Οὐκ εἶπόν σοι· Ἔξελθε, ἵνα σε ἴδῃ ἡ μήτηρ σου; Καὶ εἶπεν αὐτῷ ὁ Μάρκος· Ἐξῆλθον κατὰ τὸν λόγον σου, ἀββᾶ. Πλὴν παρακαλῶ σε, μὴ εἴπῃς μοι ἄλλο ἅπαξ ἐξελθεῖν, ἵνα μὴ παρακούσω σου. Καὶ ἐξελθὼν ὁ γέρων εἶπεν αὐτῇ· Αὐτός ἐστιν ὁ ἀπαντήσας ὑμῖν, λέγων· Σωθείητε. Καὶ παρακαλέσας αὐτὴν ἀπέλυσεν.
δʹ. Ἄλλοτε συνέβη αὐτὸν ἐξελθεῖν ἀπὸ Σκήτεως, καὶ ἀπελθεῖν εἰς τὸ ὄρος τὸ Σινὰ, καὶ μεῖναι ἐκεῖ. Καὶ ἔπεμψεν ἡ μήτηρ τοῦ Μάρκου ὁρκίζουσα αὐτὸν μετὰ δακρύων, ἵνα
138
ἐξέλθῃ υἱὸς αὐτῆς, καὶ ἴδῃ αὐτόν. Ὁ δὲ γέρων ἀπέλυσεν αὐτόν. Καὶ ὡς ἐποίει τὴν μηλωτὴν αὐτοῦ τοῦ ἐξελθεῖν, καὶ ἤρχετο ἀσπάσασθαι τὸν γέροντα, εὐθέως ἔβαλλε κλαίειν, καὶ οὐκ ἐξήρχετο.
εʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σιλουανοῦ, ὅτι ὡς ἤθελεν ἐξελθεῖν εἰς Συρίαν, εἶπεν αὐτῷ ὁ μαθητὴς αὐτοῦ Μάρκος· Πάτερ, οὐ θέλω ἐξελθεῖν ἔνθεν· ἀλλ' οὐδὲ σὲ ἀφῶ ἐξελθεῖν, ἀββᾶ. Ἀλλὰ παράμεινον ὧδε τρεῖς ἡμέρας. Καὶ τῇ τρίτῃ ἡμέρᾳ ἐκοιμήθη.
Περὶ τοῦ ἀββᾶ Μιλησίου.
αʹ. Παρερχόμενος ὁ ἀββᾶς Μιλήσιος διά τινος τόπου, εἶδέ τινα μοναχὸν κρατούμενον ὑπό τινος, ὡς φόνον ποιήσαντα. Καὶ προσεγγίσας ὁ γέρων, ἐπερώτησε τὸν ἀδελφόν. Καὶ μαθὼν ὅτι συκοφαντεῖται, λέγει πρὸς τοὺς κατέχοντας αὐτόν· Ποῦ ἔστιν ὁ φονευθείς; Καὶ ἔδειξαν αὐτῷ. Καὶ προσεγγίσας τῷ φονευθέντι, εἶπε πᾶσι προσεύξασθαι. Αὐτοῦ δὲ ἐκπετάσαντος τὰς χεῖρας πρὸς τὸν Θεὸν, ἀνέστη ὁ νεκρός. Καὶ εἶπεν αὐτῷ ἐπὶ πάντων· Εἰπὲ ἡμῖν τίς ἐστιν ὁ φονεύσας σε. Ὁ δὲ εἶπεν, ὅτι Εἰσελθὼν εἰς τὴν ἐκκλησίαν, δέδωκα χρήματα τῷ πρεσβυτέρῳ· ὁ δὲ ἀναστὰς, ἔσφαξέ με· καὶ ἀπενέγκας, ἔῤῥιψεν εἰς τὸ μοναστήριον τοῦ ἀββᾶ. Ἀλλὰ παρακαλῶ ὑμᾶς, ληφθῆναι τὰ χρήματα, καὶ δοθῆναι τοῖς τέκνοις μου. Τότε εἶπε πρὸς αὐτὸν ὁ γέρων· Ἄπελθε, καὶ κοιμῶ, ἕως ἂν ἔλθῃ ὁ Κύριος, καὶ ἐγείρῃ σε.
βʹ. Ἄλλοτε οἰκοῦντος αὐτοῦ μετὰ δύο μαθητῶν ἐν τοῖς ὁρίοις Περσίδος, ἐξῆλθον δύο υἱοὶ τοῦ βασιλέως σαρκικοὶ ἀδελφοὶ, ἀγρεῦσαι κατὰ τὸ ἔθος. Ἔβαλον δὲ λίνα ἐπὶ πολὺ διάστημα κἂν ἐπὶ τεσσαράκοντα μίλια· ὥστε εἰ εὑρίσκεται ἕσω τῶν λίνων, ἀγρεύσωσι καὶ ἀποκτείνωσι κόντοις. Εὑρέθη δὲ ὁ γέρων μετὰ τῶν δύο μαθητῶν αὐτοῦ. Καὶ θεασάμενοι αὐτὸν τριχώδη καὶ ὡς ἄγριον, ἐξεπλάγησαν, καὶ εἶπον αὐτῷ· Ἄνθρωπος εἶ ἢ πνεῦμα, εἰπὲ ἡμῖν. Καὶ εἶπε αὐτοῖς· Ἄνθρωπός εἰμι ἁμαρτωλός· καὶ ἐξῆλθον κλαῦσαι τὰς ἁμαρτίας μου· καὶ προσκυνῶ Ἰησοῦν τὸν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τοῦ ζῶντος. Οἱ δὲ εἶπον αὐτῷ· Οὐκ ἔστιν ἄλλος Θεὸς, πλὴν τοῦ ἡλίου καὶ τοῦ πυρὸς καὶ τοῦ ὕδατος·
139
ἃ ἐσέβοντο. Ἀλλὰ πρόσελθε, καὶ ἐπίθυσον αὐτοῖς. Ὁ δὲ εἶπεν αὐτοῖς· Ταῦτα κτίσματά εἰσι, καὶ πλανᾶσθε· ἀλλὰ παρακαλῶ ὑμᾶς ἐπιστρέψαι καὶ γνῶναι τὸν ἀληθινὸν Θεὸν τὸν κτίσαντα ταῦτα πάντα. Αὐτοὶ δὲ εἶπον· Τὸν κατακριθέντα καὶ σταυρωθέντα λέγεις Θεὸν εἶναι ἀληθινόν; Καὶ λέγει ὁ γέρων· Τὸν σταυρώσαντα τὴν ἁμαρτίαν, καὶ ἀποκτείναντα τὸν θάνατον, αὐτὸν λέγω εἶναι Θεὸν ἀληθινόν. Αὐτοὶ δὲ βασανίζοντες αὐτὸν μετὰ καὶ τῶν ἀδελφῶν, ἠνάγκαζον θύειν. Καὶ πολλὰ βασανίσαντες, ἀπεκεφάλισαν τοὺς δύο ἀδελφούς· τὸν δὲ γέροντα ἐπὶ πολλὰς ἡμέρας ἐβασάνιζον· ὕστερον δὲ, τῇ τέχνῃ αὐτῶν ἔστησαν αὐτὸν εἰς τὸ μέσον, καὶ ἔῤῥιψαν βέλη, ὁ εἷς ἔμπροσθεν, καὶ ὁ εἷς ὄπισθεν αὐτοῦ. Αὐτὸς δὲ εἶπεν αὐτοῖς· Ἐπειδὴ γεγόνατε ἐν ὁμονοίᾳ, καὶ ἐκχέετε αἷμα ἀθῶον, ἐν μιᾷ ῥοπῇ αὔριον ταύτῃ τῇ ὥρᾳ, ἀτεκνωθείη ἡ μήτηρ ὑμῶν ἀφ' ὑμῶν, καὶ στερηθείη τῆς ἀγάπης ὑμῶν, καὶ τοῖς ἰδίοις βέλεσιν ἀλλήλων τὰ αἵματα ἐκχέητε. Καταφρονήσαντες δὲ τοῦ ῥήματος αὐτοῦ, ἦλθον ἐπὶ τὴν αὔριον θηρεῦσαι. Καὶ ἐξήλισεν ἀπ' αὐτῶν μία ἔλαφος. Καὶ καθίσαντες τοῖς ἵπποις, κατέδραμον ἐπὶ τὸ καταλαβεῖν αὐτήν· καὶ ῥίψαντες βέλη κατ' αὐτῆς, ἐκόλλησαν ἀλλήλοις κατὰ τῆς καρδίας ἑαυτῶν· κατὰ τὸ ῥῆμα τοῦ γέροντος ὃ εἶπεν αὐτοῖς, καταρώμενος αὐτοῖς. Καὶ ἀπέθανον.
Περὶ τοῦ ἀββᾶ Μωτίου.
αʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Μώτιον, λέγων· Ἐὰν ἀπέλθω μεῖναι εἰς τόπον, πῶς θέλεις διάξω ἐκεῖ; Λέγει αὐτῷ ὁ γέρων· Ἐὰν οἰκήσῃς εἰς τόπον, μὴ θελήσῃς ἐκβαλεῖν σεαυτῷ ὄνομα ἔν τινι, ὅτι οὐκ ἐξέρχομαι εἰς σύναξιν, ἢ εἰς ἀγάπην οὐκ ἐσθίω. Ταῦτα γὰρ ὄνομα ποιοῦσι κενὸν, καὶ ὕστερον εὑρίσκεις ὄχλησιν. Οἱ γὰρ ἄνθρωποι, ὅπου εὑρίσκουσι ταῦτα, ἐκεῖ τρέχουσι. Λέγει οὖν αὐτῷ ὁ ἀδελφός· Τί οὖν ποιήσω; Λέγει ὁ γέρων· Ὅπου ἐὰν καθίσῃς, ἴσως μετὰ πάντων ἀκολούθει· καὶ εἴ τι βλέπεις τοὺς εὐλαβεῖς ποιοῦντας εἰς οὓς πληροφορῇ, ποίησον, καὶ ἀναπαύῃ. Τοῦτο γὰρ ταπείνωσίς ἐστι, τὸ εἶναί σε ἐπίσης
140
αὐτῶν. Καὶ οἱ ἄνθρωποι θεωροῦντές σε ἐκβαίνοντα, ἔχουσί σε ἐπίσης πάντων· καὶ οὐδείς σοι ὀχλεῖ.
βʹ. Διηγήσατο περὶ τοῦ ἀββᾶ Μωτίου ὁ μαθητὴς αὐτοῦ ἀββᾶς Ἰσαάκ· ἀμφότεροι δὲ ἐγένοντο ἐπίσκοποι· ὅτι πρῶτος ᾠκοδόμησε μοναστήριον ὁ γέρων εἰς τὸν Ἡρακλᾶν· καὶ ὡς ἀνεχώρησεν ἐκεῖθεν, ἀπῆλθεν εἰς ἕτερον τόπον, καὶ ᾠκοδόμησεν ἐκεῖ πάλιν. Καὶ κατ' ἐνέργειαν τοῦ διαβόλου, εὑρέθη ἀδελφός τις ἐχθραίνων αὐτῷ, καὶ θλίβων αὐτόν. Καὶ ἀναστὰς ὁ γέρων ἀνεχώρησεν εἰς τὴν ἰδίαν κώμην· καὶ ἐποίησεν ἑαυτῷ μοναστήριον, καὶ ἐνέκλεισεν ἑαυτόν. Καὶ μετὰ χρόνον ἦλθον οἱ γέροντες τοῦ τόπου ὅθεν ἐξῆλθε, καὶ λαβόντες καὶ τὸν ἀδελφὸν ὅπου εἶχε πρὸς αὐτὸν τὴν λύπην, ἀπῆλθον παρακαλέσαι αὐτὸν, ἵνα ἐνέγκωσιν αὐτὸν εἰς τὴν μονὴν αὐτοῦ. Ὡς δὲ ἤγγισαν ὅπου ἦν ὁ ἀββᾶς Σώρης, ἀφῆκαν τὰ μηλωτάρια αὐτῶν ἐγγὺς αὐτοῦ, καὶ τὸν ἀδελφὸν τὸν ἔχοντα τὴν λύπην. Καὶ ὡς ἔκρουσαν, βάλλει ὁ γέρων τὸ κλιμάκιον, καὶ παρακύπτει, καὶ γνωρίζει αὐτοὺς, καὶ λέγει· Ποῦ τὰ μηλωτάρια ὑμῶν; Οἱ δὲ εἶπον· Ἰδοὺ ὧδε μετὰ τοῦδε τοῦ ἀδελφοῦ. Ὡς δὲ ἤκουσε τὸ ὄνομα τοῦ ἀδελφοῦ τοῦ λυπήσαντος αὐτὸν, ὁ γέρων ἀπὸ χαρᾶς ἔβαλε πέλεκυν, καὶ κατέστρεψε τὴν θύραν, καὶ ἐξῆλθε τρέχων ὅπου ἦν ὁ ἀδελφός· καὶ ἔβαλεν αὐτῷ μετάνοιαν πρῶτος, καὶ ἠσπάσατο αὐτόν· καὶ εἰσήνεγκεν αὐτὸν εἰς τὸ κελλίον αὐτοῦ· καὶ ἐπὶ τρεῖς ἡμέρας εὔφρανεν αὐτούς· καὶ αὐτὸς μετ' αὐτῶν· ὅπερ οὐκ εἶχε συνήθειαν ποιεῖν· καὶ ἀναστὰς ἐπορεύθη μετ' αὐτῶν. Καὶ μετὰ ταῦτα ἐπίσκοπος γέγονεν. Ἦν γὰρ σημειοφόρος. Καὶ τὸν μαθητὴν αὐτοῦ ἐποίησεν ἐπίσκοπον ὁ μακάριος Κύριλλος τὸν ἀββᾶν Ἰσαάκ.
Περὶ τοῦ ἀββᾶ Μεγεθίου.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Μεγεθίου, ὅτι ἐξήρχετο τοῦ κελλίου· καὶ εἰ ἤρχετο αὐτῷ λογισμὸς ἀναχωρῆσαι ἐκ τοῦ τόπου, οὐκ ἀνέκαμπτεν εἰς τὴν κέλλαν αὐτοῦ. Οὐδὲ γὰρ εἶχέ τί ποτε τοῦ αἰῶνος τούτου ὕλην, εἰ μὴ ῥαφίδα μίαν ὅπου τὰ θαλλία ἔσχιζεν· εἰργάζετο γὰρ καθ' ἡμέραν τρία μαλάκια, τὸ τῆς τροφῆς αὐτοῦ.
141
βʹ. Ἔλεγον περὶ τοῦ δευτέρου ἀββᾶ Μεγεθίου, ὅτι ἦν ταπεινὸς σφόδρα, μαθητευθεὶς παρ' Αἰγυπτίοις, καὶ συντυχὼν πολλοῖς γέρουσι, καὶ τῷ ἀββᾷ Σισόῃ, καὶ τῷ ἀββᾷ Ποιμένι. Ἔμεινε δὲ καὶ εἰς ποταμὸν εἰς τὸ Σινά. Καὶ συνέβη τινὰ τῶν ἁγίων παραβαλεῖν αὐτῷ (ὡς αὐτὸς διηγήσατο), καὶ λέγει αὐτῷ· Πῶς διάγεις, ἀδελφὲ, ἐν τῇ ἐρήμῳ ταύτῃ; Ὁ δὲ εἶπε· Νηστεύω δύο δύο, καὶ ἕνα ἄρτον ἐσθίω. Καὶ λέγει μοι· Εἰ θέλεις ἀκοῦσαί μου, φάγε καθ' ἡμέραν τὸ ἥμισυ τοῦ ἄρτου. Καὶ ποιήσας οὕτως εὗρεν ἀνάπαυσιν.
γʹ. Ἠρώτησάν τινες τῶν Πατέρων τὸν ἀββᾶν Μεγέθιον, λέγοντες· Ἐὰν περισσεύηται ἕψημα εἰς τὴν ἄλλην ἡμέραν, θέλεις ἵνα φάγωσιν οἱ ἀδελφοί; Λέγει αὐτοῖς ὁ γέρων· Ἐὰν ἠρήμωται, οὐκ ἔστι καλὸν ἵνα ἀναγκασθῶσιν οἱ ἀδελφοὶ φαγεῖν αὐτὸ, καὶ ἀσθενήσωσιν, ἀλλὰ ῥιφῇ· ἐὰν δὲ καλόν ἐστι, καὶ διὰ στρῆνος ῥιφῇ, καὶ ἄλλο ἑψηθῇ, τοῦτο κακόν ἐστιν.
δʹ. Εἶπε πάλιν· Ἐν ἀρχῇ ὅτε συνηγόμεθα πρὸς ἀλλήλους, καὶ ἐλαλοῦμεν περὶ ὠφελείας συγκροτοῦντες ἀλλήλους, ἐγινόμεθα χοροὶ χοροὶ, καὶ ἀνηρχόμεθα εἰς τοὺς οὐρανούς. Νυνὶ δὲ συναγόμεθα, καὶ εἷς τὸν ἕνα εἰς καταλαλιὰν ἐρχόμενοι, κατάγομεν κάτω.
Περὶ τοῦ ἀββᾶ Μιώς.
αʹ. Εἶπεν ὁ ἀββᾶς Μιὼς ὁ τοῦ Βελέου, ὅτι ἡ ὑπακοὴ ἀντὶ ὑπακοῆς ἐστιν. Εἴ τις ὑπακούει τῷ Θεῷ, ὁ Θεὸς ὑπακούει αὐτόν.
βʹ. Εἶπε πάλιν περί τινος γέροντος, ὅτι ἦν ἐν τῇ Σκήτει· ἦν δὲ ἀπὸ δούλων· ἐγένετο δὲ διακριτικὸς σφόδρα. Καὶ ἤρχετο κατ' ἐνιαυτὸν εἰς Ἀλεξάνδρειαν, φέρων τὴν μισθοφορίαν τοῖς κυρίοις αὐτοῦ. Καὶ ὑπήντων αὐτῷ, καὶ προσεκύνουν αὐτῷ. Ὁ δὲ γέρων ἔβαλεν ὕδωρ εἰς τὸν νιπτῆρα, καὶ ἔφερεν, ἵνα νίψῃ τοὺς κυρίους αὐτοῦ. Οἱ δὲ πρὸς αὐτὸν ἔλεγον· Μὴ, Πάτερ, μὴ βαρῇς ἡμᾶς. Ὁ δὲ πρὸς αὐτοὺς ἔλεγεν· Ὁμολογῶ ὅτι δοῦλος ὑμῶν εἰμι· καὶ εὐχαριστῶν ὅτι ἀφήκατέ με ἐλεύθερον δουλεύειν τῷ Θεῷ, ἀλλὰ κἀγὼ νίπτω ὑμᾶς, καὶ δέξασθε τὴν μισθοφορίαν μου ταύτην. Οἱ δὲ ἐφιλονείκουν
142
μὴ καταδεχόμενοι. Ἔλεγεν οὖν αὐτοῖς· Ἐὰν μὴ θέλητε δέξασθαι, κάθημαι ὧδε δουλεύων ὑμῖν. Καὶ φοβούμενοι αὐτὸν, ἤφιον ὃ ἐβούλετο ποιῆσαι· καὶ προέπεμπον αὐτὸν μετὰ πολλῶν χρειῶν, καὶ πολλῆς τιμῆς, ἵνα ποιῇ ὑπὲρ αὐτῶν ἀγάπας. Καὶ διὰ τοῦτο ἐγένετο ὀνομαστὸς εἰς Σκῆτιν, καὶ ἀγαπητός.
γʹ. Ἠρωτήθη ὁ ἀββᾶς Μιὼς ὑπὸ στρατευομένου, εἰ ἄρα δέχεται μετάνοιαν ὁ Θεός. Ὁ δὲ μετὰ τὸ κατηχῆσαι αὐτὸν ἐν πολλοῖς λόγοις, λέγει πρὸς αὐτόν· Εἰπέ μοι, ἀγαπητέ· ἐὰν σχισθῇ σου τὸ χλανίδιον, βάλλεις τοῦτο ἔξω; Λέγει· Οὔ· ἀλλὰ ῥάπτω αὐτὸ, καὶ χρῶμαι αὐτῷ. Λέγει πρὸς αὐτὸν ὁ γέρων· Εἰ οὖν σὺ τοῦ ἱματίου φείδῃ, ὁ Θεὸς τοῦ ἰδίου πλάσματος οὐ φείσεται;
Περὶ τοῦ ἀββᾶ Μάρκου τοῦ Αἰγυπτίου.
Ἔλεγον περὶ τοῦ ἀββᾶ Μάρκου τοῦ Αἰγυπτίου, ὅτι ἔμεινε τριάκοντα ἔτη, μὴ ἐξερχόμενος ἐκ τοῦ κελλίου αὐτοῦ. Εἶχε δὲ ἔθος ὁ πρεσβύτερος ἔρχεσθαι, καὶ ποιεῖν αὐτῷ τὴν ἁγίαν προσφοράν. Ὁ δὲ διάβολος, θεωρήσας τὴν τοῦ ἀνδρὸς ἐνάρετον ὑπομονὴν, ἐπανουργεύσατο ἐν κατακρίσει πειράσαι αὐτόν· καὶ παρεσκεύασέ τινα πνευματιῶντα, πρὸς τὸν γέροντα προφάσει εὐχῆς ἀπελθεῖν. Ὁ δὲ πνευματιῶν πρὸ παντὸς λόγου προσεφώνει τῷ γέροντι· Ὁ πρεσβύτερός σου ἔχει ὀσμὴν ἁμαρτίας, μηκέτι αὐτὸν ἐάσῃς εἰσελθεῖν πρὸς σέ. Ὁ δὲ θεόπνευστος ἀνὴρ εἶπε πρὸς αὐτόν· Τέκνον, πάντες τὴν ἀκαθαρσίαν ἔξω βάλλουσι· σὺ δὲ πρὸς μὲ ἤνεγκας αὐτήν. Ἀλλὰ γέγραπται· Μὴ κρίνετε, ἵνα μὴ κριθῆτε. Ὅμως εἰ καὶ ἁμαρτωλός ἐστιν, ὁ Κύριος σώσει αὐτόν. Γέγραπται γάρ· Εὔχεσθε ὑπὲρ ἀλλήλων, ὅπως ἰαθῆτε. Καὶ ἐπὶ τῷ λόγῳ τούτῳ ποιήσας εὐχὴν, ἐφυγάδευσε τὸν δαίμονα ἀπὸ τοῦ ἀνθρώπου, καὶ ἀπέλυσεν αὐτὸν ὑγιῆ. Ὡς δὲ ἦλθεν ὁ πρεσβύτερος κατὰ τὸ εἰωθὸς, ὑπεδέξατο αὐτὸν ὁ γέρων μετὰ χαρᾶς. Ὁ δὲ ἀγαθὸς Θεὸς, ἰδὼν τὴν ἀκακίαν τοῦ γέροντος, ἔδειξεν αὐτῷ σημεῖον. Μέλλοντος γὰρ τοῦ κληρικοῦ στῆναι ἔμπροσθεν τῆς ἁγίας τραπέζης, καθὼς ὁ γέρων διηγήσατο, ὅτι Εἶδον ἄγγελον Κυρίου ἐκ τοῦ οὐρανοῦ κατερχόμενον, καὶ ἔθηκε τὴν χεῖρα αὐτοῦ εἰς
143
τὴν κεφαλὴν τοῦ κληρικοῦ, καὶ ἐγένετο ὁ κληρικὸς ὡς στύλος πυρός. Ἐμοῦ δὲ θαυμάσαντος ἐπὶ τῇ ὁράσει, ἤκουσα φωνῆς λεγούσης πρὸς μέ· Ἄνθρωπε, τί τεθαύμακας ἐπὶ τῷ πράγματι τούτῳ; Εἰ γὰρ βασιλεὺς ἐπίγειος οὐ μὴ ἐάσῃ τοὺς μεγιστᾶνας αὐτοῦ ῥυπαροὺς στῆναι ἕμπροσθεν αὐτοῦ, ἐὰν μὴ μετὰ δόξης πολλῆς· πόσῳ μᾶλλον ἡ θεία δύναμις· οὐ καθαρίσει τοὺς λειτουργοὺς τῶν ἁγίων μυστηρίων, στήκοντας ἔμπροσθεν τῆς οὐρανίου δόξης; Ὁ δὲ γενναῖος καὶ ἀθλητὴς τοῦ Χριστοῦ Μάρκος ὁ Αἰγύπτιος, μέγας γενόμενος, κατηξιώθη τοῦ χαρίσματος τούτου, ὅτι οὐ κατέκρινε τὸν κληρικόν.
Περὶ τοῦ ἀββᾶ Μακαρίου τοῦ πολιτικοῦ.
αʹ. Ἀπῆλθέ ποτε ὁ ἀββᾶς Μακάριος ὁ πολιτικὸς κόψαι θαλία, καὶ οἱ ἀδελφοὶ μετ' αὐτοῦ. Καὶ λέγουσιν αὐτῷ τὴν πρώτην ἡμέραν· Δεῦρο, φάγε μεθ' ἡμῶν, Πάτερ. Ὁ δὲ ἀπῆλθε καὶ ἔφαγε. Καὶ πάλιν τῇ ἄλλῃ λέγουσιν αὐτῷ φαγεῖν. Ὁ δὲ οὐκ ἤθελεν, ἀλλ' ἔλεγεν αὐτοῖς· Ὑμεῖς χρείαν ἔχετε φαγεῖν, τέκνα· ἀκμὴν γὰρ σάρξ ἐστε· ἐγὼ δὲ νῦν οὐ θέλω φαγεῖν.
βʹ. Παρέβαλεν ὁ ἀββᾶς Μακάριος πρὸς τὸν ἀββᾶν Παχώμιον τῶν Ταβενησιωτῶν. Ὁ δὲ Παχώμιος ἠρώτα αὐτὸν, λέγων· Ὅτε εἰσιν ἀδελφοὶ ἄτακτοι, καλόν ἐστι παιδεῦσαι αὐτούς; Λέγει αὐτῷ ὁ ἀββᾶς Μακάριος· παίδευσον, καὶ κρῖνον δικαίως τοὺς ὑπὸ σέ· ἔξω δὲ μὴ κρίνῃς τινάς. Γέγραπται γάρ· Οὐχὶ τοὺς ἔσω ὑμεῖς κρίνετε; τοὺς δὲ ἔξω ὁ Θεὸς κρίνει.
γʹ. Ἐποίησέ ποτε ὁ ἀββᾶς Μακάριος τετράμηνον, παραβάλλων τινὶ ἀδελφῷ ἡμερούσιον· καὶ οὐχ εὗρεν αὐτὸν εὐκαιροῦντα ἀπὸ τῆς προσευχῆς οὐδὲ ἅπαξ· καὶ θαυμάσας ἔλεγεν· Ἰδοὺ ἐπίγειος ἄγγελος.
Ἀρχὴ τοῦ Ν στοιχείου.
144
Περὶ τοῦ ἀββᾶ Νείλου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Νεῖλος· Ὅσα ἂν ποιῇς εἰς ἄμυναν ἀδελφοῦ ἠδικηκότος σε, ἅπαντα εἰς καρδίαν σοι γενήσεται ἐν καιρῷ προσευχῆς.
βʹ. Εἶπε πάλιν· Προσευχή ἐστι πραότητος καὶ ἀοργησίας βλάστημα.
γʹ. Εἶπε πάλιν· Προσευχή ἐστι λύπης καὶ ἀθυμίας ἀλέξημα.
δʹ. Εἶπε πάλιν· Ἀπελθὼν πώλησόν σου τὰ ὑπάρχοντα, καὶ δὸς πτωχοῖς· καὶ λαβὼν τὸν σταυρὸν, ἀπάρνησαι σεαυτόν· ἵνα δυνηθῇς ἀπερισπάστως προσεύχεσθαι.
εʹ. Εἶπε πάλιν· Ὅπερ ἂν ὑπομένων φιλοσοφήσῃς, τούτου τὸν καρπὸν κατὰ τὸν καιρὸν τῆς εὐχῆς εὐρήσεις.
ϛʹ. Εἶπε πάλιν· Ἐπιθυμῶν προσεύξασθαι ὡς δεῖ, μὴ λυπήσῃς ψυχήν· εἰ δὲ μήγε, εἰς μάτην τρέχεις.
ζʹ. Εἶπε πάλιν· Μὴ θέλε ὡς σοὶ δοκεῖ, ἀλλ' ὡς Θεῷ ἀρέσκει γίνεσθαι τὰ κατὰ σέ· καὶ ἔσῃ ἀτάραχος καὶ εὐχάριστος ἐν προσευχῇ σου.
ηʹ. Εἶπε πάλιν· Μακάριός ἐστι μοναχὸς, ὁ πάντων περίψημα ἑαυτὸν λογιζόμενος.
θʹ. Εἶπε πάλιν· Ἄτρωτος διαμένει μοναχὸς ἀπὸ τῶν βελῶν τοῦ ἐχθροῦ, ὁ ἀγαπῶν ἡσυχίαν· ὁ δὲ συναναμιγνύμενος πλήθεσι συνεχεῖς δέχεται πληγάς.
ιʹ. Εἶπε πάλιν· Ὁ δοῦλος ὁ ἀμελῶν τῶν ἔργων τοῦ κυρίου αὐτοῦ ἑτοιμαζέσθω πρὸς μάστιγας.
Περὶ τοῦ ἀββᾶ Νιστερώου.
αʹ. Ὁ ἀββᾶς Νιστερῶος ὁ μέγας περιεπάτει ἐν τῇ ἐρήμῳ μετὰ ἀδελφοῦ τινος· καὶ ἰδόντες δράκοντα, ἔφυγον. Καὶ λέγει αὐτῷ ὁ ἀδελφός· Καὶ σὺ φοβῇ, Πάτερ; Καὶ λέγει αὐτῷ ὁ γέρων· Οὐ φοβοῦμαι, τέκνον· ἀλλὰ συμφέρει ὅτι ἔφυγον, ἐπεὶ οὐκ εἶχον ἐκφυγεῖν τὸ πνεῦμα τῆς κενοδοξίας.
βʹ. Ἀδελφὸς ἠρώτησε γέροντα, λέγων· Ποῖον καλὸν πρᾶγμά ἐστιν, ἵνα ποιήσω, καὶ ζήσωμαι ἐν αὐτῷ; Καὶ εἶπεν ὁ γέρων· Ὁ Θεὸς οἶδε τὸ καλόν. Ἀλλ' ἤκουσα ὅτι ἠρώτησέ τις τῶν Πατέρων τὸν ἀββᾶν Νιστερῶον τὸν μέγαν, τὸν φίλον τοῦ ἀββᾶ Ἀντωνίου, καὶ εἶπεν αὐτῷ· Ποῖον καλὸν ἔργον ἐστὶν, ἵνα ποιήσω; Καὶ εἶπεν αὐτῷ· Οὐκ εἰσὶ πᾶσαι αἱ ἐργασίαι
145
ἴσαι; ἡ Γραφὴ λέγει, ὅτι Ἀβραὰμ φιλόξενος ἦν, καὶ ὁ Θεὸς ἦν μετ' αὐτοῦ· καὶ Ἠλίας ἠγάπα τὴν ἡσυχίαν, καὶ ὁ Θεὸς ἦν μετ' αὐτοῦ· καὶ ὁ Δαβὶδ ταπεινὸς ἦν, καὶ ὁ Θεὸς ἦν μετ' αὐτοῦ. Ὃ οὖν θεωρεῖς τὴν ψυχήν σου θέλουσαν κατὰ Θεὸν, τοῦτο ποίησον καὶ φύλαξον τὴν καρδίαν σου.
γʹ. Ὁ ἀββᾶς Ἰωσὴφ λέγει τῷ ἀββᾷ Νισθερώῳ· Τί ποιήσω τῇ γλώσσῃ μου ὅτι οὐ δύναμαι κρατῆσαι αὐτῆς; Καὶ λέγει αὐτῷ ὁ γέρων· Ἐὰν οὖν λαλήσῃς, ἔχεις ἀνάπαυσιν; Λέγει αὐτῷ· Οὐχί. Καὶ εἶπεν ὁ γέρων· Εἰ οὐκ ἔχεις ἀνάπαυσιν, διατί λαλεῖς; μᾶλλον σιώπα· καὶ ἐὰν συμβῇ ὁμιλία, πολλὰ ἄκουε μᾶλλον ἢ λάλει.
δʹ. Ἀδελφὸς εἶδε τὸν ἀββᾶν Νισθερῶον φοροῦντα δύο κολόβια, καὶ ἐπηρώτησεν αὐτὸν, λέγων· Ἐὰν πτωχὸς ἔλθῃ, καὶ αἰτήσῃ σε ἱμάτιον, ποῖον δίδως αὐτῷ; Καὶ ἀποκριθεὶς εἶπε· Τὸ κάλλιον. Καὶ λέγει ὁ ἀδελφός· Καὶ ἐὰν ἄλλος αἰτήσῃ σε, τί παρέχεις αὐτῷ; καὶ λέγει ὁ γέρων· Τὸ ἥμισυ τοῦ ἄλλου. Καὶ λέγει ὁ ἀδελφός· Καὶ ἐὰν ἄλλος αἰτήσῃ σε, τί δίδως αὐτῷ; Ὁ δὲ ἔφη· Κόπτω καὶ τὸ λοιπὸν, καὶ δίδωμι αὐτῷ τὸ ἥμισυ, καὶ τὸ λοιπὸν ζώννυμαι. Καὶ πάλιν λέγει· Εἰ δὲ καὶ τοῦτο ζητήσῃ τις παρὰ σοῦ, τί ποιεῖς; Λέγει ὁ γέρων· Παρέχω αὐτῷ τὸ λοιπὸν, καὶ πορευθεὶς κάθημαι εἰς ἕνα τόπον, ἕως οὗ ὁ Θεὸς πέμψῃ καὶ σκεπάσῃ με· οὐ ζητῶ γὰρ παρ' ἄλλου τινός.
εʹ. Εἶπεν ὁ ἀββᾶς Νισθερῶος, ὅτι ὀφείλει ὁ μοναχὸς καθ' ἑσπέραν καὶ πρωΐας λόγον ποιεῖν, Τί ὧν θέλει ὁ Θεὸς ἐποιήσαμεν, καὶ τί ὧν οὐ θέλει οὐκ ἐποιήσαμεν; καὶ οὕτως τρακτεύοντες ἑαυτῶν τὴν πᾶσαν ζωήν. Οὕτως γὰρ ἔζησεν ὁ ἀββᾶς Ἀρσένιος. Σπούδαζε ἑκάστην ἡμέραν παρεστάναι τῷ Θεῷ χωρὶς ἁμαρτίας. Οὕτω προσεύχου τῷ Θεῷ, ὡς παρὼν παρόντι· καὶ γὰρ ἀληθῶς πάρεστι. Μὴ νομοθέτει ἑαυτόν· κρῖνε δὲ μηδένα. Μοναχοῦ ἀλλότριον ὑπάρχει τὸ ὀμνύειν, ἐπιορκεῖν, ψεύδεσθαι, καταρᾶσθαι, ὑβρίζειν, γελᾷν. Ὁ δὲ πλέον τῆς ἀξίας τιμώμενος ἢ ἐπαιρούμενος, πολὺ ζημιοῦται.
Περὶ τοῦ ἐν κοινοβίῳ Νισθερώου.
αʹ. Ἔλεγεν ὁ ἀββᾶς Ποιμὴν περὶ τοῦ ἀββᾶ Νισθερώου, ὅτι ὥσπερ ὁ ὄφις ὁ χαλκοῦς ὃν ἐποίησε Μωϋσῆς εἰς θεραπείαν
146
τοῦ λαοῦ, οὕτως ἦν ὁ γέρων, πᾶσαν ἀρετὴν ἔχων, καὶ σιωπῶν πάντας ἐθεράπευεν.
τοῦ ἀββᾶ Ποιμένος, πόθεν ἐκτήσατο τὴν ἀρετὴν ταύτην, ὅτι ὅτεδήποτε συνέβη θλῖψις εἰς τὸ κοινόβιον, οὐκ ἐλάλει, οὐδὲ ἐμέσαζεν, ἀπεκρίνατο· Συγχώρησόν μοι, ἀββᾶ· ὅτε εἰσῆλθον ἀρχὴν εἰς τὸ κοινόβιον, εἶπον τῷ λογισμῷ μου, ὅτι Σὺ καὶ ὁ ὄνος ἕν ἐστε. Ὥσπερ ὁ ὄνος δέρεται καὶ οὐ λαλεῖ, ὑβρίζεται καὶ οὐδὲν ἀποκρίνεται, οὕτως καὶ σύ· καθὼς ὁ ψαλμὸς λέγει· Κτηνώδης ἐγενήθην παρὰ σοὶ, κἀγὼ διαπαντὸς μετὰ σοῦ.
Περὶ τοῦ ἀββᾶ Νίκωνος.
Ἀδελφὸς ἠρώτησέ τινα τῶν Πατέρων, λέγων· Πῶς ὁ διάβολος τοὺς πειρασμοὺς φέρει ἐπάνω τῶν ἁγίων; Καὶ λέγει αὐτῷ ὁ γέρων, ὅτι Ἦν τις τῶν Πατέρων, ὀνόματι Νίκων, οἰκῶν εἰς τὸ ὄρος τὸ Σινᾶ. Καὶ ἰδού τις ἀπελθὼν εἰς σκηνὴν Φαρανίτου τινὸς, καὶ εὑρὼν τὴν θυγατέρα αὐτοῦ μόνην, ἔπεσε μετ' αὐτῆς. Καὶ λέγει αὐτῇ· Εἰπὲ, ὅτι ὁ ἀναχωρητὴς ὁ ἀββᾶς Νίκων ἐποίησέ μοι οὕτως. Καὶ ἡνίκα ἦλθεν ὁ πατὴρ αὐτῆς, καὶ ἔμαθε, λαβὼν τὸ ξίφος ἀπῆλθεν ἐπάνω τοῦ γέροντος. Καὶ κρούσαντος αὐτοῦ, ἐξῆλθεν ὁ γέρων. Καὶ ἐκτείναντος αὐτοῦ τὸ ξίφος τοῦ φονεῦσαι αὐτὸν, ἀπεξηράνθη ἡ χεὶρ αὐτοῦ. Καὶ ἀπελθὼν ὁ Φαρανίτης, εἶπε τοῖς πρεσβυτέροις· καὶ ἔπεμψαν ἐπ' αὐτόν· καὶ ἦλθεν ὁ γέρων· καὶ ἐπιθέντες αὐτῷ πολλὰς πληγὰς, ἤθελον διῶξαι. Καὶ παρεκάλεσε, λέγων· Ἄφετέ με ὧδε διὰ τὸν Θεὸν, ἵνα μετανοήσω. Καὶ χωρίσαντες αὐτὸν τρία ἔτη, ἔδωκαν ἐντολὴν ἵνα μηδεὶς αὐτῷ παραβάλῃ. Καὶ ἐποίησε τρία ἔτη, ἐρχόμενος κατὰ Κυριακὴν μετανοῶν· καὶ παρεκάλει πάντας, λέγων· Εὔξασθε ὑπὲρ ἐμοῦ. Ὕστερον δὲ ἐδαιμονίσθη ὁ ποιήσας τὴν ἁμαρτίαν, καὶ τὸν πειρασμὸν ἐπάνω τοῦ ἀναχωρητοῦ βαλών· καὶ ὡμολόγησεν εἰς τὴν ἐκκλησίαν, ὅτι Ἐγὼ ἐποίησα τὴν ἁμαρτίαν, καὶ εἶπον συκοφαντῆσαι τὸν δοῦλον τοῦ Θεοῦ. Καὶ ἀπελθὼν πᾶς ὁ λαὸς, μετενόησε τῷ γέροντι, λέγοντες· Συγχώρησον ἡμῖν, ἀββᾶ. Καὶ λέγει αὐτοῖς· Τὸ μὲν συγχωρῆσαι, συγκεχώρηται ὑμῖν· τὸ δὲ μεῖναι, οὐκ ἔτι μένω ὧδε μεθ' ὑμῶν, ὅτι οὐχ
147
εὑρέθη εἷς ἔχων διάκρισιν, συμπαθῆσαι μετ' ἐμοῦ. Καὶ οὕτως ἀνεχώρησεν ἐκεῖθεν. Καὶ εἶπεν ὁ γέρων· Θεωρεῖς πῶς ὁ διάβολος φέρει τοὺς πειρασμοὺς ἐπάνω τῶν ἁγίων.
Περὶ τοῦ ἀββᾶ Νετρᾶ.
Διηγήσαντο περὶ τοῦ ἀββᾶ Νετρᾶ μαθητοῦ τοῦ ἀββᾶ Σιλουανοῦ, ὅτι ὅτε ἐκάθητο εἰς τὸ κελλίον αὐτοῦ ἐν τῷ ὄρει τῷ Σινᾷ, συμμέτρως ἐδιοίκει ἑαυτὸν πρὸς τὴν χρείαν τοῦ σώματος· ὅτε δὲ ἐγένετο ἐπίσκοπος εἰς Φαρὰν, πολλὰ ἔσφιγγεν ἑαυτὸν εἰς σκληραγωγίαν. Καὶ λέγει αὐτῷ ὁ μαθητὴς αὐτοῦ· Ἀββᾶ, ὅτε ἤμεθα εἰς τὴν ἔρημον, οὐκ ἤσκεις οὕτως. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ἐκεῖ ἔρημος ἦν, καὶ ἡσυχία, καὶ πτωχεία, καὶ ἤθελον κυβερνῆσαι τὸ σῶμα, ἵνα μὴ ἀσθενήσω, καὶ ζητήσω ἃ οὐκ εἶχον. Νῦν δὲ κόσμος ἐστὶ, καὶ ἀφορμαί εἰσιν· ἐὰν δὲ καὶ ἀσθενήσω ὧδε, ἔστιν ὁ ἀντιλαμβανόμενός μου, ἵνα ἡ ἀπολέσω τὸν μοναχόν.
Περὶ τοῦ ἀββᾶ Νικήτα.
Ἔλεγεν ὁ ἀββᾶς Νικήτας περί τινων ἀδελφῶν δύο, ὅτι συνῆλθον θέλοντες οἰκῆσαι ὁμοῦ. Ἐλογίσατο δὲ ὁ εἷς ἐν ἑαυτῷ, ὅτι Εἴ τι θέλει ὁ ἀδελφός μου, ἐκεῖνο ποιῶ. Ὁμοίως καὶ ὁ ἕτερος ἐλογίσατο, ὅτι Τὸ θέλημα τοῦ ἀδελφοῦ μου ποιήσω. Καὶ ἔζησαν ἐπὶ ἔτη πολλὰ μετὰ πολλῆς ἀγάπης. Ἰδὼν δὲ ὁ ἐχθρὸς, ἀπῆλθε θέλων χωρίσαι αὐτούς· καὶ σταθεὶς εἰς τὸ πρόθυρον, ἐφαίνετο τῷ ἑνὶ ὡσεὶ περιστερὰ, καὶ τῷ ἑτέρῳ ὡσεὶ κορώνη. Λέγει ὁ εἷς· Βλέπεις τὸ περιστέριον τοῦτο; Λέγει ἐκεῖνος· Κορώνη ἐστίν. Καὶ ἤρξαντο φιλονεικεῖν ἄλλος ἄλλῳ λέγων, καὶ ἀναστάντες, συνέβαλον μάχην μέχρις αἵματος, εἰς τελείαν χαρὰν τοῦ ἐχθροῦ, καὶ ἐχωρίσθησαν. Μετὰ δὲ τρεῖς ἡμέρας ἀνένευσαν εἰς ἑαυτοὺς ἐλθόντες· καὶ ποιήσαντες ἑαυτοῖς μετάνοιαν, ὡμολόγουν ὃ ἕκαστος αὐτῶν ἐλογίζετο τὸ ὁραθὲν πετηνόν· καὶ γνόντες τὸν πόλεμον τοῦ ἐχθροῦ, ἔμειναν μέχρι τέλους μὴ χωρισθέντες.
Ἀρχὴ τοῦ Ξ στοιχείου.
148
Περὶ τοῦ ἀββᾶ Ξοΐου.
αʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ξόϊον, λέγων· Ἐὰν εὑρεθῶ πούποτε, καὶ φάγω τρία ψωμία, μὴ πολύ ἐστι; Λέγει αὐτῷ ὁ γέρων· Εἰς τὴν ἅλωνα ἦλθες, ἀδελφέ; Εἶπε δὲ πάλιν· Ἐὰν πίω τρία ποτήρια οἴνου, μὴ πολύ ἐστι; Λέγει αὐτῷ· Ἐὰν οὐκ ἔστι δαίμων, οὐκ ἔνι πολύ· ἐὰν δὲ ἔνι, πολύ ἐστιν. Ὁ γὰρ οἶνος ἀλλότριός ἐστι τῶν μοναχῶν τῶν κατὰ Θεὸν ζώντων.
βʹ. Ἔλεγέ τις τῶν Πατέρων περὶ τοῦ ἀββᾶ Ξοΐου τοῦ Θηβαίου, ὅτι εἰσῆλθέ ποτε εἰς τὸ ὄρος τὸ Σινᾶ· καὶ ἐξερχομένου αὐτοῦ ἐκεῖθεν, συνήντησεν αὐτῷ, ἀδελφὸς, καὶ στενάζων ἔλεγε· Θλιβόμεθα. ἀββᾶ, διὰ τὴν ἀβροχίαν. Λέγει αὐτῷ ὁ γέρων· Καὶ διατί οὐκ εὔχεσθε καὶ παρακαλεῖτε τὸν Θεόν; Λέγει αὐτῷ ὁ ἀδελφός· Καὶ εὐχόμεθα, καὶ λιτανεύομεν, καὶ οὐ βρέχει. Λέγει αὐτῷ ὁ γέρων· Πάντως οὐκ εὔχεσθε ἐκτενῶς. Θέλεις δὲ γνῶναι ὅτι οὕτως ἐστί; Καὶ ἐξέτεινε τὰς χεῖρας εἰς τὸν οὐρανὸν ἐν προσευχῇ, καὶ παραχρῆμα ἔβρεξεν. Ἰδὼν δὲ ὁ ἀδελφὸς ἐφοβήθη, καὶ ἔπεσεν ἐπὶ πρόσωπον, καὶ προσεκύνησεν αὐτῷ. Ὁ δὲ γέρων ἔφυγεν. Ὁ δὲ ἀδελφὸς ἀνήγγειλε πᾶσι τὸ γεγονός. Καὶ οἱ ἀκούσαντες ἐδόξασαν τὸν Θεόν.
Περὶ τοῦ ἀββᾶ Ξανθία.
αʹ. Εἶπεν ὁ ἀββᾶς Ξανθίας· Ὁ λῃστὴς ἐν τῷ σταυρῷ ἦν, καὶ ἀπὸ λόγου ἑνὸς ἐδικαιώθη· καὶ Ἰούδας μετὰ τῶν ἀποστόλων συνηριθμημένος ἦν, καὶ ἐν νυκτὶ μιᾷ ἀπώλεσε πάντα τὸν κάματον, καὶ κατέβη ἐξ οὐρανῶν εἰς ᾅδην. Διὸ μηδεὶς εὐπραγῶν καυχάσθω· πάντες γὰρ οἱ πεποιθότες ἐφ' ἑαυτοῖς ἔπεσον.
βʹ. Ἀνέβη ποτὲ ὁ ἀββᾶς Ξανθίας ἀπὸ Σκήτεως εἰς Τερενοῦθιν· καὶ ὅπου κατέλυσε, διὰ τὸν κόπον τῆς ἀσκήσεως ἤνεγκαν αὐτῷ ὀλίγον οἶνον. Ἀκούσαντες δέ τινες ἤνεγκαν αὐτῷ δαιμονιζόμενον. Καὶ ἤρξατο ὁ δαίμων λοιδορεῖν τὸν γέροντα· Πρὸς τὸν οἰνοπότην τοῦτον ἠνέγκατέ με. Καὶ ὁ μὲν γέρων οὐκ ἤθελεν αὐτὸν ἐκβαλεῖν· διὰ δὲ τὸν ὀνειδισμὸν ἔλεγε· Πιστεύω τῷ Χριστῷ, ὅτι οὐ μὴ τελέσω τὸ ποτήριον τοῦτο, ἕως οὗ ἐξέλθῃς. Καὶ ὡς ἤρξατο ὁ
149
γέρων πίνειν, ἔκραξεν ὁ δαίμων, λέγων· Καίεις με, καίεις με. Καὶ πρὸ τοῦ τελέσαι, ἐξῆλθε διὰ τῆς χάριτος τοῦ Χριστοῦ.
γʹ. Ὁ αὐτὸς εἶπεν, ὅτι Ὁ κύων κρείσσων μού ἐστι· διότι καὶ ἀγάπην ἔχει, καὶ εἰς κρίσιν οὐκ ἔρχεται.
Ἀρχὴ τοῦ Ο στοιχείου.
Περὶ τοῦ ἀββᾶ Ὀλυμπίου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Ὀλύμπιος, ὅτι Κατέβη ποτὲ ἱερεὺς τῶν Ἑλλήνων εἰς Σκῆτιν, καὶ ἦλθεν εἰς τὸ κελλίον μου, καὶ ἐκοιμήθη· καὶ θεασάμενος τὴν διαγωγὴν τῶν μοναχῶν, λέγει μοι· Οὕτως διάγοντες, οὐδὲν θεωρεῖτε παρὰ τῷ Θεῷ ὑμῶν; Καὶ λέγω αὐτῷ· Οὐχί. Καὶ λέγει μοι ὁ ἱερεύς· Τέως ἡμῶν ἱερουργούντων τῷ Θεῷ ἡμῶν, οὐδὲν κρύπτει ἀφ' ἡμῶν, ἀλλὰ ἀποκαλύπτει ἡμῖν τὰ μυστήρια αὐτοῦ· καὶ ὑμεῖς τοσούτους κόπους ποιοῦντες, ἀγρυπνίας, ἡσυχίας καὶ ἀσκήσεις, λέγεις ὅτι Οὐδὲν θεωροῦμεν; Πάντως οὖν, εἰ οὐδὲν θεωρεῖτε, λογισμοὺς πονηροὺς ἔχετε εἰς τὰς καρδίας ὑμῶν, τοὺς χωρίζοντας ὑμᾶς ἀπὸ τοῦ Θεοῦ ὑμῶν, καὶ διὰ τοῦτο οὐκ ἀποκαλύπτεται ὑμῖν τὰ μυστήρια αὐτοῦ. Καὶ ἀπῆλθον, καὶ ἀνήγγειλα τοῖς γέρουσι τὰ ῥήματα τοῦ ἱερέως. Καὶ ἐθαύμασαν, καὶ εἶπαν ὅτι οὕτως ἐστίν. Οἱ γὰρ ἀκάθαρτοι λογισμοὶ χωρίζουσι τὸν Θεὸν ἀπὸ τοῦ ἀνθρώπου.
βʹ. Ὁ ἀββᾶς Ὀλύμπιος ὁ τῶν Κελλίων ἐπολεμήθη εἰς πορνείαν. Καὶ λέγει αὐτῷ ὁ λογισμός· Ὕπαγε, λάβε γυναῖκα. Καὶ ἀναστὰς ἐποίησε πηλὸν, καὶ ἔπλασε γυναῖκα, καὶ λέγει ἑαυτῷ· Ἰδοὺ ἡ γυνή σου· χρεία οὖν ἐργάζεσθαι πολλὰ, ἵνα θρέψεις αὐτήν. Καὶ ἠργάζετο κοπιῶν πολλά. Καὶ μεθ' ἡμέραν, πάλιν ποιήσας πηλὸν, ἔπλασεν ἑαυτῷ θυγατέρα, καὶ λέγει τῷ λογισμῷ αὐτοῦ· Ἔτεκεν ἡ γυνή σου· χρείαν ἔχεις περισσότερον ἐργάσασθαι, ἵνα δυνηθῇς θρέψαι τὸ τέκνον σου, καὶ σκεπάσαι. Καὶ οὕτως ποιῶν ἔτηξεν ἑαυτὸν, καὶ λέγει τῷ λογισμῷ· Οὐκ ἔτι ἰσχύω ὑποφέρειν τὸν κόπον. Καὶ εἶπεν· Εἰ οὐκ ἰσχύεις ὑποφέρειν τὸν κόπον, μηδὲ γυναῖκα ζητήσῃς. Καὶ ἰδὼν ὁ Θεὸς τὸν κόπον αὐτοῦ, ἦρεν ἀπ' αὐτοῦ τὸν πόλεμον, καὶ ἀνεπάη.
150
Περὶ τοῦ ἀββᾶ Ὀρσισίου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Ὀρσίσιος· Πλίνθος ὠμὴ, βαλλομένη εἰς θεμέλιον ἐγγὺς ποταμοῦ, οὐχ ὑπομένει μίαν ἡμέραν· ὀπτὴ δὲ, ὡς λίθος διαμένει. Οὕτως ἄνθρωπος σαρκικὸν φρόνημα ἔχων, καὶ μὴ πυρωθεὶς κατὰ τὸν Ἰωσὴφ τῷ φόβῳ τοῦ Θεοῦ, λύεται προελθὼν εἰς ἀρχήν. Πολλοὶ γὰρ τῶν τοιούτων οἱ πειρασμοὶ, ἐν μέσῳ ἀνθρώπων ὄντων. Καλὸν δέ τινα εἰδότα τὰ ἴδια μέτρα, ἀποφεύγειν τὸ βάρος τῆς ἀρχῆς. Οἱ δὲ ἑδραῖοι τῇ πίστει, ἀμετακίνητοί εἰσι. Περὶ αὐτοῦ γὰρ τοῦ ἁγιωτάτου Ἰωσὴφ ἐὰν θελήσῃ τις λαλῆσαι, λέγει, ὅτι οὐκ ἐπίγειος ἦν. Πόσα ἐπειράσθη, καὶ ἐν ποίᾳ χώρᾳ, ὅπου οὐκ ἦν τότε ἴχνος θεοσεβείας; Ἀλλ' ὁ Θεὸς τῶν πατέρων αὐτοῦ ἧν μετ' αὐτοῦ, καὶ ἐξείλετο αὐτὸν ἐκ πάσης θλίψεως, καὶ νῦν ἐστι μετὰ τῶν πατέρων αὐτοῦ ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν. Καὶ ἡμεῖς τοίνυν ἐπιγνόντες τὰ ἑαυτῶν μέτρα, ἀγωνισώμεθα· μόλις γὰρ οὕτω δυνησόμεθα ἐκφυγεῖν τὴν κρίσιν τοῦ Θεοῦ.
βʹ. Εἶπε πάλιν· Νομίζω ἐὰν μὴ ἄνθρωπος φυλάξῃ τὴν ἑαυτοῦ καρδίαν καλῶς, πάντα ὅσα ἤκουσεν ἐπιλανθάνεται καὶ ἀμελεῖ· καὶ οὕτως ὁ ἐχθρὸς εὑρὼν ἐν αὐτῷ τόπον, καταβάλλει αὐτόν. Ὥσπερ γὰρ λύχνος σκευασθεὶς καὶ φαίνων, ἐὰν ἀμεληθῇ λαβεῖν ἔλαιον, κατ' ὀλίγον σβέννυται, καὶ λοιπὸν ἐνδυναμοῦται τὸ σκότος κατ' αὐτοῦ· οὐ μόνον δὲ, ἀλλὰ καὶ ἔνι ὅταν καὶ μῦς περὶ αὐτὸν ἐρχόμενος καὶ ζητῶν τὸ ἐλλύχνιον καταφαγεῖν, πρὸ μὲν τοῦ σβεσθῆναι τὸ ἔλαιον, οὐ δύναται· ἐὰν δὲ ἴδῃ ὅτι οὐ μόνον φῶς οὐκ ἔχει, ἀλλ' οὐδὲ θέρμην πυρὸς, τότε τὸ ἐλλύχνιον ἀνασπάσαι θέλων, καταβάλλει καὶ τὸν λύχνον· καὶ ἐὰν μὲν ᾖ ὀστράκινον, συντρίβεται· ἐὰν δὲ χαλκοῦν εὑρεθῇ, ὑπὸ τοῦ οἰκοδεσπότου σκευάζεται ἄνωθεν· οὕτως ἀμελούσης ψυχῆς, ὅσον ὅσον τὸ Πνεῦμα τὸ ἅγιον ὑποχωρεῖ, ἕως τέλεον ἀποσβεσθῇ τῆς θέρμης αὐτῆς· καὶ λοιπὸν ὁ ἐχθρὸς, καταφαγὼν τὴν προθυμίαν τῆς ψυχῆς, καὶ τὸ σῶμα ἀφανίζει κακία. Ἐὰν δὲ ᾖ ἐκεῖνος καλὸς τῇ διαθέσει πρὸς τὸν Θεὸν, ἁπλῶς δὲ ἡρπάγει εἰς ἀμέλειαν, ὁ Θεὸς ὡς οἰκτίρμων, βαλὼν εἰς αὐτὸν τὸν φόβον αὐτοῦ, καὶ τῶν κολάσεων τὴν μνήμην, παρασκευάζει νήφειν αὐτὸν, καὶ
151
τηρεῖν ἑαυτὸν εἰς τὰ ἔμπροσθεν μετὰ ἀσφαλείας πολλῆς, ἕως τῆς ἐπισκοπῆς αὐτοῦ.
Ἀρχὴ τοῦ Π στοιχείου.
Περὶ τοῦ ἀββᾶ Ποιμένος.
αʹ. Ἀπῆλθέ ποτε ὁ ἀββᾶς Ποιμὴν, ὅτε ἦν νεώτερος, πρός τινα γέροντα, ἐρωτῆσαι αὐτῷ τρεῖς λογισμούς. Ὡς οὖν ἦλθε πρὸς τὸν γέροντα, ἐληθάργησεν ἕνα ἐκ τῶν τριῶν· καὶ ἀνέκαμψεν εἰς τὸ κελλίον ἑαυτοῦ· καὶ ὡς ἔθηκε τὴν χεῖρα ἀνοῖξαι τὸ κλειδίον, ἐμνήσθη τὸν λόγον ὃν ἐληθάργησε· καὶ ἀφῆκε τὸ κλειδίον, καὶ ἀνέκαμψε πρὸς τὸν γέροντα. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ἐτάχυνας τοῦ ἐλθεῖν, ἀδελφέ. Καὶ διηγήσατο αὐτῷ, ὅτι Ὅτε ἔθηκα τὴν χεῖρά μου λαβεῖν τὸ κλειδίον, ἐμνήσθην τὸν λόγον ὃν ἐζήτουν, καὶ οὐκ ἤνοιξα, διὰ τοῦτο ἀνέκαμψα. Ἦν δὲ τὸ μῆκος τῆς ὁδοῦ πολὺ σφόδρα. Ἔλεγε δὲ αὐτῷ ὁ γέρων· Ἀγγέλων Ποιμήν· καὶ λαληθήσεταί σου τὸ ὄνομα ἐν πάσῃ γῇ Αἰγύπτου.
βʹ. Ἔσχε ποτὲ Παήσιος ὁ ἀδελφὸς τοῦ ἀββᾶ Ποιμένος σχέσιν μετά τινος ἔξω τοῦ κελλίου αὐτοῦ. Ὁ δὲ ἀββᾶς Ποιμὴν οὐκ ἤθελε, καὶ ἀναστὰς ἔφυγε πρὸς τὸν ἀββᾶν Ἀμμωνᾶν, καὶ λέγει αὐτῷ· Παήσιος ὁ ἀδελφός μου ἔχει πρός τινα σχέσιν, καὶ οὐκ ἀναπαύομαι. Λέγει αὐτῷ ὁ ἀββᾶς Ἀμμωνᾶς· Ποιμὴν, ἀκμὴν ζῇς; Ὕπαγε, κάθου εἰς τὸ κελλίον σου, καὶ θὲς εἰς τὴν καρδίαν σου, ὅτι ἤδη ἔχεις ἐνιαυτὸν ἐν τῷ μνήματι.
γʹ. Ἦλθόν ποτε πρεσβύτεροι τῆς χώρας εἰς τὰ μοναστήρια ὅπου ἦν ὁ ἀββᾶς Ποιμήν· καὶ εἰσῆλθεν ὁ ἀββᾶς Ἀνοὺβ, καὶ λέγει αὐτῷ· Καλέσωμεν τοὺς πρεσβυτέρους ὧδε σήμερον. Καὶ στάντος αὐτοῦ ἐπὶ πολὺ, οὐκ ἔδωκεν αὐτῷ ἀπόκρισιν. Καὶ λυπηθεὶς ἐξῆλθε. Λέγουσιν αὐτῷ οἱ καθήμενοι ἐγγὺς αὐτοῦ· Ἀββᾶ, διατί οὐκ ἔδωκας αὐτῷ ἀπόκρισιν; Λέγει αὐτοῖς ὁ ἀββᾶς Ποιμήν· Ἐγὼ πρᾶγμα οὐκ ἔχω· ἀπέθανον γάρ· ὁ δὲ νεκρὸς οὐ λαλεῖ.
δʹ. Γέρων τις ἦν ἐν Αἰγύπτῳ πρὸ τοῦ ἐλθεῖν τοὺς περὶ τὸν ἀββᾶν Ποιμένα, καὶ εἶχε γνῶσιν καὶ τιμὴν πολλήν. Ὡς οὖν ἀνέβησαν οἱ περὶ τὸν ἀββᾶν Ποιμένα ἀπὸ τῆς Σκήτεως,
152
ἀφῆκαν αὐτὸν οἱ ἄνθρωποι, καὶ ἤρχοντο πρὸς τὸν ἀββᾶν Ποιμένα. Καὶ ἐθλίβετο, καὶ λέγει τοῖς ἀδελφοῖς αὐτοῦ· Τί ποιήσωμεν τῷ μεγάλῳ γέροντι τούτῳ, ὅτι εἰς θλίψιν ἔβαλον ἡμᾶς οἱ ἄνθρωποι, καταλιπόντες τὸν γέροντα, καὶ ἡμῖν μηδὲν οὖσι προσέχοντες; πῶς οὖν δυνάμεθα θεραπεῦσαι τὸν γέροντα; Λέγει δὲ αὐτοῖς· Ποιήσατε μικρὰ βρώματα, καὶ λάβετε σαΐτην οἴνου· καὶ ἄγωμεν πρὸς αὐτὸν, γευσώμεθα ὁμοῦ· τάχα ἐν τούτῳ δυνησώμεθα θεραπεῦσαι αὐτόν. Ἐβάστασαν οὖν τὰ βρώματα, καὶ ἀπῆλθον. Καὶ ὡς ἔκρουσαν τὴν θύραν, ἐπήκουσεν ὁ μαθητὴς αὐτοῦ, λέγων· Τίνες ἐστέ; Οἱ δὲ εἶπον· Λάλησον τῷ ἀββᾷ, ὅτι ὁ Ποιμήν ἐστι θέλων εὐλογηθῆναι παρὰ φοῦ. Καὶ τοῦτο τοῦ μαθητοῦ ἀναγγείλαντος, ἐδήλωσεν, εἰπών· Ὕπαγε, οὐ σχολάζω. Οἱ δὲ ὑπέμειναν εἰς τὸ καῦμα, λέγοντες· Οὐκ ἀναχωροῦμεν, ἐὰν μὴ καταξιωθῶμεν τοῦ γέροντος. Ὁ δὲ γέρων, ἰδὼν τὴν ταπείνωσιν αὐτῶν καὶ τὴν ὑπομονὴν, κατανυγεὶς, ἀνέῳξεν αὐτοῖς. Καὶ εἰσελθόντες ἐγεύσαντο μετ' αὐτοῦ. Ἐσθιόντων δὲ αὐτῶν, ἔλεγε· Ἐπ' ἀληθείας, οὐκ εἰσὶ μόνα ἃ ἀκήκοα περὶ ὑμῶν, ἀλλ' ἑκατονταπλασίονα εἶδον ἐν τῷ ἔργῳ ὑμῶν. Ἐγένετο δὲ αὐτῶν φίλος ἀπὸ τῆς ἡμέρας ἐκείνης.
εʹ. Ἠθέλησέ ποτε ὁ ἄρχων τῆς χώρας ἐκείνης ἰδεῖν τὸν ἀββᾶν Ποιμένα, καὶ οὐ κατεδέχετο ὁ γέρων. Προφάσει δὲ ὡς κακοῦργον κατέσχε τὸν υἱὸν τῆς ἀδελφῆς αὐτοῦ, καὶ ἔβαλεν εἰς φυλακὴν, λέγων· Ἐὰν ἔλθῃ ὁ γέρων, καὶ παρακαλέσῃ ὑπὲρ αὐτοῦ, ἐγὼ ἀπολύω αὐτόν. Καὶ ἦλθεν ἡ ἀδελφὴ αὐτοῦ κλαίουσα πρὸς τῇ θύρᾳ. Ὁ δὲ οὐκ ἔδωκεν αὐτῇ ἀπόκρισιν. Ἡ δὲ ἐλοιδόρει αὐτὸν, λέγουσα· Χαλκόσπλαγχνε, ἐλέησόν με, ὅτι μονογενής μοί ἐστιν. Ὁ δὲ πέμψας εἶπεν αὐτῇ· Ποιμὴν τέκνα οὐκ ἐγέννησε. Καὶ οὕτως ἀνεχώρησεν. Ἀκούσας δὲ ἄρχων, ἔπεμψε λέγων· Κἂν λόγῳ κελεύσῃ, ἀπολύω αὐτόν. Ὁ δὲ γέρων ἀντεδήλωσε, λέγων· Ἐξέτασον κατὰ τοὺς νόμους· καὶ εἰ ἄξιός ἐστι θανάτου, ἀποθανέτω· εἰ δὲ οὐκ ἔστιν, ὡς βούλει ποίησον.
ϛʹ. Ἐσφάλη ποτὲ ἀδελφὸς ἐν κοινοβίῳ· ἦν δὲ ἐν τοῖς τόποις ἐκείνοις ἀναχωρητής· καὶ πολλῷ χρόνῳ οὐ προῆλθεν. Ἐλθὼν δὲ ὁ ἀββᾶς τοῦ κοινοβίου πρὸς τὸν γέροντα, ἀνήγγειλεν αὐτῷ περὶ τοῦ σφαλέντος. Ὁ δὲ εἶπε· Διώξατε
153
αὐτόν. Ἐξελθὼν δὲ ὁ ἀδελφὸς τοῦ κοινοβίου, εἰσῆλθεν εἰς χαράδραν, καὶ ἔκλαιεν ἐκεῖ. Εὐκαίρησαν δὲ ἀδελφοὶ ἀπερχόμενοι πρὸς τὸν ἀββᾶν Ποιμένα, καὶ ἤκουσαν αὐτοῦ κλαίοντος· καὶ εἰσελθόντες εὗρον αὐτὸν ἐν μεγάλῳ πόνῳ· καὶ παρεκάλεσαν αὐτὸν ἆραι πρὸς τὸν γέροντα. Καὶ οὐκ ἤθελε, λέγων· Ὧδε ἐγὼ ἀποθνήσκω. Ἐλθόντες δὲ πρὸς τὸν ἀββᾶν Ποιμένα διηγήσαντο αὐτῷ. Καὶ παρακαλέσας αὐτοὺς, ἀπέστειλε λέγων· Εἴπατε αὐτῷ, ὅτι Ὁ ἀββᾶς Ποιμὴν φωνεῖ σε. Ἦλθε δὲ πρὸς αὐτὸν ὁ ἀδελφός· καὶ ἰδὼν αὐτὸν ὁ γέρων τεθλιμμένον, ἀναστὰς ἠσπάσατο, καὶ χαριεντιζόμενος μετ' αὐτοῦ, παρεκάλεσε γεύσασθαι. Ἀπέστειλε δὲ ὁ ἀββᾶς Ποιμὴν τῶν ἀδελφῶν αὐτοῦ τινα πρὸς τὸν ἀναχωρητὴν, λέγων· Ἐκ πολλῶν ἐτῶν ἐπεθύμουν σε ἰδεῖν, ἀκούων τὰ περὶ σοῦ, καὶ ἀπὸ ὀκνηρίας ἀμφοτέρων οὐ συνετύχομεν ἀλλήλοις. Νῦν οὖν Θεοῦ θέλοντος, καὶ ἀφορμῆς γενομένης, σκύλθητι ἕως τῶν ὧδε καὶ βλέπομεν ἀλλήλους. Ἦν δὲ μὴ ἐξερχόμενος ἐκ τοῦ κελλίου αὐτοῦ· καὶ ἀκούσας ἔλεγεν· Εἰ μὴ ὁ Θεὸς ἐπληροφόρησε τὸν γέροντα, οὐκ ἂν ἔπεμψεν ἐπ' ἐμέ. Καὶ ἀναστὰς ἦλθε πρὸς αὐτόν. Καὶ ἀσπασάμενοι ἀλλήλους μετὰ χαρᾶς ἐκάθισαν. Εἶπε δὲ αὐτῷ ἀββᾶς Ποιμήν· Δύο ἄνθρωποι ἦσαν ἐν τόπῳ τινὶ, καὶ ἀμφότεροι νεκροὺς εἶχον· ἀφῆκε δὲ ὁ εἷς τὸν νεκρὸν αὐτοῦ, καὶ ἀπῆλθε κλαῦσαι τὸν τοῦ ἑτέρου. Ἀκούσας δὲ ὁ γέρων κατενύγη ἐπὶ τῷ λόγῳ, καὶ ἐμνήσθη ὃ ἐποίησε, καὶ εἶπεν· Ποιμὴν, ἄνω εἰς τὸν οὐρανόν· ἐγὼ δὲ κάτω κάτω εἰς τὴν γῆν.
ζʹ. Παρέβαλόν ποτε γέροντες πολλοὶ τῷ ἀββᾷ Ποιμένι· καὶ ἰδού τις τῶν τοῦ ἀββᾶ Ποιμένος εἶχε παιδίον, καὶ τὸ πρόσωπον αὐτοῦ κατ' ἐνέργειαν ἐστράφη ὀπίσω. Καὶ ἰδὼν ὁ πατὴρ αὐτοῦ τὸ πλῆθος τῶν Πατέρων, λαβὼν τὸ παιδίον ἔξω τοῦ μοναστηρίου ἐκάθητο κλαίων. Εὐκαίρησε δέ τινι γέροντι ἐξελθεῖν· καὶ ἰδὼν αὐτὸν εἶπε· Τί κλαίεις, ἄνθρωπε; Ὁ δὲ εἶπε· Συγγενής εἰμι τοῦ ἀββᾶ Ποιμένος· καὶ ἰδοὺ συνέβη τῷ παιδίῳ τούτῳ ὁ πειρασμὸς οὗτος· καὶ θέλοντες τῷ γέροντι προσενεγκεῖν αὐτὸ, ἐφοβήθημεν· οὐ γὰρ θέλει ἰδεῖν ἡμᾶς. Καὶ νῦν ἐὰν μάθῃ ὅτι ὧδέ εἰμι, πέμπει καὶ διώκει με· ἐγὼ δὲ βλέπων τὴν παρουσίαν ὑμῶν, ἐτόλμησα ἐλθεῖν.
154
Ὡς θέλεις οὖν, ἀββᾶ, ἐλέησόν με, καὶ λάβε τὸ παιδίον ἔσω, καὶ εὔξασθε περὶ αὐτοῦ. Καὶ λαβὼν αὐτὸ ὁ γέρων εἰσῆλθε, καὶ ἐχρήσατο φρονίμως, καὶ οὐ προσήνεγκεν αὐτὸ εὐθέως τῷ ἀββᾷ Ποιμένι, ἀλλὰ ἀρξάμενος ἀπὸ τῶν μικροτέρων ἀδελφῶν, ἔλεγε· Σφραγίσατε τὸ παιδίον. Ποιήσας δὲ πάντας κατὰ ἀκολουθίαν σφραγῖσαι αὐτὸ, ὕστερον ἤνεγκε τῷ ἀββᾷ Ποιμένι. Ὁ δὲ οὐκ ἤθελε αὐτὸ ἐγγίσαι. Οἱ δὲ παρεκάλουν αὐτὸν, λέγοντες· Ὥσπερ πάντες, καὶ σὺ, Πάτερ. Καὶ στενάξας, ἀναστὰς εὔξατο, λέγων· Ὁ Θεὸς, ἴασαι τὸ πλάσμα σου, ἵνα μὴ κυριευθῇ ὑπὸ τοῦ ἐχθροῦ. Καὶ σφραγίσας αὐτὸ εὐθέως ἐθεράπευσε, καὶ ἀπέδωκε τῷ πατρὶ αὐτοῦ ὑγιές.
ηʹ. Ἀπῆλθέ τις ἀδελφός ποτε ἀπὸ τῶν μερῶν τοῦ ἀββᾶ Ποιμένος ἐπὶ ξένης· καὶ κατήντησε πρός τινα ἀναχωρητὴν ἐκεῖ· ἦν γὰρ ἔχων ἀγάπην, καὶ πολλοὶ ἤρχοντο πρὸς αὐτόν. Ἀνήγγειλε δὲ αὐτῷ ὁ ἀδελφὸς τὰ περὶ τοῦ ἀββᾶ Ποιμένος. Καὶ ἀκούσας τὴν ἀρετὴν αὐτοῦ ἐπεπόθησεν αὐτὸν ἰδεῖν. Ἀνακάμψαντος δὲ τοῦ ἀδελφοῦ εἰς Αἴγυπτον, μετὰ χρόνον τινὰ ἀναστὰς ὁ ἀναχωρητὴς, ἦλθεν ἀπὸ τῆς ξένης εἰς Αἴγυπτον πρὸς τόν ποτε παραβαλόντα αὐτῷ ἀδελφόν· ἦν γὰρ εἰπὼν αὐτῷ ποῦ μένει. Ἰδὼν δὲ αὐτὸν ἐκεῖνος ἐθαύμασε, καὶ ἐχάρη λίαν. Εἶπε δὲ ὁ ἀναχωρητής· Ποίησον ἀγάπην, ἆρόν με πρὸς τὸν ἀββᾶν Ποιμένα. Καὶ λαβὼν αὐτὸν ἦλθε πρὸς τὸν γέροντα, καὶ ἀνήγγειλεν αὐτῷ τὰ περὶ αὐτοῦ, λέγων, ὅτι Μέγας ἄνθρωπός ἐστι, καὶ πολλὴν ἀγάπην ἔχων, καὶ πολλὴν τιμὴν εἰς τὴν χώραν αὐτοῦ. Ἀνήγγειλα δὲ αὐτῷ περὶ σοῦ, καὶ ἐπιθυμῶν ἰδεῖ σε ἦλθεν. Ἐδέξατο οὖν αὐτὸν μετὰ χαρᾶς, καὶ ἀσπασάμενοι ἀλλήλους ἐκάθισαν. Καὶ ἤρξατο ὁ ξενικὸς λαλεῖν ἀπὸ τῆς Γραφῆς, περὶ πνευματικῶν καὶ οὐρανίων. Ἔστρεψε δὲ ὁ ἀββᾶς Ποιμὴν τὸ πρόσωπον αὐτοῦ, καὶ οὐκ ἔδωκεν αὐτῷ ἀπόκρισιν. Ἰδὼν δὲ ὅτι οὐ λαλεῖ μετ' αὐτοῦ, λυπηθεὶς ἐξῆλθε, καὶ λέγει τῷ ἀδελφῷ τῷ ἐνέγκαντι αὐτόν· Εἰς μάτην ἐποίησα ὅλην τὴν ἀποδημίαν ταύτην. Ἦλθον γὰρ πρὸς τὸν γέροντα· καὶ ἰδοὺ οὐδὲ λαλῆσαι θέλει μετ' ἐμοῦ. Εἰσῆλθε δὲ ὁ ἀδελφὸς πρὸς τὸν ἀββᾶν Ποιμένα, καὶ λέγει αὐτῷ· Ἀββᾶ, διὰ σὲ ἦλθεν ὁ μέγας ἄνθρωπος οὗτος, ἔχων τοσαύτην
155
δόξαν εἰς τὸν τόπον αὐτοῦ· καὶ διατί οὐκ ἐλάλησας μετ' αὐτοῦ; Λέγει αὐτῷ ὁ γέρων· Αὐτὸς τῶν ἄνω ἐστὶ, καὶ ἐπουράνια λαλεῖ, ἐγὼ δὲ τῶν κάτω εἰμὶ, καὶ ἐπίγεια λαλῶ. Εἰ ἐλάλησέ μοι περὶ παθῶν ψυχῆς, ἐγὼ ἂν ἀπεκρινάμην αὐτῷ· εἰ δὲ περὶ πνευματικῶν, ἐγὼ ταῦτα οὐκ οἶδα. Ἐξελθὼν οὖν ὁ ἀδελφὸς εἶπεν αὐτῷ· Ὁ γέρων οὐ ταχέως ἀπὸ Γραφῆς λαλεῖ· ἀλλ' ἐάν τις αὐτῷ λαλῇ περὶ παθῶν ψυχῆς, ἀποκρίνεται αὐτῷ. Ὁ δὲ κατανυγεὶς εἰσῆλθε πρὸς τὸν γέροντα, καὶ λέγει αὐτῷ· Τί ποιήσω, ἀββᾶ, ὅτι κατακυριεύουσί μου τὰ πάθη τῆς ψυχῆς; Καὶ προσέσχεν αὐτῷ ὁ γέρων χαίρων, καὶ εἶπεν· Ἄρτι καλῶς ἦλθες· νῦν ἄνοιξόν σου τὸ στόμα περὶ τούτων, καὶ πληρώσω αὐτὸ ἀγαθῶν. Ὁ δὲ πολλὰ ὠφεληθεὶς ἔλεγεν· Ὄντως αὕτη ἐστὶν ἡ ἀληθινὴ ὁδός. Καὶ εὐχαριστῶν τῷ Θεῷ ἀνέκαμψεν εἰς τὴν ἰδίαν χώραν, ὅτι τοιούτῳ ἁγίῳ κατηξιώθη συντυχεῖν.
θʹ. Ἐκράτησέ ποτε ὁ ἄρχων τῆς χώρας τινὰ τῆς κώμης τοῦ ἀββᾶ Ποιμένος· καὶ ἦλθον πάντες παρακαλοῦντες τὸν γέροντα ἀπελθεῖν καὶ ἐκβαλεῖν αὐτόν. Ὁ δὲ εἶπεν· Ἐάσατέ με τρεῖς ἡμέρας, καὶ οὕτως ἔρχομαι. Εὔξατο οὖν ὁ ἀββᾶς Ποιμὴν πρὸς Κύριον, λέγων· Κύριε, μὴ δῷς μοι τὴν χάριν ταύτην. Ἐπεὶ οὐκ ἀφιοῦσί με καθίσαι ἐν τῷ τόπῳ τούτῳ. Ἦλθεν οὖν ὁ γέρων παρακαλῶν τὸν ἄρχοντα. Ὁ δὲ πρὸς αὐτὸν ἔφη· Περὶ λῃστοῦ παρακαλεῖς, ἀββᾶ; Ὁ δὲ γέρων ἐχάρη, ὅτι οὐκ ἐδέξατο χάριν παρ' αὐτοῦ.
ιʹ. Διηγήσαντό τινες, ὅτι ποτὲ ὁ ἀββᾶς Ποιμὴν καὶ οἱ ἀδελφοὶ αὐτοῦ εἰργάζοντο σκολάκιν· καὶ οὐ προεχώρει, μὴ ἔχοντες ἀγοράσαι λινάρια. Καί τις αὐτῶν ἀγαπητὸς διηγήσατό τινι πραγματευτῇ πιστῷ τὸ πρᾶγμα. Ὁ δὲ ἀββᾶς Ποιμὴν οὐκ ἤθελε λαμβάνειν παρά τινός τί ποτε, διὰ τὴν ὄχλησιν. Ὁ δὲ πραγματευτὴς θέλων ποιῆσαι ἔργον τῷ γέροντι, προεφασίζετο χρείαν ἔχειν τῶν σκολακίων, καὶ ἤνεγκε τὴν κάμηλον, καὶ ἔλαβεν αὐτά. Καὶ ἐλθὼν ὁ ἀδελφὸς πρὸς τὸν ἀββᾶν Ποιμένα, καὶ ἀκούσας ὃ ἐποίησεν ὁ πραγματευτὴς, ὡς θέλων ἐπαινέσαι αὐτὸν, εἶπε· Φύσει, ἀββᾶ, καὶ μὴ χρῄζων αὐτὰ ἔλαβεν, ἵνα ποιήσῃ ἡμῖν ἔργον. Ἀκούσας δὲ ὁ ἀββᾶς Ποιμὴν ὅτι μὴ χρῄζων αὐτὰ ἔλαβεν, εἶπε τῷ ἀδελφῷ· Ἀνάστα, μίσθωσαι κάμηλον, καὶ φέρε
156
αὐτά· ἐὰν δὲ οὐκ ἐνέγκῃς αὐτὰ, Ποιμὴν ὧδε οὐ καθέζεται μεθ' ὑμῶν. Οὐ γὰρ ἀδικῶ τινα ἄνθρωπον μὴ χρῄζοντα, ἵνα ζημίαν ποιήσῃ, καὶ λάβῃ τὸ κέρδος μου. Καὶ ἀπῆλθεν ὁ ἀδελφὸς αὐτοῦ μετὰ πολλοῦ κόπου, καὶ ἤνεγκεν αὐτά· εἰ δὲ μὴ, ὁ γέρων ἀπ' αὐτῶν ἀνεχώρει. Ὡς οὖν εἶδεν αὐτὰ, ἐχάρη, ὡσεὶ μέγαν εὑρὼν θησαυρόν.
ιαʹ. Ἤκουσέ ποτε ὁ πρεσβύτερος τοῦ Πηλουσίου περί τινων ἀδελφῶν, ὅτι συνεχῶς εἰς τὴν πόλιν εἰσὶ, καὶ λούονται, καὶ ἀμελοῦσιν ἑαυτῶν· καὶ ἐλθὼν εἰς τὴν σύναξιν, ἦρεν ἀπ' αὐτῶν τὸ σχῆμα. Καὶ μετὰ τοῦτο ἔτυψεν αὐτὸν ἡ καρδία αὐτοῦ, καὶ μετεμελήθη, καὶ ἦλθε πρὸς τὸν ἀββᾶν Ποιμένα, μεθύων τοῖς λογισμοῖς, βαστάζων καὶ τοὺς λεβήτωνας τῶν ἀδελφῶν, καὶ ἀναγγέλλει τὸ πρᾶγμα τῷ γέροντι. Καὶ λέγει αὐτῷ ὁ γέρων· Οὐκ ἔχεις σύ τί ποτε τοῦ παλαιοῦ ἀνθρώπου; ἀπεδύσω αὐτόν; Ὁ δὲ πρεσβύτερος εἶπεν, ὅτι Μετέχω τοῦ παλαιοῦ ἀνθρώπου. Ὁ δὲ γέρων εἶπεν αὐτῷ· Ἰδοὺ οὖν καὶ σὺ ὡς οἱ ἀδελφοί. Εἰ γὰρ μικρὸν μετέχεις τῆς παλαιότητος, ὅμως ὑπόκεισαι τῇ ἁμαρτίᾳ. Τότε ἀπελθὼν ὁ πρεσβύτερος ἐκάλεσε τοὺς ἀδελφοὺς, καὶ μετενόησε τοῖς ἕνδεκα, καὶ ἐνέδυσεν αὐτοὺς τὸ σχῆμα τοῦ μοναχοῦ, καὶ ἀπέλυσεν.
ιβʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Ἐποίησα ἁμαρτίαν μεγάλην, καὶ θέλω μετανοῆσαι τρία ἔτη. Λέγει αὐτῷ ὁ γέρων· Πολύ ἐστι. Καὶ εἶπεν αὐτῷ ὁ ἀδελφός· Ἀλλ' ἕως ἐνιαυτοῦ; Καὶ εἶπε πάλιν ὁ γέρων· Πολύ ἐστιν. Οἱ δὲ παρόντες ἔλεγον· Ἔως τεσσαράκοντα ἡμερῶν; Καὶ πάλιν εἶπε· Πολύ ἐστιν· εἶπε δέ· Ἐγὼ λέγω, ὅτι ἐὰν ἐξ ὅλης καρδίας μετανοήσῃ ἄνθρωπος, καὶ μὴ προσθῇ ἔτι ποιεῖν τὴν ἁμαρτίαν, καὶ εἰς τρεῖς ἡμέρας δέχεται αὐτὸν ὁ Θεός.
ιγʹ. Εἶπε πάλιν, ὅτι Τὸ σημεῖον τοῦ μοναχοῦ ἐν τοῖς πειρασμοῖς φαίνεται.
ιδʹ. Εἶπε πάλιν· Ὥσπερ ὁ σπαθάριος τοῦ βασιλέως παρίσταται αὐτῷ διαπαντὸς ἕτοιμος· οὕτως δεῖ τὴν ψυχὴν ἑτοίμην εἶναι πρὸς τὸν δαίμονα τῆς πορνείας.
ιεʹ. Ἠρώτησεν ὁ ἀββᾶς Ἀνοὺβ τὸν ἀββᾶν Ποιμένα περὶ τῶν ἀκαθάρτων λογισμῶν ὧν γεννᾷ ἡ καρδία τοῦ ἀνθρώπου, καὶ περὶ τῶν ματαίων ἐπιθυμιῶν. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς
157
Ποιμήν· Μὴ δοξασθήσεται ἀξίνη ἄνευ τοῦ κόπτοντος ἐν αὐτῇ; καὶ σὺ, μὴ δώσεις αὐτοῖς χεῖρα, καὶ ἀργοῦσιν.
ιϛʹ. Εἶπε πάλιν ὁ ἀββᾶς Ποιμήν· Εἰ μὴ Ναβουζαρδὰν ὁ ἀρχιμάγειρος ἦλθεν, οὐκ ἂν ἐνεπρήσθη ὁ ναὸς Κυρίου. Τοῦτο δέ ἐστιν· Εἰ μὴ ἡ ἀνάπαυσις ἦλθε γαστριμαργίας εἰς τὴν ψυχὴν, οὐκ ἂν ὁ νοῦς κατέπιπτεν ἐν τῷ πολέμῳ τοῦ ἐχθροῦ.
ιζʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ποιμένος, ὅτι καλούμενος εἰς τὸ φαγεῖν παρὰ τὸ θέλημα αὐτοῦ, ἀπήρχετο δακρύων, ἵνα μὴ παρακούσῃ τὸν ἀδελφὸν αὐτοῦ, καὶ λυπήσῃ αὐτόν.
ιηʹ. Εἶπε πάλιν ὁ ἀββᾶς Ποιμήν· Μὴ οἰκήσῃς εἰς τόπον, οὗ βλέπεις τινὰς ἔχοντας ζῆλον κατὰ σοῦ· εἰ δὲ μήγε, οὐ προκόπτεις.
ιθʹ. Διηγήσαντό τινες τῷ ἀββᾷ Ποιμένι περί τινος μοναχοῦ, ὅτι οὐ πίνει οἶνον. Καὶ εἶπεν· Ὁ οἶνος ὅλως οὐκ ἔστι τῶν μοναχῶν.
κʹ. Ἠρώτησεν ὁ ἀββᾶς Ἡσαΐας τὸν ἀββᾶν Ποιμένα περὶ τῶν ῥυπαρῶν λογισμῶν. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Ποιμήν· Ὥσπερ κάμπτρα μεστὴ ἱματίων, καὶ ἐὰν ἀφῇ αὐτά τις, τῷ χρόνῳ σήπονται· οὕτως καὶ οἱ λογισμοί· ἐὰν μὴ ποιήσωμεν αὐτοὺς σωματικῶς, τῷ χρόνῳ ἀφανίζονται ἤτοι σήπονται.
καʹ. Ἠρώτησεν ὁ ἀββᾶς Ἰωσὴφ τὸν αὐτὸν λόγον· καὶ εἶπεν αὐτῷ ὁ ἀββᾶς Ποιμήν· Ὥσπερ ἐάν τις ὄφιν καὶ σκορπίον βάλῃ εἰς ἀγγεῖον, καὶ φράξῃ, πάντως τῷ χρόνῳ ἀποθνήσκουσιν· οὕτως καὶ οἱ πονηροὶ λογισμοὶ, ἀπὸ τῶν δαιμόνων βλαστάνοντες, διὰ τῆς ὑπομονῆς ἐκλείπουσιν.
κβʹ. Ἀδελφὸς ἦλθε πρὸς τὸν ἀββᾶν Ποιμένα, καὶ λέγει αὐτῷ· Σπείρω τὸν ἀγρόν μου, καὶ ποιῶ ἐξ αὐτοῦ ἀγάπην. Λέγει αὐτῷ ὁ γέρων· Καλῶς ποιεῖς. Καὶ ἀπῆλθε μετὰ προθυμίας, καὶ προσέθηκε τῇ ἀγάπῃ. Καὶ ἤκουσεν ὁ ἀββᾶς Ἀνοὺβ τὸν λόγον, καὶ λέγει τῷ ἀββᾷ Ποιμένι· Οὐ φοβῇ τὸν Θεὸν, οὕτως λαλήσας τῷ ἀδελφῷ; Καὶ ἐσιώπησεν ὁ γέρων. Καὶ μετὰ δύο ἡμέρας ἔπεμψεν ὁ ἀββᾶς Ποιμὴν ἐπὶ τὸν ἀδελφὸν, καὶ λέγει αὐτῷ ἀκούοντος τοῦ ἀββᾶ Ἀνούβ· Τί εἶπές μοι τῇ ἄλλῃ; ὅτι ὁ νοῦς μου ἀλλαχοῦ ἦν. Λέγει αὐτῷ ὁ ἀδελφός· Εἶπον, ὅτι σπείρω τὸν ἀγρόν μου, καὶ ποιῶ ἐξ αὐτοῦ ἀγάπην. Καὶ εἶπεν αὐτῷ ὁ ἀββᾶς Ποιμήν· Ἐνόμιζον ὅτι περὶ
158
τοῦ ἀδελφοῦ σου τοῦ κόσμου ἐλάλησας· εἰ δὲ σὺ εἶ ὁ ποιῶν τὸ ἔργον τοῦτο, οὐκ ἔστι τοῦτο μοναχοῦ. Ὁ δὲ ἀκούσας ἐλυπήθη, λέγων· Ἄλλο ἔργον οὐδὲν οἶδα, εἰ μὴ τοῦτο, καὶ οὐ δύναμαι μὴ σπείρειν τὸν ἀγρόν μου. Ὅτε οὖν ἀνεχώρησεν, ἔβαλεν αὐτῷ ὁ ἀββᾶς Ἀνοὺβ μετάνοιαν, λέγων· Συγχώρησόν μοι. Καὶ λέγει ὁ ἀββᾶς Ποιμήν· Κἀγὼ ἐξ ἀρχῆς ᾔδειν ὅτι οὐκ ἔστιν ἔργον μοναχοῦ· ἀλλὰ πρὸς τὸν λογισμὸν αὐτοῦ ἐλάλησα, καὶ ἔδωκα αὐτῷ προθυμίαν εἰς τὴν προκοπὴν τῆς ἀγάπης. Νῦν δὲ ἀπῆλθε λυπούμενος, καὶ πάλιν τὸ αὐτὸ ποιεῖ.
κγʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Ἐὰν ἁμαρτήσῃ ἄνθρωπος, καὶ ἀρνήσηται, λέγων, Οὐχ ἥμαρτον, μὴ ἐλέγξῃς αὐτόν· εἰ δὲ μήγε, ἐκκόπτεις αὐτοῦ τὴν προθυμίαν. Ἐὰν δὲ εἴπῃς αὐτῷ· Μὴ ἀθυμήσῃς, ἀδελφὲ, ἀλλὰ φύλαξαι τοῦ λοιποῦ, διεγείρεις αὐτοῦ τὴν ψυχὴν πρὸς μετάνοιαν.
κδʹ. Εἶπε πάλιν· Καλὴ ἡ πεῖρα· αὕτη γὰρ διδάσκει τὸν ἄνθρωπον δόκιμον.
κεʹ. Εἶπε πάλιν· Ἄνθρωπος διδάσκων, μὴ ποιῶν δὲ ἃ διδάσκει, ὅμοιός ἐστι κρήνῃ· ὅτι πάντας ποτίζει καὶ πλύνει, ἑαυτὴν δὲ οὐ δύναται καθαρίσαι.
κϛʹ. Παρερχόμενός ποτε ὁ ἀββᾶς Ποιμὴν εἰς τὴν Αἴγυπτον, εἶδε γυναῖκα ἐν μνημείῳ καθεζομένην, καὶ κλαίουσαν πικρῶς. Καὶ λέγει· Ἐὰν ἔλθωσι πάντα τὰ τερπνὰ τοῦ κόσμου τούτου, οὐ μὴ μεταστήσωσι τὴν ψυχὴν ταύτης ἀπὸ τοῦ πένθους. Οὕτως καὶ ὁ μοναχὸς ὀφείλει διαπαντὸς τὸ πένθος ἔχειν ἐν ἑαυτῷ.
κζʹ. Εἶπε πάλιν, ὅτι Ἔστιν ἄνθρωπος δοκῶν σιωπᾷν, καὶ ἡ καρδία αὐτοῦ κατακρίνει ἄλλους· ὁ τοιοῦτος πάντοτε λαλεῖ. Καὶ ἔστιν ἄλλος, ἀπὸ πρωῒ ἕωςἑσπέρας λαλῶν, καὶ σιωπὴν κρατεῖ· τουτέστιν ὅτι ἐκτὸς ὠφελείας οὐδὲν λαλεῖ.
κηʹ. Ἀδελφός τις ἦλθε πρὸς τὸν ἀββᾶν Ποιμένα, καὶ λέγει αὐτῷ· Ἀββᾶ, πολλοὺς λογισμοὺς ἔχω, καὶ κινδυνεύω ἀπ' αὐτῶν. Καὶ ἐκφέρει αὐτὸν ὁ γέρων εἰς τὸν ἀέρα, καὶ λέγει αὐτῷ· Ἅπλωσον τὸν κόλπον σου, καὶ κράτησον τοὺς ἀνέμους. Ὁ δὲ εἶπεν· Οὐ δύναμαι τοῦτο ποιῆσαι. Καὶ λέγει αὐτῷ ὁ γέρων· Εἰ τοῦτο οὐ δύνασαι ποιῆσαι, οὐδὲ τοὺς
159
λογισμοὺς δύνασαι κωλῦσαι ἐλθεῖν· ἀλλὰ σόν ἐστι τὸ ἀντιστῆναι αὐτοῖς.
κθʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι Ἐάν εἰσι τρεῖς ἐπὶ τὸ αὐτό, καὶ ὁ εἷς μὲν ἡσυχάζει καλῶς, ὁ δὲ εἷς ἀσθενῶν καὶ εὐχαριστῶν, ὁ δὲ ἄλλος ὑπηρετεῖ μετὰ καθαροῦ λογισμοῦ· οἱ τρεῖς μιᾶς ἐργασίας εἰσίν.
λʹ. Εἶπε πάλιν· Γέγραπται· Ὃν τρόπον ἐπιποθεῖ ἡ ἔλαφος ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, οὕτως ἐπιποθεῖ ἡ ψυχή μου πρὸς σὲ, ὁ Θεός. Ἐπειδὴ αἱ ἔλαφοι ἐν τῇ ἐρήμῳ πολλὰ καταπίνουσιν ἑρπετά· καὶ ὡς κατακαίει αὐτὰς ὁ ἰὸς, ἐπιθυμοῦσιν ἐλθεῖν ἐπὶ τὰ ὕδατα· πίνουσαι δὲ καταψύχουσιν ἀπὸ τοῦ ἰοῦ τῶν ἑρπετῶν· οὕτως καὶ οἱ μοναχοὶ, ἐν τῇ ἐρήμῳ καθεζόμενοι, καίονται ἀπὸ τοῦ ἰοῦ τῶν πονηρῶν δαιμόνων, καὶ ἐπιποθοῦσι τὸ Σάββατον καὶ τὴν Κυριακὴν, ὥστε ἐλθεῖν ἐπὶ τὰς πηγὰς τῶν ὑδάτων, τουτ’ ἔστιν, ἐπὶ τὸ σῶμα καὶ αἷμα τοῦ Κυρίου, ἵνα καθαρισθῶσιν ἀπὸ πικρότητος τοῦ πονηροῦ.
λαʹ. Ἠρώτησεν ὁ ἀββᾶς Ἰωσὴφ τὸν ἀββᾶν Ποιμένα, πῶς χρὴ νηστεύειν. Λέγει αὐτῷ ὁ ἀββᾶς Ποιμήν· Ἐγὼ θέλω τὸν ἐσθίοντα καθ' ἡμέραν παρὰ μικρὸν ἐσθίειν, ἵνα μὴ χορτάζηται. Λέγει αὐτῷ ὁ ἀββᾶς Ἰωσήφ· Ὅτε ἦς νεώτερος, οὐκ ἐνήστευες δύο δύο, ἀββᾶ; Καὶ εἶπεν ὁ γέρων· Φύσει καὶ τρεῖς, καὶ τέσσαρας, καὶ ἑβδομάδα. Καὶ ταῦτα πάντα ἐδοκίμασαν οἱ Πατέρες, ὡς δυνατοί· καὶ εὗρον ὅτι καθ' ἡμέραν ἐσθίειν, παρὰ μικρὸν δέ· καὶ παρέδωκαν ἡμῖν τὴν βασιλικὴν ὁδὸν, ὅτι ἐλαφρά ἐστιν.
λβʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ποιμένος, ὅτι ὅταν ἤμελλεν εἰς σύναξιν ἐλθεῖν, ἐκάθητο κατ' ἰδίαν, διακρίνων τοὺς λογισμοὺς αὐτοῦ, ὡσεὶ ὥραν μίαν· καὶ οὕτως ἐξήρχετο.
λγʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Κατελείφθη μοι κληρονομία· τί ποιήσω αὐτήν; Λέγει αὐτῷ ὁ γέρων· Ἄπελθε, καὶ μετὰ τρεῖς ἡμέρας ἐλθὲ, καὶ λέγω σοι. Ἦλθε δὲ, καθὼς ὥρισεν αὐτῷ. Καὶ εἶπεν ὁ γέρων· Τί ἔχω σοι εἰπεῖν, ἀδελφέ; Ἐὰν εἴπω σοι, Δὸς αὐτὰ εἰς ἐκκλησίαν, ἐκεῖ ἀριστοποιοῦσιν. Ἐὰν εἴπω σοι, Δὸς αὐτὰ συγγενεῖ σου, οὐκ ἔστι σοι μισθός. Ἐὰν δὲ εἴπω σοι, Δὸς αὐτὰ
160
πτωχοῖς, ἀμεριμνεῖς. Εἴ τι οὖν θέλεις, ποίησον· ἐγὼ πρᾶγμα οὐκ ἔχω.
λδʹ. Ἠρώτησεν αὐτὸν ἄλλος ἀδελφὸς, λέγων· Τί ἐστι, Μὴ ἀποδώσεις κακὸν ἀντὶ κακοῦ; Λέγει αὐτῷ ὁ γέρων· Τὸ πάθος τοῦτο τέσσαρας ἔχει τρόπους· πρῶτον ἀπὸ καρδίας, δεύτερον ἀπὸ ὄψεως, τρίτον γλώσσης, τέταρτόν ἐστι, τὸ μὴ ποιῆσαι κακὸν ἀντὶ κακοῦ. Ἐὰν δύνασαι καθαρίσαι τὴν καρδίαν σου, οὐκ ἔρχεται εἰς τὴν ὄψιν· ἐὰν δὲ ἔλθῃ εἰς τὴν ὄψιν, φυλάττου τὸ μὴ λαλεῖν· ἐὰν δὲ καὶ λαλήσῃς, ταχὺ κόψον τοῦ μὴ ποιῆσαι κακὸν ἀντὶ κακοῦ.
λεʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι Τὸ φυλάσσειν, καὶ ἑαυτῷ προσέχειν, καὶ ἡ διάκρισις, αἱ τρεῖς αὗται ἀρεταὶ ὁδηγοί εἰσι τῆς ψυχῆς.
λϛʹ. Εἶπεν πάλιν, ὅτι Τὸ ῥίψαι ἑαυτὸν ἐνώπιον τοῦ Θεοῦ, καὶ τὸ μὴ ἑαυτὸν μετρεῖν, καὶ τὸ βάλλειν ὀπίσω τὸ ἴδιον θέλημα, ἐργαλεῖά εἰσι τῆς ψυχῆς.
λζʹ. Εἶπε πάλιν· Πᾶς κόπος ὃς ἂν ἐπέλθῃ σοι, ἡ νίκη αὐτοῦ ἐστι σιωπᾷν.
ληʹ. Εἶπε πάλιν· Βδέλυγμά ἐστι Κυρίῳ πᾶσα σωματικὴ ἀνάπαυσις.
λθʹ. Εἶπε πάλιν· Τὸ πένθος διπλοῦν ἐστιν· ἐργάζεται, καὶ φυλάσσει.
μʹ. Εἶπε πάλιν· Ἐὰν ἔλθῃ σοι λογισμὸς περὶ τῶν ἀναγκαίων τοῦ σώματος χρειῶν, καὶ διατάξῃς ἅπαξ, καὶ πάλιν δεύτερον ἔλθῃ καὶ διατάξῃς· τὸ τρίτον ἐὰν ἔλθῃ, μὴ πρόσχῃς αὐτῷ· ἀργὸς γάρ ἐστι.
μαʹ. Εἶπε πάλιν, ὅτι Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ἀλώνιον, λέγων· Τί ἐστιν ἐξουδένωσις; Καὶ εἶπεν ὁ γέρων· Τὸ εἶναί σε ὑποκάτω τῶν ἀλόγων, καὶ εἰδέναι ὅτι ἀκατάκριτά εἰσιν.
μβʹ. Εἶπε πάλιν, ὅτι Ἐὰν μνησθῇ ἄνθρωπος τοῦ γεγραμμένου ῥητοῦ, ὅτι Ἐκ τῶν λόγων σου δικαιωθήσῃ, καὶ ἐκ τῶν λόγων σου καταδικασθήσῃ, αἱρεῖται μᾶλλον τὸ σιωπᾷν.
μγʹ. Εἶπε πάλιν· Ἀρχὴ κακῶν ἐστιν ὁ περισπασμός.
μδʹ. Εἶπε πάλιν, ὅτι ὁ ἀββᾶς Ἰσίδωρος ὁ πρεσβύτερος τῆς Σκήτεως ἐλάλησέ ποτε τῷ λαῷ, λέγων· Ἀδελφοὶ, οὐχὶ ἕνεκεν κόπου ἤλθομεν εἰς τὸν τόπον τοῦτον; Καὶ νῦν οὐκ
161
ἔτι ἕχει κόπον. Ἐγὼ οὖν σκευάσας τὴν μηλωτήν μου ἀπέρχομαι ὅπου ἐστὶ κόπος, καὶ ἐκεῖ εὑρίσκω ἀνάπαυσιν.
μεʹ. Ἀδελφὸς εἶπε τῷ ἀββᾷ Ποιμένι· Ἐὰν θεάσωμαι πρᾶγμα, θέλεις εἴπω αὐτό; Λέγει αὐτῷ ὁ γέρων· Γέγραπται· Ὃς ἐὰν ἀποκρίνηται λόγον πρὶν ἀκοῦσαι, ἀφροσύνη αὐτῷ ἐστι καὶ ὄνειδος. Ἐὰν ἐπερωτηθῇς, εἰπέ· εἰ δὲ μὴ, σιώπα.
μϛʹ. Ἠρώτησέ τις ἀδελφὸς τὸν ἀββᾶν Ποιμένα, λέγων· Δύναται ἄνθρωπος πεποιθέναι ἐπὶ τῇ μιᾷ πράξει; Καὶ εἶπεν αὐτῷ ὁ γέρων, ὅτι ὁ ἀββᾶς Ἰωάννης ὁ Κολοβὸς εἶπεν, ὅτι Ἐγὼ θέλω μεταλαβεῖν μικρόν τι ἐκ πασῶν τῶν ἀρετῶν.
μζʹ. Εἶπε πάλιν ὁ γέρων, ὅτι ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Παμβὼ, εἰ καλὸν ἐπαινεῖν τὸν πλησίον· καὶ εἶπεν αὐτῷ· Καλὸν μᾶλλόν ἐστι τὸ σιωπᾷν.
μηʹ. Εἶπε πάλιν ὁ ἀββᾶς Ποιμὴν, ὅτι Ἐὰν ποιήσῃ ἄνθρωπος καινὸν οὐρανὸν καὶ καινὴν γῆν, οὐ δύναται ἀμεριμνῆσαι.
μθʹ. Εἶπε πάλιν, ὅτι Ὁ ἄνθρωπος δέεται τῆς ταπεινοφροσύνης καὶ τοῦ φόβου τοῦ Θεοῦ, ὥσπερ τῆς πνοῆς ἐκπορευομένης ἐκ τῆς ῥινὸς αὐτοῦ.
νʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Τί ποιήσω; Λέγει αὐτῷ ὁ γέρων· Ἀβραὰμ ὅτε εἰσῆλθεν εἰς τὴν γῆν τῆς ἐπαγγελίας, μνημεῖον ἠγόρασεν ἑαυτῷ, καὶ διὰ τοῦ τάφου ἐκληρονόμησε τὴν γῆν. Λέγει ὁ ἀδελφός· Τί ἐστι τάφος; Λέγει αὐτῷ ὁ γέρων· Τόπος κλαυθμοῦ καὶ πένθους.
ναʹ. Ἀδελφὸς εἶπε τῷ ἀββᾷ Ποιμένι· Ἐὰν δῶ τῷ ἀδελφῷ μου μικρὸν ἄρτον, ἢ ἕτερόν τι, οἱ δαίμονες μολύνουσιν αὐτὰ, ὡς κατὰ ἀνθρωπαρεσκίαν γινόμενα. Λέγει αὐτῷ ὁ γέρων· Εἰ καὶ κατὰ ἀνθρωπαρεσκίαν γίνεται, ἀλλ' ἡμεῖς τὴν χρείαν δώσωμεν τῷ ἀδελφῷ. Εἶπε δὲ αὐτῷ καὶ παραβολὴν τοιαύτην· Δύο ἄνθρωποι ἦσαν γεωργοὶ ἐν πόλει οἰκοῦντες μιᾷ· καὶ ὁ εἷς μὲν ἐξ αὐτῶν σπείρας ἐποίησε μικρὰ ἀκάθαρτα· ὁ δὲ ἄλλος, ἀμελήσας τοῦ σπεῖραι, ἐποίησεν ὅλως οὐδέν· λιμοῦ γενομένου, τίς ἐκ τῶν δύο εὑρίσκει ζῆσαι; Ἀπεκρίθη ὁ ἀδελφός· Ὁ ποιήσας τὰ ὀλίγα καὶ ἀκάθαρτα. Λέγει αὐτῷ ὁ γέρων· Οὕτως οὖν καὶ ἡμεῖς, σπείρωμεν ὀλίγα, εἰ καὶ ἀκάθαρτα, ἵνα μὴ τῷ λιμῷ ἀποθάνωμεν.
162
νβʹ. Εἶπεν πάλιν ὁ ἀββᾶς Ποιμὴν, ὅτι εἶπεν ὁ ἀββᾶς Ἀμμωνᾶς, ὅτι Ποιεῖ ἄνθρωπος ὅλον τὸν χρόνον αὐτοῦ βαστάζων ἀξίνην, καὶ οὐχ εὑρίσκει κατενεγκεῖν τὸ δένδρον. Ἔστι δὲ ἄλλος ἔμπειρος τοῦ κόπτειν, καὶ ἀπὸ ὀλίγων καταφέρει τὸ δένδρον. Ἔλεγε δὲ τὴν ἀξίνην εἶναι τὴν διάκρισιν.
νγʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Πῶς ὀφείλει ἄνθρωπος πολιτεύσασθαι; Λέγει αὐτῷ ὁ γέρων· Ὁρῶμεν τὸν Δανιὴλ, ὅτι οὐχ εὑρέθη κατ' αὐτοῦ κατηγορία, εἰ μὴ ἐν ταῖς λειτουργίαις Κυρίου τοῦ Θεοῦ αὐτοῦ.
νδʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι Τὸ θέλημα τοῦ ἀνθρώπου τεῖχός ἐστι χαλκοῦν ἀναμέσον αὐτοῦ καὶ τοῦ Θεοῦ, καὶ πέτρα ἀντιδέρουσα. Ἐὰν οὖν καταλείψῃ αὐτὸ ἄνθρωπος, λέγει καὶ αὐτὸς, Ἐν τῷ Θεῷ μου ὑπερβήσομαι τεῖχος. Ἐὰν οὖν τὸ δικαίωμα συνέλθῃ τῷ θελήματι, κάμνει ὁ ἄνθρωπος.
νεʹ. Εἶπε πάλιν, ὅτι Καθεζομένων ποτὲ γερόντων καὶ ἐσθιόντων, ἵστατο ὑπηρετῶν ὁ ἀββᾶς Ἀλώνιος· καὶ ἰδόντες αὐτὸν ἐπῄνεσαν. Ὁ δὲ τὸ σύνολον οὐκ ἀπεκρίθη. Λέγει οὖν αὐτῷ τις κατ' ἰδίαν· Διατί οὐκ ἀπεκρίθης τοῖς γέρουσιν ἐπαινοῦσί σε; Λέγει αὐτῷ ὁ ἀββᾶς Ἀλώνιος· Εἰ ἀπεκρίθην αὐτοῖς, εὑρίσκομαι ὡς καταδεξάμενος τὸν ἔπαινον.
νϛʹ. Εἶπε πάλιν, ὅτι Οἱ ἄνθρωποι ἐν τῷ τελείῳ λαλοῦσι, καὶ ἐν τῷ ἐλαχίστῳ ἐργάζονται.
νζʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι Ὥσπερ ὁ καπνὸς ἐκδιώκει τὰς μελίσσας, καὶ τότε αἴρεται τῆς ἐργασίας αὐτῶν ἡ γλυκύτης· οὕτως καὶ ἡ σωματικὴ ἀνάπαυσις ἐκδιώκει τὸν φόβον τοῦ Θεοῦ ἀπὸ τῆς ψυχῆς, καὶ ἀπολύει αὐτῆς πᾶσαν τὴν ἐργασίαν.
νηʹ. Ἀδελφὸς παρέβαλε τῷ ἀββᾷ Ποιμένι εἰς τὰς δύο ἑβδομάδας τῆς Τεσσαρακοστῆς, καὶ ἐξειπὼν τοὺς λογισμοὺς αὐτοῦ, καὶ τυχὼν ἀναπαύσεως, λέγει αὐτῷ· Παρὰ βραχὺ κατεσχέθην παραγενέσθαι ὧδε σήμερον. Λέγει αὐτῷ ὁ γέρων· Διατί; Λέγει ὁ ἀδελφός· Εἶπον, μήποτε διὰ τὴν Τεσσαρακοστὴν οὐκ ἀνοίγεταί μοι. Λέγει αὐτῷ ὁ ἀββᾶς Ποιμήν· Ἡμεῖς οὐκ ἐμάθομεν κλείειν τὴν ξυλίνην θύραν, ἀλλὰ μᾶλλον τὴν τῆς γλώσσης θύραν.
163
νθʹ. Εἶπε πάλιν ὁ ἀββᾶς Ποιμήν· Φεύγειν δεῖ τὰ σωματικά. Ὅταν γὰρ εἶ ἄνθρωπος ἐγγὺς τοῦ σωματικοῦ πολέμου, ἔοικεν ἀνδρὶ στήκοντι ἐπάνω λάκκου βαθυτάτου· καὶ οἵαν δ' ἂν ὥραν δόξῃ τῷ ἐχθρῷ αὐτοῦ, εὐκόλως αὐτὸν ῥίπτει κάτω. Ἐὰν δὲ σωματικῶν μακρὰν ᾖ, ἔοικεν ἀνδρὶ μακρὰν ἀπέχοντι τοῦ λάκκου, ἵνα κἂν ἕλκῃ αὐτὸν ὁ ἐχθρὸς βαλεῖν κάτω, ἐν ὅσῳ αὐτὸν ἕλκει καὶ βιάζεται, ὁ Θεὸς ἀποστέλλει αὐτῷ βοήθειαν.
ξʹ. Εἶπε πάλιν· Ἡ πενία καὶ ἡ θλίψις καὶ ἡ στενοχωρία καὶ ἡ νηστεία, ταῦτά εἰσι τὰ ἐργαλεῖα τοῦ μονήρους βίου. Γέγραπται γὰρ, ὅτι Ἐὰν ὦσιν οἱ τρεῖς οὗτοι ἄνδρες, Νῶε, Ἰὼβ καὶ Δανιὴλ, ζῶ ἐγὼ, λέγει Κύριος. Νῶε πρόσωπόν ἐστι τῆς ἀκτημοσύνης, Ἰὼβ δὲ τοῦ πόνου, καὶ Δανιὴλ τῆς διακρίσεως. Ἐὰν οὖν ὦσιν αἱ τρεῖς αὗται πράξεις ἐν τῷ ἀνθρώπῳ, ὁ Κύριος οἰκεῖ ἐν αὐτῷ.
ξαʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἰωσὴφ, ὅτι Καθημένων ἡμῶν μετὰ τοῦ ἀββᾶ Ποιμένος, ὠνόμασε τὸν ἀββᾶν Ἀγάθωνα. Καὶ λέγομεν αὐτῷ· Νεώτερός ἐστι, καὶ διατί καλεῖς αὐτὸν ἀββᾶν; Καὶ εἶπεν ὁ ἀββᾶς Ποιμήν· Ὅτι τὸ στόμα αὐτοῦ ἐποίησεν αὐτὸν καλεῖσθαι ἀββᾶν.
ξβʹ. Ἦλθέ ποτε ἀδελφὸς πρὸς τὸν ἀββᾶν Ποιμένα, καὶ λέγει αὐτῷ· Τί ποιήσω, Πάτερ, ὅτι θλίβομαι ἀπὸ τῆς πορνείας· καὶ ἰδοὺ ἀπῆλθον πρὸς ἀββᾶν Ἰβιστίωνα, καὶ λέγει μοι· Οὐκ ὀφείλεις ἐᾶσαι αὐτὴν χρονίζειν ἐπὶ σέ. Λέγει αὐτῷ ὁ ἀββᾶς Ποιμήν· Ἀββᾶς Ἰβιστίων, αἱ πράξεις αὐτοῦ ἄνω μετὰ τῶν ἀγγέλων εἰσὶ, καὶ λανθάνει αὐτὸν ὅτι ἐγὼ καὶ σὺ ἐν τῇ πορνείᾳ ἐσμέν. Ἐὰν κρατήσῃ μοναχὸς τὴν κοιλίαν καὶ τὴν γλῶσσαν, καὶ τὴν ξενιτείαν, θάρσει, οὐκ ἀποθνήσκει.
ξγʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Δίδαξον τὸ στόμα σου λαλεῖν ἃ ἔχει ἡ καρδία σου.
ξδʹ. Ἠρώτησεν ἀδελφὸς τὸν ἀββᾶν Ποιμένα, λέγων· Ἐὰν ἴδω πταῖσμα τοῦ ἀδελφοῦ μου, καλόν ἐστι σκεπάσαι αὐτό; Λέγει αὐτῷ ὁ γέρων· Οἵαν ὥραν σκεπάσομεν τὸ τοῦ ἀδελφοῦ ἡμῶν πταῖσμα, καὶ ὁ Θεὸς σκεπάζει τὸ ἡμέτερον· καὶ ἐν ᾗ ὥρᾳ ἐκφαίνομεν τοῦ ἀδελφοῦ, καὶ ὁ Θεὸς ἐκφαίνει τὸ ἡμέτερον.
164
ξεʹ. Εἶπε πάλιν ὁ ἀββᾶς Ποιμὴν, ὅτι Ἠρώτησε τὸν ἀββᾶν Παΐσιόν τίς ποτε, λέγων· Τί ποιήσω τῇ ψυχῇ μου, ὅτι ἀναισθητεῖ καὶ οὐ φοβεῖται τὸν Θεόν; Καὶ λέγει αὐτῷ· Ἄπελθε, κολλήθητι ἀνθρώπῳ φοβουμένῳ τὸν Θεόν· καὶ ἐν τῷ ἐγγίζειν ἐκείνῳ, διδάσκει καὶ σὲ φοβεῖσθαι τὸν Θεόν.
ξϛʹ. Εἶπε πάλιν, ὅτι Ἐὰν δύο πράγματα νικήσῃ ὁ μοναχὸς, δύναται ἐλεύθερος γενέσθαι ἀπὸ τοῦ κόσμου. Καὶ εἶπεν ὁ ἀδελφός· Ποῖα ταῦτα; Καὶ εἶπε· Τὴν σαρκικὴν ἀνάπαυσιν, καὶ τὴν κενοδοξίαν.
ξζʹ. Ἠρώτησεν Ἀβραὰμ, ὁ τοῦ ἀββᾶ Ἀγάθωνος, τὸν ἀββᾶν Ποιμένα, λέγων· Πῶς οἱ δαίμονες πολεμοῦσί με; Καὶ εἶπεν αὐτῷ ὁ ἀββᾶς Ποιμήν· Σὲ πολεμοῦσιν οἱ δαίμονες; Οὐ πολεμοῦσι μεθ' ἡμῶν, ἐφ' ὅσον τὰ θελήματα ἡμῶν ποιοῦμεν. Τὰ γὰρ θελήματα ἡμῶν δαίμονες γεγόνασι· καὶ αὐτοί εἰσιν οἱ θλίβοντες ἡμᾶς, ἵνα πληρώσωμεν αὐτά. Εἰ δὲ θέλεις ἰδεῖν μετὰ τίνων ἐπολέμησαν οἱ δαίμονες· Μετὰ Μωϋσέως, καὶ τῶν ὁμοίων αὐτοῦ.
ξηʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι Ταύτην τὴν πολιτείαν ἔδωκεν ὁ Θεὸς τῷ Ἰσραὴλ, τὸ ἀπέχεσθαι τῶν παρὰ φύσιν· τουτέστι, ὀργῆς, καὶ θυμοῦ, καὶ ζήλου, καὶ μίσους, καὶ καταλαλιᾶς κατὰ τοῦ ἀδελφοῦ· καὶ τὰ λοιπὰ τῆς παλαιότητος.
ξθʹ. Ἠρώτησεν ἀδελφὸς τὸν ἀββᾶν Ποιμένα, λέγων· Εἰπέ μοι ῥῆμα. Καὶ λέγει αὐτῷ, ὅτι Οἱ Πατέρες τὴν ἀρχὴν τοῦ πράγματος ἣν ἔθεντο, πένθος ἐστί. Λέγει πάλιν ὁ ἀδελφός· Εἰπέ μοι ἄλλο ῥῆμα. Ἀποκρίνεται ὁ γέρων· Ὅσον δύνῃ ἐργάζου ἐργόχειρον, ἵνα ἐξ αὐτοῦ ποιήσῃς ἔλεος. Γέγραπται γὰρ, ὅτι ἐλεημοσύνη καὶ πίστις καθαίρουσιν ἁμαρτίας. Λέγει ὁ ἀδελφός· Τί ἐστι πίστις; Λέγει ὁ γέρων· Πίστις ἐστὶ τὸ ἐν ταπεινοφροσύνῃ διάγειν, καὶ ποιεῖν ἔλεος.
οʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων, ὅτι Ἐὰν ἴδω ἀδελφὸν περὶ οὗ ἤκουσα πταῖσμα, οὐ θέλω εἰσενεγκεῖν αὐτὸν εἰς τὸ κελλίον μου· ἐὰν δὲ ἴδω καλὸν, χαίρω μετ' αὐτοῦ. Λέγει αὐτῷ ὁ γέρων· Εἰ ποιεῖς τῷ καλῷ ἀδελφῷ μικρὸν ἀγαθὸν, διπλοῦν ποίησον μετ' ἐκείνου. Οὗτος γάρ ἐστιν ὁ ἀσθενῶν. Ἦν γάρ τις ἐν κοινοβίῳ ὀνόματι Τιμόθεος ἀναχωρητής· καὶ ἤκουσεν ὁ ἡγούμενος φήμην περί τινος
165
ἀδελφοῦ περὶ πειρασμοῦ, καὶ ἐπηρώτησε τὸν Τιμόθεον περὶ αὐτοῦ· καὶ συνεβούλευσεν αὐτῷ, ἐκβαλεῖν τὸν ἀδελφόν. Ὅτε οὖν ἐξέβαλεν αὐτὸν, ἐτέθη ὁ πειρασμὸς τοῦ ἀδελφοῦ ἐπάνω τοῦ Τιμοθέου, ἕως οὗ ἐκινδύνευσεν. Ἔκλαιεν οὖν ὁ Τιμόθεος ἐνώπιον τοῦ Θεοῦ, λέγων· Ἡμάρτηκα, συγχώρησόν μοι. Καὶ ἦλθεν αὐτῷ φωνὴ λέγουσα· Τιμόθεε, μὴ νομίσῃς ὅτι ταῦτα ἐποίησά σοι δι' ἄλλο τι, ἢ ὅτι παρεῖδες τὸν ἀδελφόν σου ἐν καιρῷ τοῦ πειρασμοῦ αὐτοῦ.
οαʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι Διὰ τοῦτο ἐν τοσούτοις πειρασμοῖς κείμεθα, ὅτι τὰ ὀνόματα ἡμῶν καὶ τὴν τάξιν οὐ φυλάσσομεν, καθὼς καὶ ἡ Γραφὴ λέγει. Οὐχ ὁρῶμεν τὴν γυναῖκα τὴν Χαναναίαν, τὴν ὑποδεξαμένην τὸ ὄνομα αὐτῆς, ὅτι ἀνέπαυσεν αὐτὴν ὁ Σωτήρ; Πάλιν Ἀβιγαῖαν, ὅτι εἶπε τῷ Δαβὶδ, ὅτι Ἐν ἐμοί ἐστιν ἡ ἁμαρτία, καὶ ἤκουσεν αὐτῆς, καὶ ἠγάπησεν αὐτήν. Ἀβιγαῖα πρόσωπον λαμβάνει τῆς ψυχῆς, καὶ Δαβὶδ τῆς Θεότητος. Ἐὰν οὖν ἡ ψυχὴ ἑαυτὴν μέμψηται ἐνώπιον Κυρίου, ἀγαπᾷ αὐτὴν ὁ Κύριος.
οβʹ. Παρήρχετό ποτε ὁ ἀββᾶς Ποιμὴν μετὰ τοῦ ἀββᾶ Ἀνοὺβ εἰς τὰ μέρη τῆς Διόλκου· καὶ ἐλθόντες περὶ τὰ μνημεῖα θεωροῦσι γυναῖκα δεινῶς κοπτομένην καὶ κλαίουσαν πικρῶς· καὶ στάντες κατενόουν αὐτήν. Μικρὸν δὲ προβάντες συνήντησάν τινι· καὶ ἠρώτησεν αὐτὸν ὁ ἀββᾶς Ποιμὴν, λέγων· Τί ἔχει ἡ γυνὴ αὕτη, ὅτι πικρῶς κλαίει; Καὶ λέγει αὐτῷ· Ὅτι ἀπέθανεν αὐτῆς ὁ ἀνὴρ καὶ ὁ υἱὸς καὶ ὁ ἀδελφός. Καὶ ἀποκριθεὶς ὁ ἀββᾶς Ποιμὴν, λέγει τῷ ἀββᾷ Ἀνούβ· Λέγω σοι, ὅτι ἄνθρωπος ἐὰν μὴ νεκρώσῃ τὰ θελήματα τῆς σαρκὸς πάντα, καὶ κτήσηται τὸ πένθος τοῦτο, οὐ δύναται γενέσθαι μοναχός. Ὅλος γὰρ ὁ βίος αὐτῆς καὶ ὁ νοῦς εἰς τὸ πένθος ἐστίν.
ογʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Μὴ μέτρει σεαυτὸν, ἀλλὰ κολλήθητι τῷ καλῶς ἀναστρεφομένῳ.
οδʹ. Εἶπε πάλιν, ὅτι ἐὰν παρέβαλεν ἀδελφὸς τῷ ἀββᾷ Ἰωάννῃ τῷ κολοβῷ, παρεδίδει αὐτῷ αὐτῷ τὴν ἀγάπην τὴν ἐν τῷ Ἀποστόλῳ· Ἡ ἀγάπη μακροθυμεῖ, χρηστεύεται.
οεʹ. Εἶπε πάλιν διὰ τὸν ἀββᾶν Παμβὼ, ὅτι εἶπε περὶ αὐτοῦ ὁ ἀββᾶς Ἀντώνιος ὅτι ἐκ τοῦ φοβεῖσθαι τὸν Θεὸν ἐποίησε τὸ Πνεῦμα τοῦ Θεοῦ οἰκεῖν ἐν αὐτῷ.
166
οϛʹ. Διηγήσατό τις τῶν Πατέρων περὶ τοῦ ἀββᾶ Ποιμένος καὶ τῶν ἀδελφῶν αὐτοῦ, ὅτι ᾤκουν ἐν Αἰγύπτῳ· καὶ ἐπιθυμοῦσα ἡ μήτηρ αὐτῶν ἰδεῖν αὐτοὺς οὐκ ἠδύνατο. Παρετηρήσατο δὲ ἀπερχομένων αὐτῶν εἰς ἐκκλησίαν, καὶ ἀπήντησεν αὐτοῖς. Οἱ δὲ θεασάμενοι αὐτὴν, ὑπέστρεψαν, καὶ ἔκλεισαν τὴν θύραν εἰς τὸ πρόσωπον αὐτῆς. Ἡ δὲ πρὸς τὴν θύραν ἔκραζε κλαίουσα μετὰ οἴκτου πολλοῦ, καὶ λέγουσα· Ἴδω ὑμᾶς, τέκνα μου ἠγαπημένα. Ἀκούσας δὲ αὐτῆς ὁ ἀββᾶς Ἀνοὺβ εἰσῆλθε πρὸς τὸν ἀββᾶν Ποιμένα, λέγων· Τί ποιήσωμεν τῇ γραΐδι ταύτῃ κλαιούσῃ πρὸς τὴν θύραν; Καὶ ἔνδοθεν στὰς, ἤκουσεν αὐτῆς κλαιούσης μετὰ οἴκτου πολλοῦ· καὶ εἶπεν αὐτῇ· Τί οὕτως κράζεις, γραῦ; Ἡ δὲ τῆς φωνῆς αὐτοῦ ἀκούσασα πολλῷ μᾶλλον ἐκραύγαζε, κλαίουσα καὶ λέγουσα· Θέλω ὑμᾶς ἰδεῖν, τέκνα μου. Τί γάρ ἐστιν ἐὰν ἴδω ὑμᾶς; μὴ οὐκ εἰμὶ μήτηρ ὑμῶν; μὴ οὐκ ἐγὼ ὑμᾶς ἐθήλασα; ὅλη εἰμὶ πολιά. Ἀκούσασα γὰρ τῆς φωνῆς σου ἐταράχθην. Λέγει αὐτῇ ὁ γέρων· Ὧδε θέλεις ἡμᾶς ἰδεῖν, ἢ εἰς τὸν ἐκεῖ κόσμον; Λέγει αὐτῷ· Ἐὰν μὴ ἴδω ὑμᾶς ὧδε, βλέπω ὑμᾶς εἰς τὸν ἐκεῖ κόσμον; Λέγει αὐτῇ· Ἐὰν σεαυτὴν βιάσῃ μὴ ἰδεῖν ἡμᾶς ὧδε, ὁρᾷς ἡμᾶς ἐκεῖ. Ἀπῆλθε οὖν χαίρουσα, καὶ λέγουσα· Εἰ ὅλως ὁρῶ ὑμᾶς ἐκεῖ, οὐ θέλω ὧδε ὑμᾶς ἰδεῖν.
οζʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Τὰ ὑψηλὰ τί ἐστι; Λέγει αὐτῷ ὁ γέρων· Τὸ δικαίωμα.
οηʹ. Ἦλθόν ποτέ τινες αἱρετικοὶ πρὸς τὸν ἀββᾶν Ποιμένα, καὶ ἤρξαντο καταλαλεῖν τοῦ ἀρχιεπισκόπου Ἀλεξανδρείας, ὡς ὅτι παρὰ πρεσβυτέρων ἔχει τὴν χειροτονίαν. Ὁ δὲ γέρων σιωπήσας ἐφώνησε τὸν ἀδελφὸν αὐτοῦ, καὶ εἶπε· Παράθες τὴν τράπεζαν, καὶ ποίησον αὐτοῖς φαγεῖν, καὶ πέμψον αὐτοὺς μετ' εἰρήνης.
οθʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι ἀδελφὸς συνοικῶν ἀδελφοῖς ἠρώτησε τὸν ἀββᾶν Βισαρίωνα· Τί ποιήσω; Ὁ δὲ γέρων εἶπεν αὐτῷ· Σιώπα, καὶ μὴ μετρῇς ἑαυτόν.
πʹ. Εἶπε πάλιν· Εἰς ὃν ἡ καρδία σου οὐ πληροφορεῖται, μὴ πρόσχῃς τούτῳ τῇ καρδίᾳ σου.
παʹ. Εἶπε πάλιν, ὅτι Ἐὰν σεαυτὸν εὐτελίσῃς, ἕξεις ἀνάπαυσιν, εἰς οἷον δ' ἂν τόπον καθίσῃς.
167
πβʹ. Εἶπε πάλιν, ὅτι ἔλεγεν ὁ ἀββᾶς Σισόης, ὅτι Ἔστιν αἰσχύνη, ἀφοβίας ἔχουσα ἁμαρτίαν.
πγʹ. Εἶπε πάλιν ὅτι τὸ θέλημα, καὶ ἡ ἀνάπαυσις, καὶ ἡ τούτων συνήθεια, καταβάλλει τὸν ἄνθρωπον.
πδʹ. Εἶπε πάλιν· Ἐὰν ᾖς σιωπητικὸς, ἕξεις ἀνάπαυσιν ἐν παντὶ τόπῳ οὗ ἐὰν οἰκήσῃς.
πεʹ. Εἶπε πάλιν περὶ τοῦ ἀββᾶ Πίωρ, ὅτι ἑκάστης ἡμέρας ἐτίθει ἀρχήν.
πϛʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Ἐὰν προληφθῇ ἄνθρωπος ἔν τινι παραπτώματι, καὶ ἐπιστρέψῃ, συγχωρεῖται παρὰ Θεῷ; Ἔφη αὐτῷ ὁ γέρων· Ἀλλ' ὁ ἐντειλάμενος Θεὸς τοῖς ἀνθρώποις τοῦτο ποιεῖν, οὐχὶ μᾶλλον αὐτὸς ποιήσει; Ἐνετείλατο γὰρ τῷ Πέτρῳ λέγων· Ἕως ἑβδομηκοντάκις ἑπτά.
πζʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Καλὸν τὸ προσεύχεσθαι; Λέγει αὐτῷ ὁ γέρων, ὅτι εἶπεν ὁ ἀββᾶς Ἀντώνιος, ὅτι Ἡ φωνὴ αὕτη ἐκπορεύεται ἐκ προσώπου Κυρίου, λέγουσα· Παρακαλεῖτε τὸν λαόν μου, λέγει Κύριος, παρακαλεῖτε.
πηʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Δύναται ἄνθρωπος κατασχεῖν ὅλους τοὺς λογισμοὺς, καὶ μηδένα ἐξ αὐτῶν διδόναι τῷ ἐχθρῷ; Καὶ εἶπεν ὁ γέρων· Ἔστιν ὁ λαμβάνων δέκα. καὶ διδῶν ἕνα.
πθʹ. Ὁ αὐτὸς ἀδελφὸς τὸν αὐτὸν λόγον ἠρώτησε τὸν ἀββᾶν Σισόην. Καὶ λέγει αὐτῷ· Φύσει ὅτι ἐστὶν, ὃς οὐδὲν παρέχει τῷ ἐχθρῷ.
Ϟʹ. Ἦν τις μέγας ἡσυχαστὴς ἐν τῷ ὄρει τῆς Ἀθλίβεως· καὶ ἦλθον ἐπάνω αὐτοῦ λῃσταί· καὶ ἔκραξεν ὁ γέρων· καὶ ἀκούσαντες οἱ γείτονες αὐτοῦ ἐπίασαν τοὺς λῃστὰς, καὶ ἔπεμψαν αὐτοὺς τῷ ἡγεμόνι, καὶ ἔβαλεν εἰς φυλακήν. Καὶ ἐλυπήθησαν οἱ ἀδελφοὶ, λέγοντες, ὅτι Δι' ἡμᾶς παρεδόθησαν. Καὶ ἀναστάντες ἀπῆλθον πρὸς τὸν ἀββᾶν Ποιμένα, καὶ ἀνήγγειλαν αὐτῷ τὸ πρᾶγμα. Καὶ ἔγραψε πρὸς τὸν γέροντα, λέγων· Ἐννόησον τὴν πρώτην προδοσίαν πόθεν γέγονε, καὶ τότε βλέπεις τὴν δευτέραν. Εἰ μὴ γὰρ προεδόθης πρότερον ἐκ τῶν ἔσωθεν, οὐκ ἂν τὴν δευτέραν προδοσίαν ἐποίησας. Ἀκούσας δὲ τὴν ἐπιστολὴν
168
τοῦ ἀββᾶ Ποιμένος (ἦν δὲ ὀνομαστὸς εἰς ὅλην τὴν χώραν, καὶ μὴ ἐξερχόμενος ἐκ τοῦ κελλίου αὐτοῦ), ἀναστὰς ἦλθεν εἰς τὴν πόλιν, καὶ ἐξέβαλε τοὺς λῃστὰς ἐκ τῆς φυλακῆς, καὶ δημοσίᾳ ἠλευθέρωσεν αὐτούς.
Ϟαʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Οὐκ ἔστι μοναχὸς μεμψίμοιρος· οὐκ ἔστι μοναχὸς ποιῶν ἀνταπόδομα· οὐκ ἔστι μοναχὸς ὀργίλος.
Ϟβʹ. Παρέβαλόν τινες τῶν γερόντων πρὸς τὸν ἀββᾶν Ποιμένα, καὶ εἶπον αὐτῷ· Θέλεις, ἐὰν ἴδωμεν τοὺς ἀδελφοὺς νυστάζοντας εἰς τὴν σύναξιν, νύξωμεν αὐτοὺς, ἵνα γρηγορῶσιν εἰς τὴν ἀγρυπνίαν; Ὁ δὲ λέγει αὐτοῖς· Ἐγὼ τέως ἐὰν ἴδω τὸν ἀδελφὸν νυστάζοντα, τιθῶ τὴν κεφαλὴν αὐτοῦ ἐπὶ τὰ γόνατά μου, καὶ ἀναπαύω αὐτόν.
Ϟγʹ. Ἔλεγον περί τινος ἀδελφοῦ, ὅτι ἐπολεμήθη εἰς βλασφημίαν, καὶ ᾐσχύνετο εἰπεῖν· καὶ ὅπου ἤκουε μεγάλους γέροντας, παρέβαλε αὐτοῖς. ὥστε ἀναγγεῖλαι· καὶ ὡς ἔφθανεν, ᾐσχύνετο ὁμολογῆσαι. Πολλάκις οὖν παρέβαλε καὶ τῷ ἀββᾷ Ποιμένι. Καὶ ἔβλεπεν αὐτὸν ὁ γέρων ἔχοντα λογισμοὺς, καὶ ἐλυπεῖτο, τοῦ ἀδελφοῦ μὴ ἀναγγέλλοντος. Ἐν μιᾷ οὖν τῶν ἡμερῶν, προπέμπων αὐτὸν ἔλεγεν αὐτῷ· Ἰδοὺ τοσοῦτον χρόνον ἔρχῃ ὧδε ἔχων λογισμοὺς τοῦ ἀναγγεῖλαί μοι, καὶ ὅταν ἔρχῃ οὐ θέλεις αὐτοὺς εἰπεῖν, ἀλλὰ κατὰ ἅπαξ ὑπάγεις θλιβόμενος ἔχων αὐτούς. Εἰπέ μοι οὖν, τέκνον, τί ἐστιν ὃ ἔχεις. Ὁ δὲ εἶπεν αὐτῷ· Ὅτι εἰς βλασφημίαν Θεοῦ πολεμεῖ με ὁ δαίμων, καὶ ᾐσχυνόμην εἰπεῖν. Καὶ διηγησάμενος αὐτῷ τὸ πρᾶγμα, εὐθέως ἐλαφρύνθη. Καὶ εἶπεν αὐτῷ ὁ γέρων· Μὴ θλίβου, τέκνον· ἀλλ' ὅταν ἔρχηται ὁ λογισμὸς οὗτος, λέγε· Ἐγὼ πρᾶγμα οὐκ ἔχω· ἡ βλασφημία σου ἐπάνω σου, Σατανᾶ. Τοῦτο γὰρ τὸ πρᾶγμα οὐ θέλει ἡ ψυχή μου. Πᾶν δὲ πρᾶγμα ὃ οὐ θέλει ἡ ψυχὴ, ὀλιγοχρόνιόν ἐστι. Καὶ θεραπευθεὶς ὁ ἀδελφὸς ἀπῆλθεν.
Ϟδʹ. Ἠρώτησεν ἀδελφὸς τὸν ἀββᾶν Ποιμένα, λέγων· Ὁρῶ ἐμαυτὸν, ὅτι ὅπου δ' ἂν ἀπέλθω, εὑρίσκω ἀντίληψιν. Λέγει αὐτῷ ὁ γέρων, ὅτι Καὶ οἱ μετὰ χεῖρας ἔχοντες τὸ ξίφος ἔχουσι τὸν Θεὸν ἐλεοῦντα αὐτοὺς ἐν τῷ παρόντι καιρῷ. Ἐὰν οὖν ὦμεν ἀνδρεῖοι, ποιεῖ μεθ' ἡμῶν τὸ ἔλεος αὐτοῦ.
169
Ϟεʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι Ἐὰν ἄνθρωπος ἑαυτὸν μέμψηται, καρτερεῖ πανταχοῦ.
Ϟϛʹ. Εἶπε πάλιν, ὅτι ἔλεγεν ὁ ἀββᾶς Ἀμμωνᾶς, ὅτι Ἔστιν ἄνθρωπος ὃς ποιεῖ ἑκατὸν ἔτη ἐν τῷ κελλίῳ, καὶ οὐ μανθάνει πῶς δεῖ ἐν κελλίῳ καθίσαι.
Ϟζʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι Ἐὰν φθάσῃ ἄνθρωπος εἰς τὸ ῥητὸν τοῦ Ἀποστόλου, τὸ, Πάντα καθαρὰ τοῖς καθαροῖς· ὁρᾷ ἑαυτὸν ἐλάττονα πάσης τῆς κτίσεως. Λέγει ὁ ἀδελφός· Πῶς δύναμαι ἐμαυτὸν ἐλάττονα τοῦ φονέως ἡγεῖσθαι; Λέγει ὁ γέρων, ὅτι Ἐὰν φθάσῃ ἄνθρωπος εἰς τὸ ῥῆμα τοῦτο, καὶ ἴδῃ ἄνθρωπον φονεύοντα, λέγει, ὅτι Ταύτην τὴν ἁμαρτίαν ἐποίησε μόνην οὗτος, ἐγὼ δὲ φονεύω καθ' ἑκάστην ἡμέραν.
Ϟηʹ. Ἠρώτησεν ὁ ἀδελφὸς τὸ αὐτὸ ῥῆμα τὸν ἀββᾶν Ἀνοὺβ, ὡς ὅτι εἶπεν ὁ ἀββᾶς Ποιμήν. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Ἀνοὺβ, ὅτι Ἐὰν φθάσῃ ἄνθρωπος εἰς τὸ ῥῆμα τοῦτο, καὶ ἴδῃ τὰ ὑστερήματα τοῦ ἀδελφοῦ αὐτοῦ, ποιεῖ τὴν δικαιοσύνην αὐτοῦ καταπιεῖν αὐτά. Λέγει αὐτῷ ὁ ἀδελφός· Ποία ἐστὶν ἡ δικαιοσύνη αὐτοῦ; Ἀπεκρίθη ὁ γέρων· Ἵνα πάντοτε καταμέμφηται ἑαυτόν.
Ϟθʹ. Ἀδελφὸς εἶπε τῷ ἀββᾷ Ποιμένι, ὅτι Ἐὰν παραπέσω ἐν οἰκτρῷ παραπτώματι, κατεσθίει με ὁ λογισμός μου, καὶ κατηγορεῖ, Διατί παρέπεσες; Λέγει αὐτῷ ὁ γέρων· Ἐν ᾗ ὥρᾳ ὑποπίπτει ἄνθρωπος σφάλματι, καὶ εἴπῃ, Ἥμαρτον, παραυτὰ πέπαυται.
ρʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Διατί πείθουσι τὴν ψυχήν μου οἱ δαίμονες, εἶναι μετὰ τοῦ ὑπερβαίνοντός με, καὶ ποιοῦσί με ἐξουδενῶσαι τὸν ἐλάττονά μου; Λέγει αὐτῷ ὁ γέρων· Διὰ τοῦτο εἶπεν ὁ Ἀπόστολος, ὅτι Ἐν μεγάλῃ οἰκίᾳ οὐκ ἔστιν μόνον σκεύη χρυσᾶ καὶ ἀργυρᾶ. ἀλλὰ καὶ ξύλινα καὶ ὀστράκινα. Ἐὰν οὖν ἐκκαθάρῃ τις ἑαυτὸν ἀπὸ πάντων τούτων, ἔσται σκεῦος εἰς τιμὴν, εὔχρηστον τῷ Δεσπότῃ, ἡτοιμασμένον εἰς πᾶν ἔργον ἀγαθόν.
ραʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Πῶς οὐκ ἀφίεμαι ἐλεύθερος γενέσθαι μετὰ τῶν γερόντων ἐν τοῖς λογισμοῖς μου; Λέγει αὐτῷ ὁ γέρων, ὅτι εἶπεν ὁ ἀββᾶς
170
Ἰωάννης ὁ Κολοβὸς, ὅτι Οὐ χαίρει ἐπ' οὐδενὶ οὕτως ὁ ἐχθρὸς, ὡς ἐπὶ τοῖς μὴ ἐκφαίνουσι τοὺς λογισμοὺς αὐτῶν.
ρβʹ. Ἀδελφὸς εἶπε τῷ ἀββᾷ Ποιμένι, ὅτι Ἡ καρδία μου παρειμένη ἐστὶν, ἐὰν καταλάβῃ με καμεῖν μικρόν. Λέγει αὐτῷ ὁ γέρων· Οὐ θαυμάζομεν τὸν Ἰωσὴφ μειράκιον ὄντα ἐτῶν δεκαεπτὰ, πῶς ὑπέμεινε τὸν πειρασμὸν εἰς τέλος; καὶ ὁ Θεὸς ἐδόξασεν αὐτόν. Οὐχ ὁρῶμεν καὶ τὸν Ἰὼβ, πῶς οὐκ ἐνέδωκεν ἕως τέλους κατέχων τὴν ὑπομονήν; καὶ οὐκ ἴσχυσαν οἱ πειρασμοὶ παρασαλεῦσαι αὐτὸν τῆς ἐλπίδος τοῦ Θεοῦ.
ργʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Χρῄζει τὸ κοινόβιον ἔχειν τρεῖς πράξεις, μίαν ταπεινὴν, καὶ μίαν εἰς ὑπακοὴν, καὶ μίαν κεκινημένην καὶ ἔχουσαν τὸ κέντρον, διὰ τὸ ἔργον τοῦ κοινοβίου.
ρδʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Ἐν καιρῷ θλίψεώς μου ἐζήτησα παρὰ τινὸς τῶν ἁγίων πρᾶγμα ἐν χρήσει· καὶ ἔδωκέ μοι αὐτὸ ἀγάπην. Ἐὰν οὖν ὁ Θεὸς κἀμὲ οἰκονομήσῃ, δώσω αὐτὸ κἀγὼ ἀγάπην ἄλλοις, ἢ μᾶλλον τῷ δεδωκότι μοι αὐτό; Λέγει αὐτῷ ὁ γέρων· Ὃ τὸ δίκαιον παρὰ τῷ Θεῷ ἐστιν, ἵνα αὐτῷ δοθῇ· αὐτοῦ γάρ ἐστι. Λέγει αὐτῷ ὁ ἀδελφός· Ἐὰν ἀπενέγκω οὖν, καὶ μὴ θελήσῃ λαβεῖν, ἀλλ' εἴπῃ μοι, Ὕπαγε, ὡς Θέλεις δὸς αὐτὸ ἀγάπην, τί ποιήσω; Λέγει αὐτῷ ὁ γέρων· Τέως αὐτοῦ ἐστι τὸ πρᾶγμα. Ἐὰν δέ τις σοι παράσχῃ ἀφ' ἑαυτοῦ, σοῦ μὴ αἰτήσαντος αὐτὸν, τοῦτο σόν ἐστιν. Ἐὰν δὲ σὺ αἰτήσῃς ἢ παρὰ μοναχοῦ ἢ παρὰ κοσμικοῦ, καὶ μὴ θελήσῃ δέξασθαι αὐτὸ, τοῦτό ἐστι τὸ σύγκριμα, ἵνα εἰδότος αὐτοῦ παράσχῃς αὐτὸ ὑπὲρ αὐτοῦ ἀγάπην.
ρεʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ποιμένος, ὅτι οὐδέποτε ἤθελε δοῦναι τὸν λόγον αὐτοῦ ἐπάνω ἄλλου γέροντος· ἀλλὰ μᾶλλον κατὰ πάντα ἐπῄνει αὐτόν.
ρϛʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Πολλοὶ τῶν Πατέρων ἡμῶν ἐγένοντο ἀνδρεῖοι εἰς τὴν ἄσκησιν· εἰς δὲ τὴν λεπτότητα, εἷς, εἷς.
ρζʹ. Καθημένου ποτὲ τοῦ ἀββᾶ Ἰσαὰκ πρὸς τὸν ἀββᾶν Ποιμένα, ἠκούσθη φωνὴ ἀλέκτορος. Καὶ λέγει αὐτῷ· Ἔνι ταῦτα ὧδε, ἀββᾶ; Ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτῷ· Ἰσαὰκ, τί
171
ἀναγκάζεις με λαλῆσαι; σὺ καὶ οἱ ὅμοιοί σου ἀκούετε τούτων· τῷ δὲ νήφοντι οὐ μέλει περὶ τούτων.
ρηʹ. Ἔλεγον, ὅτι εἰ ἤρχοντό τινες πρὸς τὸν ἀββᾶν Ποιμένα, ἀπέστελλεν αὐτοὺς πρὸς τὸν ἀββᾶν Ἀνοὺβ πρῶτον, ὅτι αὐτὸς μείζων τοῖς ἔτεσιν. Ὁ δὲ ἀββᾶς Ἀνοὺβ ἔλεγεν αὐτοῖς· Πρὸς τὸν ἀδελφόν μου Ποιμένα ὑπάγετε, ὅτι αὐτὸς ἔχει τοῦ λόγου τὸ χάρισμα. Εἰ δὲ ἐκάθητο ἐκεῖ ὁ ἀββᾶς Ἀνοὺβ ἐγγὺς τοῦ ἀββᾶ Ποιμένος, οὐκ ἐλάλει ὅλως ὁ ἀββᾶς Ποιμὴν παρόντος αὐτοῦ.
ρθʹ. Ἦν τις κοσμικὸς εὐλαβὴς πάνυ ἐν τῷ βίῳ αὐτοῦ, καὶ παρέβαλε τῷ ἀββᾷ Ποιμένι· εὐκαίρησαν δὲ πρὸς τὸν γέροντα καὶ ἄλλοι ἀδελφοὶ, αἰτοῦντες αὐτὸν ἀκοῦσαι ῥῆμα. Καὶ λέγει ὁ γέρων τῷ πιστῷ κοσμικῷ· Λάλησον τοῖς ἀδελφοῖς λόγον. Ὁ δὲ παρεκάλει, λέγων· Συγχώρησόν μοι, ἀββᾶ· ἐγὼ μαθεῖν ἦλθον. Καὶ βιασθεὶς ὑπὸ τοῦ γέροντος, εἶπεν· Ἐγὼ κοσμικός εἰμι λάχανα πωλῶν καὶ πραγματευόμενος, λύω τὰ δεμάτια, καὶ ποιῶ μικρὰ, ἀγοράζω ὀλίγου καὶ πωλῶ πολλοῦ. Πλὴν οὐκ οἶδα ἀπὸ Γραφῆς εἰπεῖν· παραβολὴν δὲ λέγω. Ἄνθρωπός τις εἶπε τῷ φίλῳ αὐτοῦ· Ἐπειδὴ ἐπιθυμίαν ἔχω ἰδεῖν τὸν βασιλέα, δεῦρο μετ' ἐμοῦ. Λέγει δὲ αὐτῷ ὁ φίλος· Ἔρχομαι μετὰ σοῦ μέχρι μέσου τῆς ὁδοῦ. Καὶ λέγει ἄλλῳ φίλῳ αὐτοῦ· Δεῦρο σὺ ἆρόν με πρὸς τὸν βασιλέα. Καὶ λέγει αὐτῷ· Αἴρω σε ἕως τοῦ παλατίου τοῦ βασιλέως. Λέγει δὲ καὶ τῷ τρίτῳ· Δεῦρο μετ' ἐμοῦ πρὸς τὸν βασιλέα. Ὁ δὲ εἶπεν· Ἐγὼ ἔρχομαι, καὶ ἀπάγω εἰς τὸ παλάτιον, καὶ στήκω καὶ λαλῶ καὶ εἰσάγω σε πρὸς τὸν βασιλέα. Ἠρώτων δὲ αὐτὸν, τίς ἡ δύναμις τῆς παραβολῆς. Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ὁ πρῶτος φίλος ἐστὶν ἡ ἄσκησις, ἡ ὁδηγοῦσα ἕως τῆς ὁδοῦ· ὁ δεύτερός ἐστιν ἡ ἁγνεία, ἡ φθάνουσα ἕως τοῦ οὐρανοῦ· ὁ δὲ τρίτος ἐστὶν ἡ ἐλεημοσύνη, ἡ εἰσάγουσα ἕως τοῦ βασιλέως Θεοῦ μετὰ παῤῥησίας. Καὶ οἰκοδομηθέντες ἀνεχώρησαν οἱ ἀδελφοί.
ριʹ. Ἀδελφὸς ἐκάθητο ἔξω τῆς κώμης ἑαυτοῦ, καὶ ἐπὶ πολλὰ ἔτη οὐκ ἀνέβη εἰς τὴν κώμην, καὶ ἔλεγε τοῖς ἀδελφοῖς· Ἰδοὺ πόσα ἔτη ἔχω, καὶ οὐκ ἀνέβην εἰς τὴν κώμην· ὑμεῖς δὲ καθάπαξ ἀναβαίνετε. Εἶπον δὲ τῷ ἀββᾷ Ποιμένι περὶ αὐτοῦ· καὶ λέγει ὁ γέρων· Ἐγὼ ἤμην ἀναβαίνων τὴν νύκτα
172
καὶ κυκλῶν τὴν κώμην, ἵνα μὴ καυχᾶται ὁ λογισμός μου ὡς μὴ ἀναβαίνοντός μου.
ριαʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Εἰπέ μοι ῥῆμα. Καὶ λέγει αὐτῷ· Ὅτε καίεται ὑποκάτω ὁ λέβης, οὐ δύναται μυῖα ἅψασθαι αὐτοῦ, ἤ τι τῶν ἄλλων ἑρπετῶν· ὅταν δὲ ψυχρὸς ᾖ, τότε ἐπικάθηνται αὐτῷ. Οὕτω καὶ ὁ μοναχός· ὅσον ἐπιμένει ταῖς πνευματικαῖς πράξεσιν, οὐχ εὑρίσκει ὁ ἐχθρὸς κατενεγκεῖν αὐτόν.
ριβʹ. Ἔλεγε ὁ ἀββᾶς Ἰωσὴφ περὶ τοῦ ἀββᾶ Ποιμένος, ὅτι εἶπεν, ὅτι Οὗτός ἐστιν ὁ λόγος ὁ γεγραμμένος ἐν τῷ Εὐαγγελίῳ, ὅτι Ὀ ἔχων ἱμάτιον πωλησάτω αὐτὸ, καὶ ἀγορασὰτω μάχαιραν· τουτέστιν ὁ ἔχων ἀνάπαυσιν ἀφήσει αὐτὴν, καὶ κρατήσει τὴν στενὴν ὁδόν.
ριγʹ. Ἠρώτησάν τινες τῶν Πατέρων τὸν ἀββᾶν Ποιμένα, λέγοντες· Ἐὰν ἴδωμέν τινα ἁμαρτάνοντα ἀδελφὸν, θέλεις ἐλέγξωμεν αὐτόν; Λέγει αὐτοῖς ὁ γέρων· Ἐγὼ τέως ἐὰν ἔχω χρείαν παρελθεῖν διὰ τῶν ἐκεῖ, καὶ ἴδω αὐτὸν ἁμαρτάνοντα. ὑπερβαίνω αὐτὸν, καὶ οὐκ ἐλέγχω αὐτόν.
ριδʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Γέγραπται, ὅτι Ὃ εἶδον οἱ ὀφθαλμοί σου, ταῦτα διαμαρτύρου· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι Ἐὰν καὶ ψηλαφήσητε ταῖς χερσὶν ὑμῶν, μὴ μαρτυρήσητε. Ἀδελφὸς γάρ τις ἐχλευάσθη ἔν τινι τοιούτῳ, καὶ εἶδεν ὡς τὸν ἀδελφὸν αὐτοῦ μετὰ γυναικὸς ἁμαρτάνοντα, καὶ πολλὰ πολεμηθεὶς, ἀπελθὼν ἔνυξεν αὐτοὺς, ὡς νομίζων αὐτοὺς εἶναι, τῷ ποδὶ αὐτοῦ, λέγων· Παύσασθε λοιπὸν, ἕως πότε; Καὶ ἰδοὺ εὑρέθησαν θαλλοὶ σίτου. Διὰ τοῦτο εἶπον ὑμῖν, ὅτι Καὶ ἐὰν ψηλαφήσητε ταῖς χερσὶν ὑμῶν, μὴ ἐλέγχετε.
ριεʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Τί ποιήσω, ὅτι πολεμοῦμαι εἰς τὴν πορνείαν καὶ εἰς τὸν θυμόν; Λέγει ὁ γέρων· Διὰ τοῦτο ὁ Δαβὶδ ἔλεγεν, ὅτι Τὸν μὲν λέοντα ἐπάτασσον, τὴν δὲ ἄρκτον ἀπέπνιγον· τοῦτο δέ ἐστιν, ὅτι τὸν μὲν θυμὸν ἀπέκοπτον, τὴν δὲ πορνείαν ἐν πόνοις ἔθλιβον.
ριϛʹ. Εἶπε πάλιν· Μείζονα ταύτης τῆς ἀγάπης οὐκ ἔστιν εὑρεῖν τινα, τοῦ θεῖναι τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τοῦ πλησίον αὐτοῦ. Εἰ γάρ τις ἀκούσει λόγον πονηρὸν, τουτέστι
173
λυπηρὸν, δυνάμενος καὶ αὐτὸς τὸν ὅμοιον εἰπεῖν, καὶ ἀγωνήσηται μὴ εἰπεῖν· ἢ ἐὰν πλεονεκτηθῇ, καὶ βαστάζῃ, καὶ μὴ ἀνταποδώσει αὐτῷ· ὁ τοιοῦτος τίθησι τὴν ψυχὴν αὐτοῦ ὑπὲρ τοῦ πλησίον.
ριζʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Τί ἐστιν ὑποκριτής; Λέγει αὐτῷ ὁ γέρων· Ὑποκριτής ἐστιν ὁ διδάσκων τὸν πλησίον αὐτοῦ πρᾶγμα, εἰς ὃ αὐτὸς οὐκ ἔφθασε. Γέγραπται γάρ· Τί βλέπεις τὸ κάρφος τὸ ἐν τῷ ὀφθαλμῷ τοῦ ἀδελφοῦ σου, καὶ ἰδοὺ ἡ δοκὸς ἐν τῷ ὀφθαλμῷ σου; καὶ τὰ ἑξῆς.
ριηʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Τί ἐστι τὸ ὀργισθῆναι εἰκῆ τῷ ἀδελφῷ αὐτοῦ; Καὶ εἶπε· Πᾶσαν πλεονεξίαν ἢν πλεονεκτήσει σε ὁ ἀδελφός σου, καὶ ὀργισθῇς αὐτῷ, εἰκῆ ὀργίζῃ. Κἂν ἐξορύξῃ τὸν δεξιὸν ὀφθαλμόν σου, καὶ ἐκκόψῃ τὴν δεξιάν σου χεῖρα, καὶ ὀργισθῇς αὐτῷ, εἰκῆ ὀργίζῃ· ἐὰν δὲ χωρίζῃ σε ἀπὸ τοῦ Θεοῦ, τότε ὀργίσθητι.
ριθʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Τί ποιήσω ταῖς ἁμαρτίαις μου; Λέγει αὐτῷ ὁ γέρων, ὅτι Ὁ θέλων λυτρώσασθαι ἁμαρτίας, κλαυθμῷ λυτροῦται αὐτάς· καὶ ὁ θέλων κτήσασθαι ἀρετὰς, κλαυθμῷ κτᾶται αὐτάς. Τὸ γὰρ κλαίειν ἐστὶν ἢ ὁδὸς ἣν παρέδωκεν ἡμῖν ἡ Γραφὴ, καὶ οἱ Πατέρες ἡμῶν, λέγοντες· Κλαύσατε. Ἄλλη γὰρ ὁδὸς οὐκ ἔστιν, εἰ μὴ αὕτη.
ρκʹ. Ἠρώτησεν ἀδελφὸς τὸν ἀββᾶν Ποιμένα· Τί ἐστι μετάνοια τῆς ἁμαρτίας; Καὶ εἶπεν ὁ γέρων· Τὸ μὴ τοῦ λοιποῦ ποιεῖν αὐτήν. Διὰ τοῦτο γὰρ ἐκλήθησαν ἄμωμοι οἱ δίκαιοι, ὅτι κατέλιπον τὰς ἁμαρτίας, καὶ δίκαιοι ἐγένοντο.
ρκαʹ. Εἶπε πάλιν, ὅτι ἡ πονηρία τῶν ἀνθρώπων ὅπισθέν ἐστιν αὐτῶν κεκρυμμένη.
ρκβʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα· Τί ποιήσω ταῖς ταραχαῖς ταύταις ταῖς ταραττούσαις με; Λέγει αὐτῷ ὁ γέρων· Κλαύσωμεν ἐνώπιον τῆς ἀγαθότητος τοῦ Θεοῦ ἐν παντὶ κόπῳ ἡμῶν, ἕως ποιήσει μεθ' ἡμῶν τὸ ἔλεος αὐτοῦ.
ρκγʹ. Πάλιν ἠρώτησεν αὐτὸν ὁ ἀδελφός· Τί ποιήσω ταῖς ἀκερδέσι μου φιλίαις ἃς ἔχω; Ὁ δὲ εἶπεν· Ἔστιν ἄνθρωπος ῥέγχων εἰς τὸ ἀποθανεῖν, καὶ προσέχων φιλίαις τοῦ κόσμου
174
τούτου. Μὴ ἐγγίσῃς, μηδὲ ἅψῃ αὐτῶν· καὶ ἀφ' ἑαυτῶν ἀλλοτριοῦνται.
ρκδʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Δύναται ἄνθρωπος εἶναι νεκρός; Λέγει αὐτῷ, ὅτι Ἐὰν φθάσῃ εἰς τὴν ἁμαρτίαν, γίνεται ἀποθανών· ἐὰν δὲ φθάσῃ εἰς τὸ ἀγαθὸν, ζήσεται καὶ ποιήσει αὐτό.
ρκεʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι εἶπεν ὁ μακάριος ἀββᾶς Ἀντώνιος, ὅτι Ἡ μεγάλη δυναστεία τοῦ ἀνθρώπου ἐστὶν, ἵνα ἐπάνω αὐτοῦ βάλῃ τὸ ἴδιον σφάλμα ἐνώπιον Κυρίου, καὶ προσδοκήσῃ πειρασμὸν ἕως ἐσχάτης ἀναπνοῆς.
ρκϛʹ. Ἠρωτήθη ὁ ἀββᾶς Ποιμὴν, ὅτι εἰς τίνα ἔρχεται ὁ λόγος ὁ γεγραμμένος, ὅτι Μὴ φροντίσητε περὶ τῆς αὔριον. Λέγει αὐτῷ ὁ γέρων· Πρὸς ἄνθρωπον ὄντα ἐν πειρασμῷ καὶ ὀλιγωροῦντα ἐῤῥήθη, ἵνα μὴ φροντίσῃ, λέγων, Πόσον χρόνον ἔχω ἐν τῷ πειρασμῷ τούτῳ; ἀλλὰ μᾶλλον λογίσηται, λέγων καθ' ἑκάστην, τὸ σήμερον.
ρκζʹ. Εἶπε πάλιν, ὅτι Τὸ διδάξαι τὸν πλησίον ὑγιαίνοντός ἐστι καὶ ἀπαθοῦς· ἐπεὶ τίς χρεία οἰκοδομῆσαί τινα ἄλλου οἰκίαν, καὶ τὴν ἰδίαν καταστρέψαι;
ρκηʹ. Πάλιν εἶπεν, ὅτι Τίς χρεία ἀπελθεῖν τινα εἰς τέχνην, καὶ μὴ μαθεῖν αὐτήν;
ρκθʹ. Εἶπε πάλιν, ὅτι Τὰ ὑπέρμετρα πάντα τῶν δαιμόνων εἰσίν.
ρλʹ. Εἶπε πάλιν, Ὅτι ὅταν μέλλῃ ἄνθρωπος οἰκοδομῆσαι οἶκον, πολλὰς χρείας συνάγει, ὅπως δυνηθῇ στῆσαι τὸν οἶκον, καὶ διάφορα δὲ εἴδη συνάγει. Οὕτως καὶ ἡμεῖς, λάβωμεν πρὸς μικρὸν ἀπὸ πασῶν τῶν ἀρετῶν.
ρλαʹ. Ἠρώτησάν τινες τῶν Πατέρων τὸν ἀββᾶν Ποιμένα, λέγοντες· Πῶς οὕτως ἠνέσχετο ὁ ἀββᾶς Νισθερῶος τοῦ μαθητοῦ αὐτοῦ; Λέγει αὐτοῖς ὁ ἀββᾶς Ποιμήν· Εἰ ἐγὼ ἤμην, καὶ τὸ κερβικάριον ἐτίθουν πρὸς κεφαλὴν αὐτοῦ. Λέγει αὐτῷ ὁ ἀββᾶς Ἀνούβ· Καὶ τί ἔλεγες τῷ Θεῷ; Λέγει ὁ ἀββᾶς Ποιμήν· Ἐρῶ οὖν, ὅτι Σὺ εἶπας· Ἔκβαλε πρῶτον τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου, καὶ τότε διαβλέψεις ἐκβαλεῖν τὸ κάρφος ἐκ τοῦ ὀφθαλμοῦ τοῦ ἀδελφοῦ σου.
ρλβʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Ἡ πεῖνα καὶ ὁ νυσταγμὸς οὐκ ἀφῆκεν ἡμᾶς ἰδεῖν ταῦτα τὰ εὐτελῆ.
175
ρλγʹ. Εἶπε πάλιν· Πολλοὶ ἐγένοντο δυνατοὶ, ὀλίγοι δὲ παροξύναντες.
ρλδʹ. Εἶπε πάλιν, μετὰ στεναγμῶν· Πᾶσαι αἰ ἀρεταὶ εἰς τὸν οἶκον τοῦτον εἰσῆλθον, παρὰ μίαν ἀρετήν· καὶ ἐκτὸς αὐτῆς κόπῳ ἵσταται ἄνθρωπος. Ἠρώτησαν οὖν αὐτὸν τίς ἐστι. Καὶ εἶπεν· Ἵνα ὁ ἄνθρωπος μέμψηται ἑαυτόν.
ρλεʹ. Ἔλεγε πολλάκις ὁ ἀββᾶς Ποιμὴν, ὅτι Οὐ δεόμεθά τινος, εἰ μὴ νηφούσης διανοίας.
ρλϛʹ. Ἠρώτησέ τις τῶν Πατέρων τὸν ἀββᾶν Ποιμένα, λέγων· Τίς ἐστιν ὁ λέγων, Μέτοχος ἐγώ εἰμι πάντων τῶν φοβουμένων σε; Καὶ εἶπεν ὁ γέρων· Τὸ Πνεῦμα τὸ ἅγιόν ἐστιν ὁ λέγων.
ρλζʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι ἠρώτησεν ἀδελφὸς τὸν ἀββᾶν Σίμωνα, λέγων, ὅτι Ἐὰν ἐξέλθω ἐκ τοῦ κελλίου μου, καὶ εὕρω τὸν ἀδελφόν μου περισπώμενον, κἀγὼ περισπῶμαι μετ' αὐτοῦ· καὶ ἐὰν εὕρω αὐτὸν γελῶντα, κἀγὼ γελῶ μετ' αὐτοῦ· ἐὰν οὖν εἰσέλθω εἰς τὸ κελλίον μου, οὐκ ἀφίεμαι ἀνάπαυσιν ἔχειν. Λέγει αὐτῷ ὁ γέρων· Θέλεις, ἐὰν ἐξέλθῃς ἐκ τοῦ κελλίου σου, καὶ εὕρῃς τοὺς γελῶντας, καὶ σὺ γελάσαι· καὶ τοὺς λαλοῦντας, καὶ σὺ λαλῆσαι· καὶ εἰσέλθῃς εἰς τὸ κελλίον σου, καὶ εὕρῃς ἑαυτὸν ὡς ἦς; Λέγει ὁ ἀδελφός· Ἀλλὰ τί; Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν· Ἔσω τήρει φυλακὴν, ἔξω τήρει φυλακήν.
ρληʹ. Ἔλεγεν ὁ ἀββᾶς Δανιὴλ, ὅτι Παρεβάλομέν ποτε τῷ ἀββᾷ Ποιμένι, καὶ ἐγευσάμεθα ὁμοῦ. Καὶ μετὰ τὸ γεύσασθαι ὁμοῦ, λέγει ἡμῖν· Ὑπάγετε, ἀναπαύεσθε μικρὸν, ἀδελφοί. Ἀπῆλθον οὖν οἱ ἀδελφοὶ μικρὸν ἀναπαῆναι, κἀγὼ παρέμεινα λαλῆσαι αὐτῷ κατὰ μόνας, καὶ ἀναστὰς ἦλθον εἰς τὴν κέλλαν αὐτοῦ. Ὡς οὖν εἶδέ με ἐρχόμενον πρὸς αὐτὸν, ἔθηκεν ἑαυτὸν ὡς κοιμώμενον. Αὐτὴ γὰρ ἦν ἡ ἐργασία τοῦ γέροντος, πάντα ἐν κρυπτῷ ποιεῖν.
ρλθʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Ἐὰν ἴδῃς θεάματα, καὶ ἀκοὰς ἀκούσῃς, μὴ διηγοῦ αὐτὰ τῷ πλησίον σου· ἀνατροπὴ γάρ ἐστι πολέμου.
ρμʹ. Εἶπε πάλιν· Τὸ πρῶτον φύγε ἅπαξ, τὸ δεύτερον φύγε, τὸ τρίτον, γενοῦ ῥομφαῖα.
176
ρμαʹ. Εἶπε πάλιν ὁ ἀββᾶς Ποιμὴν τῷ ἀββᾷ Ἰσαάκ· Κούφισον μέρος τῆς δικαιοσύνης σου, καὶ ἕξεις ἀνάπαυσιν τὰς ὀλίγας ἡμέρας σου.
ρμβʹ. Ἀδελφὸς παρέβαλε τῷ ἀββᾷ Ποιμένι· καὶ συγκαθεζομένων τινῶν, ἐπῄνεσέ τινα ἀδελφὸν, ὡς ὅτι μισοπόνηρός ἐστι. Λέγει ὁ ἀββᾶς Ποιμὴν τῷ λαλήσαντι· Καὶ τί ἐστι μισοπονηρία; Ἐξέστη δὲ ὁ ἀδελφὸς, καὶ οὐχ εὗρεν ἀποκριθῆναι· ἀναστὰς δὲ μετενόησε τῷ γέροντι, λέγων· Εἰπέ μοι τί ἐστι μισοπονηρία; Ἔφη ὁ γέρων· Μισοπονηρία αὕτη ἐστὶν, εί τις τὰς ἁμαρτίας αὐτοῦ ἐμίσησε, καὶ τὸν πλησίον αὐτοῦ ἐδικαίωσεν.
ρμγʹ. Ἀδελφὸς παραβαλὼν τῷ ἀββᾷ Ποιμένι, λέγει αὐτῷ· Τί ποιήσω; Λέγει αὐτῷ ὁ γέρων· Ὕπαγε, πλησίασον μετὰ τοῦ λέγοντος, Τί θέλω ἐγώ; καὶ ἕξεις ἀνάπαυσιν.
ρμδʹ. Διηγήσατο ὁ ἀββᾶς Ἰωσὴφ, ὅτι εἶπεν ὁ ἀββᾶς Ἰσαὰκ, ὅτι Ἐκαθήμην ποτὲ πρὸς τὸν ἀββᾶν Ποιμένα· καὶ εἶδον αὐτὸν ἐν ἐκστάσει γενόμενον· καὶ ἐπειδὴ εἶχον πρὸς αὐτὸν πολλὴν παῤῥησίαν, ἔβαλον αὐτῷ μετάνοιαν, καὶ παρεκάλεσα αὐτὸν, λέγων· Εἰπέ μοι, ποῦ ἦς; Ὁ δὲ ἀναγκασθεὶς εἶπεν· Ὁ ἐμὸς λογισμὸς, ὅπου ἡ ἁγία Μαρία ἡ Θεοτόκος ἕστηκε, καὶ ἔκλαιεν ἐπὶ τοῦ σταυροῦ τοῦ Σωτῆρος· καὶ ἐγὼ ἤθελον πάντοτε οὕτως κλαίειν.
ρμεʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Τί ποιήσω τῷ βάρει τούτῳ τῷ συνέχοντί με; Λέγει αὐτῷ ὁ γέρων, ὅτι Τὰ μικρὰ πλοῖα καὶ τὰ μεγάλα ἔχουσι ζώνας, ἵνα ἂν μὴ ᾖ εὔφορος ἄνεμος, βάλωσι τὸ παρόλκιον καὶ τὰς ζώνας εἰς τὰ στήθη αὐτῶν, καὶ κατ' ὀλίγον ἕλκωσι τὸ πλοῖον ἕως οὗ ὁ Θεὸς πέμψῃ τὸν ἄνεμον· ἐὰν δὲ μάθωσιν ὅτι ἀνέστη γνόφος, τότε δὴ ὁρμῶσι καὶ βάλλουσι πάσσαλον, ἵνα μὴ ῥέμβηται.
ρμϛʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα διὰ τὰς τῶν λογισμῶν ἐπηρείας. Καὶ λέγει αὐτῷ ὁ γέρων· Τοῦτο τὸ πρᾶγμα ἔοικεν ἀνδρὶ ἔχοντι πῦρ ἐξ εὐωνύμων, καὶ κρατῆρα ὕδατος ἐκ δεξιῶν. Ἐὰν οὖν ἁφθῇ τὸ πῦρ, λάβῃ ἐκ τοῦ κρατῆρος τὸ ὕδωρ, καὶ σβέσῃ αὐτό. Τὸ πῦρ ἐστιν ὁ σπόρος τοῦ ἐχθροῦ· τὸ δὲ ὕδωρ, τὸ ῥίψαι ἑαυτὸν ἐνώπιον τοῦ Θεοῦ.
177
ρμζʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Βέλτιόν ἐστι τὸ λαλῆσαι ἢ σιωπῆσαι; Λέγει αὐτῷ ὁ γέρων, ὅτι Ὁ λαλῶν διὰ τὸν Θεὸν καλῶς ποιεῖ, καὶ ὁ σιωπῶν διὰ τὸν Θεὸν, ὁμοίως.
ρμηʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Πῶς δύναται ἄνθρωπος ἐκφυγεῖν τῷ κακῶς εἰπεῖν τῷ πλησίον; Λέγει αὐτῷ ὁ γέρων· Ἡμεῖς καὶ οἱ ἀδελφοὶ ἡμῶν, δύο εἰκόνες ἐσμέν· ἣν δ' ἂν ὥραν ὁ ἄνθρωπος ἑαυτῷ προσέχῃ καὶ μέμψηται, εὑρίσκεται ἔντιμος παρ' αὐτῷ ὁ ἀδελφὸς αὐτοῦ· ὅτε δὲ ἑαυτῷ φαίνεται καλὸς, εὑρίσκει τὸν ἀδελφὸν αὐτοῦ κακὸν ἐνώπιον αὐτοῦ.
ρμθʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα διὰ τὴν ἀκηδίαν. Καὶ λέγει αὐτῷ ὁ γέρων, ὅτι Ἡ ἀκηδία στήκει ἐπὶ πάσῃ ἀρχῇ, καὶ οὐκ ἔστι χεῖρον αὐτῆς πάθος· ἀλλ' ἐὰν γνωρίσῃ αὐτὴν ὁ ἄνθρωπος, ὅτι αὕτη ἐστὶν, ἀναπαύεται.
ρνʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι Τρεῖς σωματικὰς πράξεις ἴδομεν τοῦ ἀββᾶ Παμβώ· ἀσιτίαν ἕως ὀψὲ καθ' ἑκάστην ἡμέραν, καὶ σιωπὴν, καὶ μέγα ἐργόχειρον.
ρναʹ. Εἶπε πάλιν, ὅτι ἔλεγεν ὁ ἀββᾶς Θεωνᾶς, ὅτι Κἂν κερδήσῃ τις ἀρετὴν, ὁ Θεὸς οὐ παρέχει μόνῳ αὐτῷ τὴν χάριν· οἶδε γὰρ ὅτι οὐκ ἦν πιστὸς τοῦ ἰδίου καμάτου· ἀλλ' ἐὰν ἀπέλθῃ πρὸς τὸν ἑταῖρον αὐτοῦ, τότε παραμένει αὐτῷ. ρνβʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Θέλω εἰς κοινόβιον εἰσελθεῖν, καὶ οἰκῆσαι. Λέγει αὐτῷ ὁ γέρων· Εἰ θέλεις εἰς κοινόβιον εἰσελθεῖν, εἰ μὴ ἀμεριμνήσῃς ἀπὸ πάσης συντυχίας καὶ παντὸς πράγματος, οὐ δύνασαι κοινόβιον ἐργάσασθαι· τοῦ γὰρ βαυκαλίου μόνου μόνον οὐκ ἔχεις ἐξουσίαν.
ρνγʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Τί ποιήσω; Καὶ εἶπεν· Γέγραπται, ὅτι Τὴν ἀνομίαν μου ἐγὼ ἀναγγελῶ, καὶ μεριμνήσω ὑπὲρ τῆς ἁμαρτίας μου.
ρνδʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Τῆς πορνείας καὶ τῆς καταλαλιᾶς οὐ δέον ἐστὶν ἄνθρωπον τὸ σύνολον οὐδὲ λαλῆσαι τοὺς δύο λογισμοὺς τούτους, οὐδὲ ὅλως ἐννοῆσαι τῇ καρδίᾳ. Ἐάν τε γὰρ θέλῃ ὅλως διακρῖναι αὐτὰ ἐν τῇ καρδίᾳ αὐτοῦ, οὐκ ὠφελεῖται· ἀλλ' ἀγριανθεὶς ἀπ' αὐτῶν ἕξει ἀνάπαυσιν.
178
ρνεʹ. Ἔλεγον οἱ ἀδελφοὶ τοῦ ἀββᾶ Ποιμένος αὐτῷ· Ἀπέλθωμεν ἐκ τοῦ τόπου τούτου· ὀχλοῦσι γὰρ τὰ μοναστήρια τοῦ τόπου τούτου ἡμῖν, καὶ ἀπόλλυμεν τὰς ψυχὰς ἡμῶν· ἰδοὺ καὶ τὰ παιδία κλαίοντα οὐκ ἀφίουσιν ἡμᾶς ἡσυχάσαι. Λέγει αὐτοῖς ὁ ἀββᾶς Ποιμήν· Διὰ τὰς φωνὰς τῶν ἀγγέλων θέλετε ἀναχωρῆσαι ἔνθεν.
ρνϛʹ. Ἠρώτησεν ὁ ἀββᾶς Βιτίμιος τὸν ἀββᾶν Ποιμένα, λέγων· Ἐάν τις ἔχῃ πρὸς ἐμὲ λύπην, καὶ μετανοήσω αὐτῷ, καὶ μὴ πεισθῇ, τί ποιήσω; Λέγει αὐτῷ ὁ γέρων· Λάβε μετὰ σοῦ ἄλλους δύο ἀδελφοὺς, καὶ μετανόησον αὐτῷ. Καὶ ἐὰν μὴ πεισθῇ, λάβε ἄλλους πέντε. Ἐὰν δὲ καὶ τούτοις μὴ πεισθῇ, λάβε πρεσβύτερον. Ἐὰν δὲ καὶ οὕτως μὴ πεισθῇ, ἀταράχως λοιπὸν εὖξαι τῷ Θεῷ, ἵνα αὐτὸς πληροφορήσῃ αὐτὸν, καὶ ἀμεριμνήσῃς.
ρνζʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι Τὸ διδάξαι τὸν πλησίον, ὅμοιόν ἐστι τοῦ ἐλέγξαι.
ρνηʹ. Εἶπε πάλιν· Μὴ πληρώσῃς τὸ θέλημά σου. Ἀναγκαῖον δέ ἐστι μᾶλλον ταπεινῶσαι ἑαυτὸν τῷ ἀδελφῷ σου.
ρνθʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Εὗρον τόπον ἔχοντα πᾶσαν ἀνάπαυσιν τῶν ἀδελφῶν· Θέλεις οἰκήσω ἐκεῖ; καὶ εἶπεν ὁ γέρων· Ὅπου οὐ βλάπτεις τὸν ἀδελφόν σου, ἐκεῖ μεῖνον.
ρξʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Τὰ τρία ταῦτα κεφάλαιά ἐστι χρήσιμα· τὸ φοβεῖσθαι τὸν Κύριον, καὶ τὸ εὔξασθαι, καὶ τὸ ποιῆσαι ἀγαθὸν τῷ πλησίον.
ρξαʹ. Ἀδελφὸς εἶπε τῷ ἀββᾷ Ποιμένι· Τὸ σῶμά μου ἐξησθένησε, καὶ τὰ πάθη μου οὐκ ἐξασθενοῦσι. Λέγει αὐτῷ ὁ γέρων· Ἀκανθώδεις ῥουσίδες εἰσὶ τὰ πάθη.
ρξβʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Τί ποιήσω; Λέγει αὐτῷ ὁ γέρων· Ὅταν ὁ Θεὸς ἐπισκέπτηται ἡμᾶς, τίνος ἔχομεν φροντίσαι; Λέγει αὐτῷ ὁ ἀδελφός· Τῶν ἁμαρτιῶν ἡμῶν. Λέγει οὖν ὁ γέρων· Εἰσέλθωμεν εἰς τὸ κελλίον ἡμῶν, καὶ καθίσαντες μνημονεύσωμεν τῶν ἁμαρτιῶν ἡμῶν, καὶ ὁ Κύριος συνέρχεται ἡμῖν ἐν πᾶσι.
ρξγʹ. Ἀδελφὸς ὑπάγων εἰς τὴν ἀγορὰν ἠρώτησε τὸν ἀββᾶν Ποιμένα· Τί θέλεις ποιήσω; Λέγει αὐτῷ ὁ γέρων· Γενοῦ
179
φίλος τοῦ ἑαυτὸν βιαζομένου, καὶ μετὰ ἀναπαύσεως πωλεῖς τὰ σκεύη σου.
ρξδʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Δίδαξον τὸ στόμα σου λαλεῖν ἃ ἔχει ἡ καρδία σου.
ρξεʹ. Ἠρωτήθη ὁ ἀββᾶς Ποιμὴν περὶ μολυσμῶν· καὶ ἀπεκρίθη, ὅτι Ἐὰν στήσωμεν τὸ πρακτικὸν, καὶ νήψωμεν ἐπιμελῶς, οὐχ εὑρήσομεν ἐν ἑαυτοῖς μολυσμόν.
ρξϛʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι ἀπὸ τρίτης γενεᾶς τῆς Σκήτεως, καὶ τοῦ ἀββᾶ Μωϋσέως, οὐκ ἦλθον ἔτι οἱ ἀδελφοὶ εἰς προκοπήν.
ρξζʹ. Εἶπε πάλιν· Ἄνθρωπος ἐὰν τὴν τάξιν αὐτοῦ φυλάττῃ, οὐ ταράσσεται.
ρξηʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Πῶς δεῖ με καθίσαι ἐν τῷ κελλίῳ; Λέγει αὐτῷ· Τὸ ἐν τῷ κελλίῳ καθίσαι, τὸ φανερὸν, τοῦτό ἐστι τὸ ἐργόχειρον, καὶ τὸ μονοσιτίσαι, καὶ τὸ σιωπᾷν, καὶ ἡ μελέτη· τὸ δὲ ἐν κρυπτῷ προκόπτειν εἰς τὸ κελλίον ἐστὶ, τὸ βασανίζειν τὴν ἑαυτοῦ μέμψιν ἐν παντὶ τόπῳ ὅπου ἐὰν ἀπέρχῃ, καὶ τῶν συνάξεων τὰς ὥρας καὶ τῶν κρυπτῶν μὴ ἀμελεῖν. Ἐὰν δὲ καὶ συμβῇ καιρὸν ἀργῆσαι τοῦ ἐργοχείρου σου, εἰσελθὼν εἰς τὴν σύναξιν ἀταράχως ἐπιτέλεσον. Τὸ δὲ τέλος τούτων, συνοδίαν καλὴν κτῆσαι, ἀπόσχου δὲ ἀπὸ κακῆς συνοδίας.
ρξθʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα· Ἐὰν ἀδελφὸς ἔχῃ μου μικρὰ νουμία, θέλεις αὐτὸν ἐρωτήσω; Λέγει αὐτῷ ὁ γέρων· Ἐρώτησον αὐτὸν ἅπαξ. Λέγει αὐτῷ ὁ ἀδελφός· Τί οὖν ποιήσω; οὐ γὰρ περιγίνομαι τοῦ λογισμοῦ μου. Λέγει αὐτῷ ὁ γέρων· Ἄφες τὸν λογισμόν σου λακκᾷν, μόνον τὸν ἀδελφόν σου μὴ θλίψῃς.
ροʹ. Συνέβη τινὰς τῶν Πατέρων παραβαλεῖν εἰς οἰκίαν φιλοχρίστου τινὸς, ἐν οἷς ἦν καὶ ὁ ἀββᾶς Ποιμήν· καὶ ἐν τῷ ἐσθίειν αὐτοὺς, παρετέθη κρέα· ἔφαγον δὲ πάντες χωρὶς τοῦ ἀββᾶ Ποιμένος· καὶ ἐθαύμαζον οἱ γέροντες ὅτι οὐκ ἤσθιεν, εἰδότες τὴν διάκρισιν αὐτοῦ. Ὡς δὲ ἀνέστησαν, λέγουσιν αὐτῷ· Σὺ εἶ Ποιμὴν, καὶ οὕτως ἐποίησας; Ἀπεκρίθη αὐτοῖς γέρων· Συγχωρήσατέ μοι, Πατέρες· ὑμεῖς ἐφάγετε, καὶ οὐδεὶς ἐσκανδαλίσθη· ἐγὼ δὲ εἰ ἔφαγον, ἐπειδὴ πολλοὶ ἀδελφοὶ ἔρχονται ἔγγιστά μου, εἶχον βλαβῆναι, λέγοντες·
180
Ποιμὴν ἔφαγε κρέα, καὶ ἡμεῖς οὐκ ἐσθίομεν; Καὶ ἐθαύμασαν τὴν διάκρισιν αὐτοῦ.
ροαʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμήν· Ἐγὼ λέγω, ὅτι εἰς τὸν τόπον ὅπου βάλλεται ὁ Σατανᾶς, ἐκεῖ βάλλομαι.
ροβʹ. Ὁ αὐτὸς εἶπε τῷ ἀββᾷ Ἀνούβ· Ἀπόστρεψον τοὺς ὀφθαλμούς σου τοῦ μὴ ἰδεῖν ματαιότητα· ἡ γὰρ ἐλευθερία ψυχὰς ἀναιρεῖ.
ρογʹ. Ἐμαχήσατό ποτε Παΐζιος μετὰ ἀδελφοῦ αὐτοῦ, καθεζομένου τοῦ ἀββᾶ Ποιμένος, μέχρις αἷμα ἐκ τῶν κεφαλῶν αὐτῶν καταῤῥυῆναι· καὶ οὐδὲν τὸ σύνολον ἐλάλησεν αὐτοῖς ὁ γέρων. Εἰσῆλθεν οὖν ὁ ἀββᾶς Ἀνούβ· καὶ ἰδὼν αὐτοὺς, λέγει τῷ ἀββᾷ Ποιμένι· Διατί ἀφῆκας τοὺς ἀδελφοὺς μαχομένους, μηδὲν λαλήσας αὐτοῖς; Λέγει ὁ ἀββᾶς Ποιμήν· Ἀδελφοί εἰσι, πάλιν εἰρηνεύουσι. Λέγει ὁ ἀββᾶς Ἀνούβ· Τί ἐστι τοῦτο; εἶδες ὅτι οὕτως ἐποίησαν, καὶ λέγεις· Πάλιν εἰρηνεύουσι; Λέγει αὐτῷ ὁ ἀββᾶς Ποιμήν· Θὲς εἰς τὴν καρδίαν σου, ὅτι οὐκ ἤμην ὧδε ἕσω.
ροδʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Ἀδελφοὶ οἰκοῦσι μετ' ἐμοῦ· θέλεις κελεύσω αὐτοῖς; Λέγει αὐτῷ ὁ γέρων· Οὐχί· ἀλλὰ ποίησον πρῶτον τὸ ἔργον, καὶ ἐὰν θέλωσι ζῇν, ἑαυτοῖς βλέπουσι. Λέγει αὐτῷ ὁ ἀδελφός· Θέλουσι καὶ αὐτοὶ, Πάτερ, ἵνα κελεύσω αὐτοῖς. Λέγει αὐτῷ ὁ γέρων· Μή· ἀλλὰ γενοῦ αὐτοῖς τύπος, καὶ μὴ νομοθέτης.
ροεʹ. Εἶπε ὁ ἀββᾶς Ποιμήν· Ἐὰν παραβάλῃ σοι ἀδελφὸς, καὶ ἴδῃς ἑαυτὸν μὴ ὠφελούμενον ἐν τῇ εἰσόδῳ αὐτοῦ, ζήτησον ἐν τῇ διανοίᾳ σου, καὶ μάθε ποῖος ἦν ὁ λογισμὸς ὃν εἶχες πρὸ τῆς εἰσόδου αὐτοῦ· καὶ τότε γνώσῃ τίς ἡ αἰτία τῆς ἀνωφελείας. Ἐὰν δὲ τοῦτο ποιήσῃς μετὰ ταπεινοφροσύνης καὶ ἐννοίας, ἔσῃ ἄμεμπτος μετὰ τοῦ πλησίον σου, βαστάζων τὰ ἑαυτοῦ ἐλαττώματα. Ἐὰν γὰρ μετὰ εὐλαβείας ποιήσῃ ἄνθρωπος τὸ κάθισμα αὐτοῦ, οὐ μὴ πταίσῃ· ὁ γὰρ Θεὸς ἐνώπιον αὐτοῦ ἐστιν. Ὡς δὲ ἐγὼ ὁρῶ, ἐκ ταύτης τῆς καθέδρας κτᾶται ἄνθρωπος τὸν φόβον τοῦ Θεοῦ.
ροϛʹ. Εἶπε πάλιν· Ἄνθρωπος ἔχων παιδίον συνοικοῦν, καὶ ἐνεργούμενος εἰς αὐτὸ εἰς οἷον δ' ἂν πάθος τοῦ παλαιοῦ ἀνθρώπου, καὶ πάλιν κατέχει αὐτὸ μεθ' ἑαυτοῦ, ὅμοιός
181
ἐστιν ὁ τοιοῦτος ἀνθρώπῳ ἔχοντι ἀγρὸν ὑπὸ σκωλήκων βιβρωσκόμενον.
ροζʹ. Εἶπε πάλιν· Ἡ πονηρία τὴν πονηρίαν οὐδαμῶς ἀναιρεῖ· ἀλλ' ἐάν τίς σε κακοποιήσῃ, εὐποίησον αὐτῷ, ἵνα διὰ τῆς ἀγαθοποιίας ἀνέλῃς τὴν πονηρίαν.
ροηʹ. Εἶπε πάλιν, ὅτι Δαβὶδ ὅτε μετὰ τοῦ λέοντος συνέβαλε, τοῦ λαρυγγίου αὐτοῦ κατέσχεν αὐτὸν, καὶ εὐθέως ἀπέκτεινεν αὐτόν. Ἐὰν οὖν καὶ ἡμεῖς κατάσχωμεν τοῦ λαρυγγίου καὶ τῆς κοιλίας ἑαυτῶν, νικῶμεν διὰ τοῦ Θεοῦ τὸν ἀόρατον λέοντα.
ροθʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Τί ποιήσω, ὅτι ἔρχεταί μοι θλῖψις, καὶ κινοῦμαι; Καὶ εἶπεν ὁ γέρων, ὅτι ἡ βία ποιεῖ καὶ τοὺς μικροὺς καὶ τοὺς μεγάλους κινηθῆναι.
ρπʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ποιμένος, ὅτι ἐκάθητο εἰς Σκῆτιν μετὰ δύο ἀδελφῶν αὐτοῦ· καὶ ὁ μικρότερος ἔθλιβεν αὐτούς. Καὶ λέγει τῷ ἄλλῳ ἀδελφῷ· Παραλύει ἡμᾶς ὁ μικρότερος οὗτος· ἐγείρου, ἄγωμεν ἔνθεν. Καὶ ἐξελθόντες ἀφῆκαν αὐτόν. Ὡς οὖν εἶδεν ὅτι ἐχρόνισαν, εἶδεν αὐτοὺς μακρὰν ἀπέχοντας, καὶ ἤρξατο τρέχειν ὀπίσω αὐτῶν, κράζων. Λέγει ὁ ἀββᾶς Ποιμήν· Μείνωμεν τὸν ἀδελφὸν, ὅτι κοπιᾷ. Ὡς οὖν ἦλθε πρὸς αὐτοὺς, ἔβαλε μετάνοιαν, λέγων· Ποῦ ὑπάγετε, καὶ ἀφίετέ με μόνον; Λέγει αὐτῷ ὁ γέρων· Ὅτι θλίβεις ἡμᾶς, διὰ τοῦτο ἡμεῖς ἀναχωροῦμεν. Λέγει αὐτοῖς· Ναὶ, ναὶ, ὅπου θέλετε, ἄγωμεν ὁμοῦ. Καὶ ἰδὼν ὁ γέρων τὴν ἀκακίαν αὐτοῦ, λέγει τῷ ἀδελφῷ αὐτοῦ· Ἀναστρέψωμεν, ἀδελφέ· οὐ γὰρ θέλων ταῦτα ποιεῖ, ἀλλ' ὁ διάβολός ἐστιν ὁ ταῦτα ποιῶν αὐτῷ. Καὶ ἀναστρέψαντες ἦλθον εἰς τὸν τόπον αὐτῶν.
ρπαʹ. Ἠρώτησεν ἡγούμενος κοινοβίου τὸν ἀββᾶν Ποιμένα, λέγων· Πῶς δύναμαι κτήσασθαι τὸν φόβον τοῦ Θεοῦ; Λέγει αὐτῷ ὁ ἀββᾶς Ποιμήν· Πῶς δυνάμεθα κτήσασθαι φόβον Θεοῦ, ἕσωθεν ἔχοντες γαστρία τυρίων, καὶ κεράμια ταρίχων;
ρπβʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ποιμένα, λέγων· Ἀββᾶ, δύο ἄνθρωποι ἦσαν, εἷς μοναχὸς καὶ εἷς κοσμικός. Ὁ μοναχὸς ἐλογίσατο ὀψὲ ἵνα τὸ πρωῒ ῥίψῃ τὸ σχῆμα, καὶ ὁ
182
κοσμικὸς ἐλογίσατο ἵνα γένηται μοναχός· ἀμφότεροι δὲ ἀπέθανον τῇ νυκτὶ ἐκείνῃ· τί ἄρα λογίζεται αὐτοῖς; Καὶ εἶπεν ὁ γέρων· Ὁ μοναχὸς ἀπέθανε μοναχὸς, καὶ ὁ κοσμικὸς ἀπέθανε κοσμικός· ἐν ᾧ γὰρ εὑρέθησαν, ἀπῆλθον.
ρπγʹ. Ἔλεγεν ὁ ἀββᾶς Ἰωάννης, ὅτι Παρεβάλομέν ποτε ἀπὸ Συρίας τῷ ἀββᾷ Ποιμένι, καὶ ἠθέλομεν αὐτὸν ἐρωτῆσαι περὶ τῆς σκληρότητος τῆς καρδίας· ὁ δὲ γέρων οὐκ ᾔδει Ἑλληνιστὶ, οὐδὲ ὁ ἑρμηνεὺς εὐκαίρησεν. Ἰδὼν δὲ ἡμᾶς θλιβομένους ὁ γέρων, ἤρξατο λαλεῖν τῇ Ἑλληνίδι φωνῇ, λέγων· Ἡ φύσις τοῦ ὕδατος ἁπαλή ἐστιν, ἡ δὲ τοῦ λίθου σκληρά· τὸ δὲ βαυκάλιον ἐπάνω κρεμάμενον τοῦ λίθου, στάζον στάζον τιτρᾷ τὸν λίθον. Οὕτως καὶ ὁ λόγος τοῦ Θεοῦ ἁπαλός ἐστιν, ἡ δὲ καρδία ἡμῶν σκληρά· ἀκούων δὲ ὁ ἄνθρωπος πολλάκις τὸν λόγον τοῦ Θεοῦ, ἀνοίγεται ἡ καρδία αὐτοῦ τοῦ φοβεῖσθαι τὸν Θεόν.
ρπδʹ. Παρέβαλεν ὁ ἀββᾶς Ἰσαὰκ τῷ ἀββᾷ Ποιμένι· καὶ ἰδὼν αὐτὸν βάλλοντα μικρὸν ὕδωρ εἰς τοὺς πόδας αὐτοῦ ὡς ἔχων πρὸς αὐτὸν παῤῥησίαν, εἶπεν αὐτῷ· Πῶς τινες ἐχρήσαντο τῇ ἀποτομίᾳ, σκληραγωγήσαντες τὸ σῶμα αὐτῶν; Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Ποιμήν· Ἡμεῖς οὐκ ἐδιδάχθημεν σωματοκτόνοι, ἀλλὰ παθοκτόνοι.
ρπεʹ. Εἶπεν πάλιν· Τὰ τραύματα οὐ δύναμαι κόψαι, τὴν βρῶσιν, τὸ ἔνδυμα, καὶ τὸν ὕπνον· ἀλλ' ἐκ μέρους δυνάμεθα κόψαι.
ρπϛʹ. Ἠρώτησεν ἀδελφὸς τὸν ἀββᾶν Ποιμένα, λέγων, ὅτι Πολλὰ λάχανα ἐσθίω. Ἔφη ὁ γέρων· Οὐ συμφέρει σοι· ἀλλὰ φάγε τὸν ἄρτον σου, καὶ μικρὰ λάχανα, καὶ μὴ ἀπέλθῃς εἰς τὰ πατρικά σου ἕνεκεν χρειῶν.
ρπζʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ποιμένος, ὅτι εἰ ἐκάθηντό τινες γέροντες ἔμπροσθεν αὐτοῦ, καὶ ἐλάλουν περὶ γερόντων, καὶ εἰ ὠνόμαζον τὸν ἀββᾶν Σισόην, ἔλεγεν· Ἄφετε τὰ περὶ τοῦ ἀββᾶ Σισόη· οὐ γὰρ ἔρχεται εἰς μέτρον διηγήματος τὰ περὶ αὐτοῦ.
Περὶ τοῦ ἀββᾶ Παμβώ.
αʹ. Ἦν τις λεγόμενος ἀββᾶς Παμβὼ, καὶ περὶ τούτοῦ λέγεται, ὅτι τρία ἔτη ἔμεινεν αἰτούμενος τὸν Θεὸν, καὶ
183
λέγων· Μὴ δοξάσῃς με ἐπὶ τῆς γῆς. Καὶ οὕτως ἐδόξασεν αὐτὸν ὁ Θεὸς, ὥστε μὴ δύνασθαί τινα ἀτενίσαι εἰς τὸ πρόσωπον αὐτοῦ, ἐκ τῆς δόξης ἧς εἶχεν τὸ πρόσωπον αὐτοῦ.
βʹ. Ἦλθόν ποτε ἀδελφοὶ πρὸς τὸν ἀββᾶν Παμβὼ, καὶ ἠρώτησεν αὐτὸν ὁ εἷς, λέγων· Ἀββᾶ, ἐγὼ δύο δύο νηστεύω, καὶ ζεῦγος ψωμίων ἐσθίω· ἆρα σώζω τὴν ψυχήν μου, ἢ πλανῶμαι; Εἶπεν δὲ καὶ ἄλλος· Ἀββᾶ, ἐγὼ καταλύω ἐκ τοῦ ἐργοχείρου μου δύο κεράτια καθ' ἡμέραν, καὶ κρατῶ μικρὰ διὰ τὴν τροφὴν, τὰ δὲ ἄλλα εἰς ἀγάπην δίδωμι· ἆρα σώζομαι ἢ ἀπόλωμαι; Πολλὰ δὲ παρακαλούντων αὐτῶν, οὐκ ἔδωκεν ἀπόκρισιν. Μετὰ δὲ τέσσαρας ἡμέρας ἔχουσιν ἀναχωρῆσαι, καὶ παρεκάλουν αὐτοὺς οἱ κληρικοὶ, λέγοντες· Μὴ θλίβητε, ἀδελφοί· ὁ Θεὸς παρέχει ὑμῖν τὸν μισθόν· οὕτως ἐστὶν ἡ συνήθεια τοῦ γέροντος· οὐ ταχέως λαλεῖ, ἐὰν μὴ πληροφορήσῃ αὐτὸν ὁ Θεός. Εἰσῆλθον οὖν πρὸς τὸν γέροντα, καὶ εἶπον αὐτῷ· Ἀββᾶ, εὖξαι ὑπὲρ ἡμῶν. Λέγει αὐτοῖς· Ἀπελθεῖν θέλετε; Λέγουσι· Ναί. Καὶ ἀναλαβὼν τὰς πράξεις αὐτῶν ἐν ἑαυτῷ, γράφων ἐπὶ τὴν γῆν, ἕλεγεν· Παμβὼ δύο δύο νηστεύων, καὶ ζεῦγος ἐσθίων ψωμίων· ἆρα ἐν τούτῳ γίνεται μοναχός; Οὐχί. Καὶ Παμβὼ ἐργάζεται δύο κερατίων, καὶ δίδωσιν αὐτὰ ἀγάπην· ἆρα ἐν τούτῳ γίνεται μοναχός; οὔπω. Εἶπεν δὲ καὶ αὐτοῖς· Καλαὶ μὲν αἱ πράξεις· ἐὰν δὲ φυλάξῃς τὴν συνείδησιν ἀπὸ τοῦ πλησίον σου, οὕτως σώζῃ. Καὶ πληροφορηθέντες ἀπῆλθον μετὰ χαρᾶς.
γʹ. Παρέβαλόν ποτε τέσσαρες Σκητιῶται τῷ μεγάλῳ Παμβὼ, φοροῦντες δέρματα, καὶ ἀνήγγειλεν ἕκαστος τὴν ἀρετὴν τοῦ ἑταίρου αὐτοῦ. Ὁ μὲν εἷς ἐνήστευεν πολλά· ὁ δεύτερος ἀκτήμων ἦν· καὶ ὁ τρίτος ἐκτήσατο πολλὴν ἀγάπην· λέγουσι καὶ περὶ τοῦ τετάρτου, ὅτι εἴκοσι δύο ἔτη ἔχει ἐν ὑπακοῇ γέροντος. Ἀπεκρίθη αὐτοῖς ὁ ἀββᾶς Παμβώ· Λέγω ὑμῖν, ἡ ἀρετὴ τούτου μείζων ἐστίν. Ἕκαστος γὰρ ὑμῶν ἣν ἀρετὴν ἐκτήσατο, θελήματι αὐτοῦ ἐκράτησεν· οὗτος δὲ τὸ θέλημα αὐτοῦ κόψας, ἄλλου ποιεῖ θέλημα. Τοιοῦτοι γὰρ ἄνδρες, ὁμολογηταί εἰσιν, ἐὰν εἰς τὸ τέλος φυλάξωσιν.
184
δʹ. Ὁσίας μνήμης Ἀθανάσιος ὁ ἀρχιεπίσκοπος Ἀλεξανδρείας παρεκάλεσεν τὸν ἀββᾶν Παμβὼ κατελθεῖν ἐκ τῆς ἐρήμου ἐπὶ τὴν Ἀλεξάνδρειαν. Κατελθὼν δὲ, καὶ ἰδὼν ἐκεῖ γυναῖκα θεατρικὴν, σύνδακρυς ἐγένετο. Τῶν δὲ συνόντων πυθομένων, διατί ἐδάκρυσεν· Δύο με, ἔφη, κεκίνηκεν· ἓν μὲν, ἡ ἐκείνης ἀπώλεια· ἕτερον δὲ, ὅτι οὐ τοιαύτην σπουδὴν ἔχω πρὸς τὸ ἀρέσαι τῷ Θεῷ, ὅσον αὕτη ἵνα ἀρέσῃ ἀνθρώποις αἰσχροῖς.
εʹ. Εἶπεν ὁ ἀββᾶς Παμβὼ, ὅτι Διὰ τὸν Θεὸν, ἀφ' οὗ ἀπεταξάμην, οὐ μετεμελήθην ἐπὶ λόγῳ ᾧ ἐλάλησα.
ϛʹ. Εἶπεν πάλιν, ὅτι τοιοῦτον ὁ μοναχὸς ὀφείλει φορεῖν ἱμάτιον, ὥστε βάλλειν αὐτὸ ἔξω τοῦ κελλίου αὐτοῦ ἐπὶ τρεῖς ἡμέρας, καὶ μηδεὶς λάβῃ αὐτό.
ζʹ. Ἐγένετό ποτε τὸν ἀββᾶν Παμβὼ ὁδεύειν μετὰ ἀδελφῶν εἰς τὰ μέρη τῆς Αἰγύπτου· καὶ ἰδὼν κοσμικοὺς καθημένους, λέγει αὐτοῖς· Ἀναστάντες ἀσπάσασθε τοὺς μοναχοὺς ἵνα εὐλογηθῆτε· συνεχῶς γὰρ τῷ Θεῷ λαλοῦσι, καὶ τὰ στόματα αὐτῶν ἅγιά ἐστιν.
ηʹ. Διηγήσαντο περὶ τοῦ ἀββᾶ Παμβὼ, ὅτι τελευτῶν, κατ' αὐτὴν τὴν ὥραν τοῦ θανάτου, εἶπεν τοῖς παρεστῶσιν αὐτῷ ἁγίοις ἀνδράσιν, ὅτι Ἀφ' οὗ ἦλθον εἰς τὸν τόπον τοῦτον τῆς ἐρήμου, καὶ ᾠκοδόμησά μου τὴν κέλλαν, καὶ οἴκησα ἐν αὐτῇ, ἐκτὸς τῶν χειρῶν μου οὐ μέμνημαι ἄρτον φαγὼν, οὐδὲ· μεταμεμέλημαι ἐπὶ λόγῳ ᾧ ἐλάλησα, ἕως τῆς ἄρτι ὥρας. Καὶ οὕτως ἀπέρχομαι πρὸς τὸν Θεὸν, ὡς μηδὲ ἀρξάμενος Θεῷ δουλεύειν.
θʹ. Τοῦτο δὲ εἶχεν ὑπὲρ πολλοὺς, ὅτι εἰ ἠρωτήθη λόγον γραφικὸν ἢ πνευματικὸν, οὐκ ἀπεκρίνατο εὐθὺς, ἀλλ' ἔλεγεν μὴ εἰδέναι τὸν λόγον· καὶ ἐπερωτηθεὶς πλεῖον, οὐκ ἐδίδου ἀπόκρισιν.
ιʹ. Εἶπεν ὁ ἀββᾶς Παμβώ· Εἰ ἔχεις καρδίαν δύνασαι σωθῆναι.
ιαʹ. Ἠρώτησεν ὁ πρεσβύτερος τῆς Νιτρείας, ὅπως ὀφείλουσιν οἱ ἀδελφοὶ διάγειν. Οἱ δὲ εἶπαν· Ἐν μεγάλῃ ἀσκήσει, καὶ τηροῦντες τὴν συνείδησιν ἀπὸ τοῦ πλησίον.
ιβʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Παμβὼ, ὅτι ὡς ἔλαβε Μωϋσῆς τὴν εἰκόνα τῆς δόξης Ἀδὰμ, ὅτε ἐδοξάσθη τὸ πρόσωπον
185
αὐτοῦ· οὕτως καὶ τοῦ ἀββᾶ Παμβὼ ὡς ἀστραπὴ ἔλαμπε τὸ πρόσωπον, καὶ ἦν ὡς βασιλεὺς καθήμενος ἐπὶ τοῦ θρόνου αὐτοῦ. Τῆς αὐτῆς ἐργασίας ἦν καὶ ὁ ἀββᾶς Σιλουανὸς, καὶ ὁ ἀββᾶς Σισόης.
ιγʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Παμβὼ, ὅτι οὐδέποτε ἐμειδία τὸ πρόσωπον αὐτοῦ. Μιᾶς οὖν τῶν ἡμερῶν θέλοντες οἱ δαίμονες ποιῆσαι αὐτὸν γελάσαι, ἔδησαν εἰς ξύλον πτερὸν, καὶ ἐβάσταζον, θόρυβον ποιοῦντες, καὶ λέγοντες· Ἀλλὴ, ἀλλή. Ἰδὼν δὲ αὐτοὺς ὁ ἀββᾶς Παμβὼ ἐγέλασεν. Οἱ δὲ δαίμονες ἤρξαντο χορεύειν, λέγοντες· Οὐὰ, οὐὰ, Παμβὼ γεγέλακεν· ὁ δέ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Οὐκ ἐγέλασα, ἀλλὰ κατεγέλασα τὴν ἀδυναμίαν ὑμῶν, ὅτι τοσοῦτοι τὸ πτερὸν βαστάζετε.
ιδʹ. Ἠρώτησεν ὁ ἀββᾶς Θεόδωρος ὁ τῆς Φέρμης τὸν ἀββᾶν Παμβώ· Εἰπέ μοι ῥῆμα. Καὶ μετὰ πολλοῦ κόπου εἶπεν αὐτῷ· Θεόδωρε, ὕπαγε, τὸ ἔλεός σου ἔχε ἐπὶ πάντας· τὸ γὰρ ἔλεος εὗρεν παῤῥησίαν ἐνώπιον τοῦ Θεοῦ.
Περὶ τοῦ ἀββᾶ Πιστοῦ.
Διηγήσατο ὁ ἀββᾶς Πιστὸς, λέγων, ὅτι Ἀπήλθομεν ἑπτὰ ἀναχωρηταὶ πρὸς τὸν ἀββᾶν Σισόην οἰκοῦντα ἐν τῷ Κλύσματι, παρακαλοῦντες αὐτὸν εἰπεῖν ἡμῖν λόγον. Καὶ εἶπε· Συγχωρήσατέ μοι, ἰδιώτης ἄνθρωπός εἰμι· ἀλλὰ παρέβαλον πρὸς τὸν ἀββᾶν Ὢρ, καὶ τὸν ἀββᾶν Ἀθρέ· ἦν δὲ ἐν ἀσθενείᾳ ὁ ἀββᾶς Ὢρ, δέκα καὶ ὀκτὼ ἔτη· καὶ ἔβαλον αὐτοῖς μετάνοιαν, εἰπεῖν μοι λόγον. Καὶ εἶπεν ὁ ἀββᾶς Ὤρ· Τί ἔχω εἰπεῖν σοι; ἄπελθε, καὶ ὃ βλέπεις ποίησον. Ὁ Θεὸς ἐκείνου ἐστὶ, τοῦ πλεονεκτοῦντος, ἤτοι βιαζομένου ἑαυτὸν εἰς πάντα. Οὐκ ἦσαν δὲ ἀπὸ μιᾶς ἐνορίας ὁ ἀββᾶς Ὢρ, καὶ ὁ ἀββᾶς Ἀθρέ· ἐγένετο δὲ μεγάλη εἰρήνη μεταξὺ αὐτῶν, ἕως ἐξῆλθον ἀπὸ τοῦ σώματος. Ἦν γὰρ μεγάλη ἡ ὑπακοὴ τοῦ ἀββᾶ Ἀθρὲ, καὶ πολλὴ ἡ ταπεινοφροσύνη τοῦ ἀββᾶ Ὤρ. Ἐποίησα δὲ μικρὰς ἡμέρας πρὸς αὐτοὺς, ἀνιχνεύων αὐτούς· καὶ εἶδον μέγα θαῦμα ὃ ἐποίησεν ὁ ἀββᾶς Ἀθρέ. Ἤνεγκεν αὐτοῖς τις μικρὸν ὀψάριον, καὶ ἠβουλήθη αὐτὸ ποιῆσαι ὁ ἀββᾶς Ἀθρὲ τῷ γέροντι· εἶχε δὲ τὴν μάχαιραν κόπτων τὸ ὀψάριον· καὶ ἐκάλεσεν αὐτὸν ὁ ἀββᾶς Ὤρ· καὶ ἀφῆκε τὴν
186
μάχαιραν μέσον τοῦ ὀψαρίου, καὶ οὐκ ἔκοψε τὸ ἐπίλοιπον. Καὶ ἐθαύμασα τὴν μεγάλην ὑπακοὴν αὐτοῦ, διότι οὐκ εἶπε· Μακροθύμησον ἕως κόψω τὸ ὀψάριον. Εἶπον δὲ τῷ ἀββᾷ Ἀθρέ· Ποῦ εὗρες τὴν ὑπακοὴν ταύτην; Καὶ εἶπέ μοι· Οὐκ ἔστιν ἐμὴ, ἀλλὰ τοῦ γέροντός ἐστι. Καὶ ἔλαβέ με λέγων· Δεῦρο, βλέπε τὴν ὑπακοὴν αὐτοῦ. Καὶ ἥψησε τὸ ὀψάριον, καὶ ἠφάνισεν αὐτὸ θέλων, καὶ παρέθηκε τῷ γέροντι. Καὶ ἔφαγε μηδὲν λαλήσας. Καὶ εἶπεν αὐτῷ· Καλόν ἐστι, γέρον; Καὶ ἀπεκρίθη· Καλόν ἐστι πάνυ. Μετὰ ταῦτα ἤνεγκεν αὐτῷ μικρὸν καλὸν σφόδρα, καὶ εἶπεν· Ἠφάνισα αὐτὸ, γέρον. Καὶ ἀπεκρίθη, λέγων· Ναὶ, ἠφάνισας αὐτὸ μικρόν. Καὶ εἶπέ μοι ὁ ἀββᾶς Ἀθρέ· Εἶδες ὅτι ἡ ὑπακοὴ τοῦ γέροντός ἐστι; Καὶ ἐξῆλθον ἀπ' αὐτῶν, καὶ εἴ τι εἶδον, ἐποίησα τὴν δύναμίν μου φυλάξαι. Ταῦτα εἶπε τοῖς ἀδελφοῖς ὁ ἀββᾶς Σισόης. Εἷς δὲ ἐξ ἡμῶν παρεκάλεσεν αὐτὸν, λέγων· Ποίησον ἀγάπην, εἰπὲ ἡμῖν καὶ αὐτὸς ἕνα λόγον. Καὶ εἶπεν· Ὁ κατέχων τὸ ἀψήφιστον ἐν γνώσει, ἐπιτελεῖ πᾶσαν τὴν Γραφήν. Πάλιν ἕτερος ἐξ ἡμῶν εἶπεν αὐτῷ· Τί ἐστι ξενιτεία, Πάτερ; Καὶ εἶπε· Σιώπα, καὶ εἰπέ· Οὐκ ἔχω πρᾶγμα, ἐν παντὶ τόπῳ ὅπου ἐὰν ἀπέρχῃ· καὶ αὕτη ἐστὶν ἡ ξενιτεία.
Περὶ τοῦ ἀββᾶ Πίωρ.
αʹ. Ὁ μακάριος Πίωρ ἐργασάμενος εἰς τὸ θέρος παρά τινι, ὑπεμίμνησκε λαβεῖν τὸν μισθόν· τοῦ δὲ ὑπερθεμένου, εἰς τὴν μονὴν ἐπανῆλθε. Πάλιν τοῦ καιροῦ καλέσαντος, θερίσας παρ' αὐτῷ, καὶ μετὰ προθυμίας ἐργασάμενος, οὐδὲν ἐκείνου παρασχόντος, ἐπανῆλθεν εἰς τὴν μονὴν αὐτοῦ. Τοῦ δὲ τρίτου συμπληρωθέντος ἔτους, τὴν συνήθη ἐργασίαν τελέσας ὁ γέρων, ἀνεχώρησε μηδὲν εἰληφώς. Καὶ τοῦ Κυρίου ἐτάσαντος τὸν ἐκείνου οἶκον, ἐπιφερόμενος τὸν μισθὸν, εἰς τὰ μοναστήρια περιῆγε ζητῶν τὸν ἅγιον. Καὶ μόλις εὑρὼν αὐτὸν, προσέπεσε τοῖς ποσὶν αὐτοῦ· καὶ ἀποδιδοὺς ἔφασκεν, ὅτι Ἐμοὶ ὁ Κύριος ἀπέδωκεν. Ὁ δὲ ἐπέτρεψεν αὐτῷ παρασχεῖν αὐτὰ εἰς τὴν ἐκκλησίαν τῷ πρεσβυτέρῳ.
βʹ. Ὁ ἀββᾶς Πίωρ περιπατῶν ἤσθιε. Πυθομένου δέ τινος, Διατί οὕτως ἐσθίεις; Οὐ βούλομαι, ἔφη, ὡς ἔργῳ τῷ βρώματι
187
χρήσασθαι, ἀλλ' ὡς παρέργῳ. Πρὸς ἕτερον δὲ περὶ τούτου ἐρωτήσαντα ἀπεκρίνατο· Ἵνα μηδὲ ἐν τῷ ἐσθίειν, φησὶν, ἡδονῆς σωματικῆς αἰσθάνηται ἡ ψυχή μου.
γʹ. Ἐγένετό ποτε συνέδριον ἐν Σκήτει περὶ σφαλέντος ἀδελφοῦ· καὶ ἐλάλουν οἱ Πατέρες· ὁ δὲ ἀββᾶς Πίωρ ἐσιώπα· ὕστερον δὲ ἀναστὰς ἐξῆλθε, καὶ λαβὼν σάκκον, ἐπλήρωσε ψάμμου, καὶ ἐβάστασεν εἰς τὸν ὦμον αὐτοῦ· καὶ λαβὼν εἰς μαλάκιν μικρὸν τῆς ψάμμου, ἐβάστασεν ἔμπροσθεν. Ἐπερωτηθεὶς δὲ ὑπὸ τῶν Πατέρων, τί ἄν εἴη τοῦτο, λέγει· Οὗτος ὁ σάκκος ὁ ἔχων τὴν πολλὴν ψάμμον τὰ ἐμά ἐστι πλημμελήματα, ὅτι πολλά ἐστι· καὶ ἀφῆκα αὐτὰ ὀπίσω μου, τοῦ μὴ πονῆσαι περὶ αὐτῶν καὶ κλαῦσαι· καὶ ἰδοὺ ταῦτα τὰ μικρὰ τοῦ ἀδελφοῦ μου ἔμπροσθέν μού εἰσι, καὶ εἰς αὐτὰ ἀδολεσχῶ κρίνων αὐτόν. Οὐ χρὴ δὲ οὕτως ποιεῖν, ἀλλὰ μᾶλλον τὰ ἐμὰ ἔμπροσθέν μου ἐνεγκεῖν, καὶ αὐτῶν φροντίσαι, καὶ παρακαλεῖν τὸν Θεὸν συγχωρῆσαί μοι. Καὶ ἀναστάντες οἱ Πατέρες εἶπον· Ὄντως αὕτη ἐστὶν ἡ ὁδὸς τῆς σωτηρίας.
Περὶ τοῦ ἀββᾶ Πιτυρίωνος.
Ἔλεγεν ὁ ἀββᾶς Πιτυρίων ὁ μαθητὴς τοῦ ἀββᾶ Ἀντωνίου, ὅτι ὁ βουλόμενος ἀπελαύνει δαίμονας πρότερον τὰ πάθη δουλώσεται· οἵου γὰρ ἂν πάθους περιγένηταί τις, τούτου καὶ τὸν δαίμονα ἀπελαύνει. Ἕπεται, φησὶ, δαίμων τῇ ὀργῇ· ἐὰν τῆς ὀργῆς κρατήσῃς, ἀπελήλαται ταύτης ὁ δαίμων. Ὁμοίως καὶ περὶ ἑκάστου πάθους.
Περὶ τοῦ ἀββᾶ Πιστάμωνος.
Ἠρώτησέ τις ἀδελφὸς τὸν ἀββᾶν Πιστάμωνα, λέγων· Τί ποιήσω, ὅτι θλίβομαι εἰς τὸ πωλῆσαι τὸ ἐργόχειρόν μου; Καὶ ἀποκριθεὶς ὁ γέρων, εἶπεν, ὅτι Καὶ ὁ ἀββᾶς Σισόης καὶ οἱ λοιποὶ ἐπώλουν τὸ ἐργόχειρον αὐτῶν· τοῦτο οὐκ ἔστι βλάβος· ἀλλ' ὅταν πωλῇς, εἰπὲ ἅπαξ τὴν τιμὴν τοῦ σκεύους· λοιπὸν ἐὰν θέλῃς μικρὸν ἀφῆσαι τῆς τιμῆς, ἐν σοί ἐστιν. Οὕτω ἂν εὑρήσεις ἀνάπαυσιν. Πάλιν εἶπεν αὐτῷ ὁ ἀδελφός· Ἐὰν ἔχω τὴν χρείαν μου ὅθεν δήποτε, θέλεις ἵνα φροντίσω ἐργόχειρον; Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπεν· Ἐὰν ἔχῃς ὅσον
188
δήποτε, μὴ καταλείψῃς τὸ ἐργόχειρόν σου· ὅσον δύνασαι ποίησον, μόνον μὴ μετὰ ταραχῆς.
Περὶ τοῦ ἀββᾶ Πέτρου τοῦ Πιονίτου.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Πέτρου τοῦ Πιονίτου εἰς τὰ Κελλία, ὅτι οἶνον οὐκ ἔπινεν. Ὅτε οὖν ἐγήρασεν, ἐποίουν οἱ ἀδελφοὶ μικρὸν συγκεραστὸν, καὶ παρεκάλουν αὐτὸν οἱ ἀδελφοὶ δέξασθαι. Καὶ ἔλεγε· Θαρσεῖτέ μοι, ὅτι ὡς κονδίτον αὐτὸ ἔχω. Καὶ ἔκρινεν ἑαυτὸν εἰς τὸ συγκεραστόν.
βʹ. Ἀδελφὸς εἶπε τῷ ἀββᾷ Πέτρῳ τῷ τοῦ ἀββᾶ Λὼτ, ὅτι Ὅταν εἰμὶ ἐν τῷ κελλίῳ μου, ἐν εἰρήνῃ ἐστὶν ἡ ψυχή μου· ἐὰν δὲ ἀδελφὸς παραβάλῃ μοι, καὶ τοὺς λόγους τῶν ἔξω εἴπῃ μοι, ταράσσεται ἡ ψυχή μου. Λέγει ὁ ἀββᾶς Πέτρος, ὅτι ἔλεγεν ὁ ἀββᾶς Λώτ· Τὸ κλειδίον σου ἀνοίγει τὴν θύραν μου. Λέγει ὁ ἀδελφὸς τῷ γέροντι· Τί ἐστι τὸ ῥῆμα τοῦτο; Λέγει ὁ γέρων· Ἐάν τίς σοι παραβάλῃ, λέγεις αὐτῷ· Πῶς ἔχεις; Πόθεν ἦλθες; Πῶς ἔχουσιν οἱ ἀδελφοί; Προσελάβοντό σε, ἢ οὔ; Καὶ τότε ἀνοίγεις τὴν θύραν τοῦ ἀδελφοῦ, καὶ ἀκούεις ἃ οὐ θέλεις. Λέγει αὐτῷ· Οὕτως ἔχει. Τί οὖν ποιήσει ἄνθρωπος, ἐὰν ἔλθῃ πρὸς αὐτὸν ἀδελφός; Λέγει ὁ γέρων· Τὸ πένθος ὅλον διδαχή ἐστιν· ὅπου δὲ οὐκ ἔστι πένθος, οὐ δυνατὸν φυλάξασθαι. Λέγει ὁ ἀδελφός· Ὅταν ἐν τῷ κελλίῳ ὦ, μετ' ἐμοῦ ἐστι τὸ πένθος· ἐὰν δὲ ἔλθῃ τις πρὸς μὲ, ἢ ἐξέλθω ἐκ τοῦ κελλίου, οὐχ εὑρίσκω αὐτό. Λέγει ὁ γέρων· Οὐδέπω σοι ὑπετάγη, ἀλλ' ὡς ἐν χρήσει ἐστί. Γέγραπται γὰρ ἐν τῷ νόμῳ, ὅτι Ὅταν κτήσῃ παῖδα Ἑβραῖον, ἓξ ἔτη δουλεύσει σοι· τῷ δὲ ἑβδόμῳ ἔτει ἐξαποστελεῖς αὐτὸν ἐλεύθερον. Ἐὰν δὲ δῷς αὐτῷ γυναῖκα, καὶ γεννήσῃ παιδία ἐν τῇ οἰκίᾳ σου, καὶ μὴ θελήσῃ ἀποδιδράσκειν διὰ τὴν γυναῖκα καὶ τὰ παιδία, προσάξεις αὐτὸν πρὸς τὴν θύραν τοῦ οἴκου, καὶ τρυπήσεις αὐτοῦ τὸ ὠτίον τῷ ὀπητίῳ, καὶ ἔσται σοι δοῦλος εἰς τὸν αἰῶνα. Λέγει ὁ ἀδελφός· Τί ἐστι τὸ ῥῆμα τοῦτο; Λέγει ὁ γέρων· Ἐὰν κάμῃ ἄνθρωπος εἰς πρᾶγμα κατὰ δύναμιν, οἵαν ὥραν ζητήσει αὐτὸ εἰς χρείαν, εὑρήσει αὐτό. Λέγει αὐτῷ· Ποίησον ἀγάπην· εἰπέ μοι τὸ ῥῆμα τοῦτο. Λέγει ὁ γέρων· Οὐδὲ νόθος υἱὸς παραμένει τινὶ
189
δουλεύων, ἀλλ' ὁ γεννώμενος υἱὸς οὐκ ἐᾷ τὸν πατέρα αὐτοῦ.
γʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Πέτρου καὶ τοῦ ἀββᾶ Ἐπιμάχου, ὅτι συμφωνηταὶ ἦσαν εἰς Ῥαϊθοῦ. Ἐσθιόντων δὲ αὐτῶν ἐν τῇ ἐκκλησίᾳ, ἐβιάσαντο αὐτοὺς ἐλθεῖν εἰς τὴν τράπεζαν τῶν γερόντων. Καὶ μετὰ πολλοῦ κόπου ἀπῆλθεν ὁ ἀββᾶς Πέτρος μόνος. Καὶ ὡς ἀνέστησαν, λέγει αὐτῷ ὁ ἀββᾶς Ἐπίμαχος· Πῶς ἐτόλμησας ἀπελθεῖν εἰς τὴν τράπεζαν τῶν γερόντων; Ὁ δὲ ἀπεκρίθη· Εἰ ἐκάθισα μεθ' ὑμῶν, ὡς γέροντα οἱ ἀδελφοὶ ἤμελλον προτρέπεσθαί με εὐλογεῖν πρῶτον, καὶ ὡς μείζων ὑμῶν εἶχον εἶναι· νῦν οὖν ἀπελθὼν ἐγγὺς τῶν Πατέρων, μικρότερος πάντων ἤμην, καὶ ταπεινότερος τῷ λογισμῷ.
δʹ. Εἶπεν ὁ ἀββᾶς Πέτρος, ὅτι Οὐ δεῖ ἐπαίρεσθαι ὅταν ὁ Κύριος ποιήσῃ τι δι' ἡμῶν, ἀλλὰ μᾶλλον εὐχαριστεῖν ὅτι κατηξιώθημεν προσκληθῆναι ὑπ' αὐτοῦ. Τοῦτο δ' ἐπὶ πάσης ἀρετῆς ἔλεγε συμφέρειν λογίζεσθαι.
Περὶ τοῦ ἀββᾶ Παφνουτίου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Παφνούτιος, ὅτι Διοδεύων ἐν τῇ ὁδῷ, γέγονέ με ἀποπλανηθῆναι ἀπὸ δρόσου, καὶ εὑρεθῆναι πλησίον κώμης. Καὶ εἶδόν τινας ὁμιλοῦντας ἀλλήλοις· καὶ ἐστάθην δεόμενος περὶ τῶν ἁμαρτιῶν μου. Καὶ ἰδοὺ ἄγγελος ἦλθεν ἔχων ῥομφαίαν, καὶ λέγει μοι· Παφνούτιε, πάντες οἱ κρίνοντες τοὺς ἀδελφοὺς αὐτῶν, ἐν ταύτῃ τῇ ῥομφαίᾳ ἀπολοῦνται· σὺ δὲ ὅτι οὐκ ἔκρινας, ἀλλ' ἐταπείνωσας ἑαυτὸν ἐνώπιον τοῦ Θεοῦ, ὡς σὺ τὴν ἁμαρτίαν ποιήσας, διὰ τοῦτο τὸ ὄνομά σου ἐγγέγραπται ἐν βίβλῳ ζώντων.
βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Παφνουτίου, ὅτι οὐ ταχέως ἔπινεν οἶνον. Ὁδεύων δέ ποτε εὑρέθη ἐπάνω κοληγίου λῃστῶν, καὶ εὗρεν αὐτοὺς πίνοντας οἶνον. Ἐγνώριζε δὲ αὐτὸν ὁ ἀρχιλῃστὴς, καὶ ᾔδει ὅτι οὐ πίνει οἶνον. Καὶ θεωρῶν αὐτὸν ἀπὸ μεγάλου κόπου, ἐγέμισε ποτήριον οἴνου, καὶ τὸ ξίφος ἐν τῇ χειρὶ αὐτοῦ, καὶ λέγει τῷ γέροντι· Ἐὰν μὴ πίῃς, φονεύω σε. Γνοὺς δὲ ὁ γέρων ὅτι ἐντολὴν Θεοῦ θέλει ποιῆσαι, βουλόμενος αὐτὸν κερδῆσαι, ἔλαβε καὶ
190
ἔπιεν. Ὁ δὲ ἀρχιλῃστὴς μετενόησεν αὐτῷ, λέγων· Συγχώρησόν μοι, ἀββᾶ, ὅτι ἔθλιψά σε. Καὶ λέγει ὁ γέρων· Πιστεύω τῷ Θεῷ, ὅτι διὰ τὸ ποτήριον τοῦτο ποιεῖ μετὰ σοῦ ἔλεος καὶ ἐν τῷ νῦν καὶ ἐν τῷ μέλλοντι αἰῶνι. Λέγει ὁ ἀρχιλῃστής· Πιστεύω τῷ Θεῷ, ὅτι ἀπὸ τοῦ νῦν οὐ μὴ κακοποιήσω τινά. Καὶ ἐκέρδησεν ὁ γέρων ὅλον τὸν κολήγιον, ἀφεὶς τὸ θέλημα αὐτοῦ δια τὸν Κύριον.
γʹ. Εἶπεν ὁ ἀββᾶς Ποιμὴν, ὅτι ἔλεγεν ὁ ἀββᾶς Παφνούτιος· Εἰς πάσας τὰς ἡμέρας τῆς ζωῆς τῶν γερόντων, δὶς τὸν μῆνα παρέβαλον αὐτοῖς, ἔχων ἀπ' αὐτῶν τὸ διάστημα μίλια δώδεκα, καὶ πάντα λογισμὸν ἔλεγον αὐτοῖς, καὶ οὐδέν μοι ἕτερον ἔλεγον, ἢ τοῦτο, ὅτι Εἰς ὃν ἃν τόπον ἀπέλθῃς, μὴ μετρεῖς ἑαυτὸν, καὶ ἔσῃ ἀναπαυόμενος.
δʹ. Ἦν τις ἀδελφὸς εἰς Σκῆτιν μετὰ τοῦ ἀββᾶ Παφνουτίου, καὶ ἐπολεμεῖτο εἰς πορνείαν, καὶ ἔλεγεν· Ἐὰν λάβω δέκα γυναῖκας, οὐ πληρῶ τὴν ἐπιθυμίαν μου. Ὁ δὲ γέρων παρεκάλει λέγων· Μὴ, τέκνον· πόλεμός ἐστι τῶν δαιμόνων. Καὶ οὐκ ἐπείσθη· ἀλλὰ ἀπῆλθεν εἰς Αἴγυπτον, καὶ ἔλαβε γυναῖκα. Μετὰ δὲ χρόνον ἐγένετο ἀναβῆναι τὸν γέροντα εἰς Αἴγυπτον, καὶ ἀπαντῆσαι αὐτὸν βαστάζοντα σπυρίδια ὀστράκων· ὁ δὲ γέρων οὐκ ἐγνώρισεν αὐτόν· ἀλλ' αὐτὸς λέγει αὐτῷ· Ἐγώ εἰμι ὁ δεῖνα ὁ μαθητής σου. Καὶ ἰδὼν αὐτὸν ὁ γέρων ἐν τῇ ἀτιμίᾳ ἐκείνῃ, ἔκλαυσε, καὶ εἶπε· Πῶς ἀφῆκας τὴν τιμὴν ἐκείνην, καὶ ἦλθες εἰς τὴν ἀτιμίαν ταύτην; πλὴν ἔλαβες τὰς δέκα γυναικας; Καὶ στενάξας εἶπε· Φύσει μίαν ἔλαβον, καὶ ταλαιπωρῶ πῶς αὐτὴν χορτάσω ἄρτον. Καὶ λέγει αὐτῷ ὁ γέρων· Δεῦρο πάλιν μεθ' ἡμῶν. Καὶ εἶπεν· Ἔνι μετάνοια, ἀββᾶ; Ὁ δὲ εἶπεν· Ἔνι. Καὶ καταλείψας πάντα, ἠκολούθησεν αὐτόν· καὶ εἰσελθὼν εἰς Σκῆτιν, ἀπὸ τῆς πείρας γέγονε δόκιμος μοναχός.
εʹ. Ἀδελφῷ ἐν τῇ ἐρήμῳ καθημένῳ τῆς Θηβαΐδος, ἦλθεν αὐτῷ λογισμὸς, λέγων· Τί κάθῃ ἄκαρπος; ἀνάστα, ὕπαγε εἰς κοινόβιον, καὶ ἐκεῖ ποιεῖς καρπόν. Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν ἀββᾶν Παφνούτιον, καὶ ἀνήγγειλεν αὐτῷ τὸν λογισμόν. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ὕπαγε, κάθου εἰς τὸ κελλίον σου· καὶ ποίει μίαν εὐχὴν πρωῒ, καὶ μίαν ἑσπέρας, καὶ μίαν τὴν νύκτα· καὶ ὅταν πεινᾷς, φάγε, καὶ ὅταν διψᾷς, πίε, καὶ ὅταν
191
νυστάζῃς, κοιμῶ· καὶ μένε εἰς γῆν ἔρημον· καὶ μὴ πεισθῇς αὐτῷ. Ἦλθε δὲ καὶ πρὸς τὸν ἀββᾶν Ἰωάννην, καὶ ἀνήγγειλε τὰ ῥήματα τοῦ ἀββᾶ Παφνουτίου. Καὶ λέγει ὁ ἀββᾶς Ἰωάννης· Μὴ ποιήσῃς ὅλως εὐχὴν, μόνον κάθου εἰς τὸ κελλίον σου. Καὶ ἀναστὰς ἦλθε πρὸς τὸν ἀββᾶν Ἀρσένιον, καὶ ἀνήγγειλεν αὐτῷ πάντα. Καὶ λέγει αὐτῷ ὁ γέρων· Κράτει ὡς οἱ Πατέρες σοι εἶπαν· πλεῖον γὰρ τούτων, οὐκ ἔχω σοί τι εἰπεῖν. Καὶ πληροφορηθεὶς ἀπῆλθεν.
Περὶ τοῦ ἀββᾶ Παύλου.
Διηγήσατό τις τῶν Πατέρων περί τινος ἀββᾶ Παύλου, ὅτι ἦν ἐκ τῶν κάτω μερῶν τῆς Αἰγύπτου, οἰκῶν δὲ ἐν Θηβαΐδι· ὅτι οὗτος ἐκράτει ταῖς χερσὶν αὐτοῦ τοὺς κεράστας καὶ τοὺς ὄφεις, καὶ ἔσχιζεν αὐτοὺς μέσους. Καὶ ἔβαλον αὐτῷ οἱ ἀδελφοὶ μετάνοιαν, λέγοντες· Εἰπὲ ἡμῖν ποίαν ἐργασίαν ἐποίησας, ἵνα λάβῃς τὴν χάριν ταύτην. Ὁ δὲ ἔφη· Συγχωρήσατέ μοι, Πατέρες· ἐάν τις κτήσηται καθαρότητα, πάντα ὑποτάσσεται αὐτῷ, ὡς τῷ Ἀδὰμ ὅτε ἦν ἐν παραδείσῳ, πρὶν ἢ παραβῆναι τὴν ἐντολήν.
Περὶ τοῦ ἀββᾶ Παύλου τοῦ κοσμίτου.
αʹ. Ὁ ἀββᾶς Παῦλος ὁ κοσμίτης καὶ Τιμόθεος ὁ ἀδελφὸς αὐτοῦ ἐκαθέζοντο ἐν τῇ Σκήτει· καὶ πολλαχῶς ἐγίνετο μεταξὺ αὐτῶν ἀντιλογία. Λέγει ὁ ἀββᾶς Παῦλος· Ἕως πότε μένομεν οὕτως; Λέγει αὐτῷ ὁ ἀββᾶς Τιμόθεος· Ποίησον ἀγάπην· ὅταν ἔρχωμαι ἐπάνω σου, βάσταξόν με· καὶ ὅταν ἔρχῃ καὶ σὺ ἐπάνω μου, βαστάζω σε κἀγώ. Καὶ ποιήσαντες οὕτως ἀνεπάησαν τὰς ἐπιλοίπους αὐτῶν ἡμέρας.
βʹ. Ὁ αὐτὸς ἀββᾶς Παῦλος καὶ Τιμόθεος κοσμῖται ἦσαν ἐν τῇ Σκήτει, καὶ ὠχλοῦντο ὑπὸ τῶν ἀδελφῶν. Καὶ λέγει ὁ Τιμόθεος τῷ ἀδελφῷ αὐτοῦ· Τί θέλομεν τὴν τέχνην ταύτην; οὐκ ἀφιόμεθα ἡσυχάσαι ὅλην τὴν ἡμέραν. Καὶ ἀποκριθεὶς ὁ ἀββᾶς Παῦλος εἶπεν αὐτῷ· Ἀρκεῖ ἡμῖν ἡ ἡσυχία τῆς νυκτὸς, ἐὰν νήφῃ ἡμῶν ἡ διάνοια.
192
Περὶ τοῦ ἀββᾶ Παύλου τοῦ μεγάλου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Παῦλος ὁ μέγας ὁ Γαλάτης, ὅτι Μοναχὸς ἔχων μικρὰς χρείας ἐν τῇ κέλλῃ αὐτοῦ, καὶ ἐξερχόμενος φροντίσαι, ἀπὸ δαιμόνων χλευάζεται· καὶ γὰρ κἀγὼ αὐτὸ ἔπαθον.
βʹ. Εἶπεν ὁ ἀββᾶς Παῦλος· Εἰς βόρβορόν εἰμι καταποντιζόμενος ἕως τραχήλου, καὶ κλαίω ἔμπροσθεν τοῦ Θεοῦ, λέγων· Ἐλέησόν με.
γʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Παύλου, ὅτι ἐποίησε τὴν Τεσσαρακοστὴν εἰς ματὶν φακοῦ καὶ λαγύνιον ὕδατος· καὶ εἰς ἓν μαλάκιον, αὐτὸ πλέκων καὶ ἀναλύων, ἕως τῆς ἑορτῆς ἐγκεκλεισμένος.
Περὶ τοῦ ἀββᾶ Παύλου τοῦ ἁπλοῦ.
Ὁ μακάριος ἀββᾶς Παῦλος ὁ ἁπλοῦς ὁ τοῦ ἁγίου Ἀντωνίου μαθητὴς, διηγήσατο τοῖς Πατράσι πρᾶγμα τοιοῦτον· ὅτι ποτὲ παραγενόμενος ἐν μοναστηρίῳ ἐπισκέψεως ἕνεκεν καὶ ὠφελείας χάριν ἀδελφῶν, μετὰ τὴν πρὸς ἀλλήλους αὐτῶν συνήθη διάλεκτον, εἴσεισιν ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ ἐκκλησίᾳ τὴν συνήθη σύναξιν ἐπιτελέσαι. Ὁ δὲ μακάριος Παῦλος, φησὶ, προσέσχεν ἑκάστῳ τῶν εἰσιόντων εἰς τὴν ἐκκλησίαν, ὁποίᾳ ἄρα ψυχῇ εἰσίασιν εἰς τὴν σύναξιν· εἶχε γὰρ καὶ ταύτην τὴν χάριν παρὰ Κυρίου δοθεῖσαν αὐτῷ, ὥστε ὁρᾷν ἕκαστον ὁποῖός ἐστι τῇ ψυχῇ, ὥσπερ ἡμεῖς βλέπομεν ἀλλήλων τὰ πρόσωπα. Πάντων δὲ εἰσιόντων λαμπρᾷ τῇ ὄψει καὶ φαιδρῷ τῷ προσώπῳ, τόν τε ἑκάστου ἄγγελον χαίροντα ἐπ' αὐτῷ· ἕνα, φησὶν, ὁρᾷ μέλαντα καὶ ζοφώδη ὅλον τὸ σῶμα, δαίμονας δὲ παρ' ἑκατέρᾳ τοῦτον συνέχοντας καὶ ἕλκοντας αὐτὸν πρὸς ἑαυτοὺς, φορβειὰν ἐπὶ τὴν ῥῖνα αὐτοῦ βάλλοντας· τόν τε ἅγιον ἄγγελον αὐτοῦ ἀπὸ μακρόθεν ἀκολουθοῦντα σκυθρωπὸν καὶ κατηφῆ. Ὁ δὲ Παῦλος δακρύσας, καὶ τῇ χειρὶ τὸ στῆθος πλήξας, ἐκαθέζετο πρὸ τῆς ἐκκλησίας, ἀποκλαιόμενος σφόδρα τὸν οὕτως ὀφθέντα αὐτῷ. Οἱ δὲ θεασάμενοι τὸ παράδοξον τοῦ ἀνδρὸς, τήν τε ὀξεῖαν αὐτοῦ μεταβολὴν, πρὸς δάκρυα καὶ πένθος κινήσαντα, ἠρώτων αὐτὸν παρακαλοῦντες τὸ διατί κλαίει εἰπεῖν, νομίζοντες μήτι καταγνοὺς ἁπάντων τοῦτο
193
ποιεῖ· παρεκάλουν τε αὐτὸν καὶ εἰς τὴν σύναξιν σὺν αὐτοῖς εἰσιέναι. Ὁ δὲ Παῦλος ἀποσεισάμενος αὐτοὺς ἐκαθέζετο ἔξω, ἀποδυρόμενος πάνυ τὸν οὕτως ὀφθέντα αὐτῷ. Μετ' οὐ πολὺ δὲ τῆς συνάξεως ἀπολυθείσης, καὶ πάντων ἐξιόντων, πάλιν κατεμάνθανεν ὁ Παῦλος ἕκαστον, βουλόμενος γνῶναι οἷοι ἐξέρχονται· καὶ ὁρᾷ τὸν ἄνδρα ἐκεῖνον, τὸν μέλαν καὶ ζοφῶδες ἔχοντα τὸ πρὶν ὅλον τὸ σῶμα, ἐξερχόμενον ἀπὸ τῆς ἐκκλησίας λαμπρὸν τῷ προσώπῳ, λευκὸν τῷ σώματι, καὶ τοὺς δαίμονας μακράν που ἀκολουθοῦντας, τόν τε ἅγιον ἄγγελον ἐγγὺς αὐτοῦ παρεπόμενον καὶ χαίροντα ἐπ' αὐτῷ σφόδρα. Ὁ δὲ Παῦλος ἀναπηδήσας μετὰ χαρᾶς, ἐβόα εὐλογῶν τὸν Θεὸν, καὶ λέγων· Ὢ τῆς ἀφάτου τοῦ Θεοῦ φιλανθρωπίας καὶ ἀγαθότητος! Δραμὼν δὲ καὶ ἀναβὰς ἐπὶ βαθμοῦ ὑψηλοῦ, μεγάλῃ τῇ φωνῇ ἔλεγε· Δεῦτε καὶ ἴδετε τὰ ἔργα τοῦ Θεοῦ, ὡς φοβερὰ καὶ πάσης ἐκπλήξεως ἄξια. Δεῦτε καὶ ἴδετε τὸν θέλοντα πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν. Δεῦτε προσκυνήσωμεν καὶ προσπέσωμεν αὐτῷ, καὶ εἴπωμεν· Σὺ μόνος δύνασαι ἀφαιρεῖν ἁμαρτίας. Συνέτρεχον δὲ πάντες μετὰ σπουδῆς, τῶν λεγομένων ἀκοῦσαι βουλόμενοι. Καὶ συνελθόντων πάντων, διηγεῖτο ὁ Παῦλος τὰ ὁραθέντα αὐτῷ πρὸ τῆς εἰσόδου τῆς ἐκκλησίας, καὶ μετὰ ταῦτα πάλιν, καὶ ἠξίου τὸν ἄνδρα ἐκεῖνον λέγειν τὴν αἰτίαν, δι' ἣν αὐτῷ τὴν τοσαύτην μεταβολὴν αἰφνιδίως ὁ Θεὸς ἐχαρίσατο. Ὁ δὲ ἄνθρωπος ἐλεγχθεὶς ὑπὸ τοῦ Παύλου, ἐνώπιον πάντων ἀνυποστόλως διηγεῖτο τὰ καθ' ἑαυτὸν, λέγων· Ἐγὼ ἄνθρωπός εἰμι ἁμαρτωλὸς, φησὶ, καὶ ἐκ πολλοῦ τοῦ χρόνου πορνείαις συνέζων μέχρι τοῦ νῦν· εἰσελθὼν δὲ νῦν ἐν τῇ ἁγίᾳ τοῦ Θεοῦ ἐκκλησίᾳ, ἤκουσα τοῦ ἁγίου προφήτου Ἡσαΐου ἀναγινωσκομένου, μᾶλλον δὲ τοῦ Θεοῦ λαλοῦντος δι' αὐτοῦ· Λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ὑμῶν ἀπὸ τῶν καρδιῶν ὑμῶν· ἀπέναντι τῶν ὀφθαλμῶν μου, μάθετε καλὸν ποιεῖν. Καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ. Καὶ ἐὰν θέλητε καὶ εἰσακούσητέ μου, τὰ ἀγαθὰ τῆς γῆς φάγεσθε. Ἐγὼ δὲ, φησὶν, ὁ πόρνος, ἐπὶ τῷ λόγῳ τοῦ προφήτου κατανυγεὶς τὴν ψυχὴν, καὶ στενάξας ἐν τῇ
194
διανοίᾳ μου, εἶπον πρὸς τὸν Θεὸν, ὅτι Σὺ ὁ Θεὸς, ὁ ἐλθὼν εἰς τὸν κόσμον ἁμαρτωλοὺς σῶσαι, ἃ νῦν διὰ τοῦ προφήτου σου ἐπηγγείλω, ταῦτα καὶ εἰς ἐμὲ πλήρωσον τὸν ἁμαρτωλὸν καὶ ἀνάξιον. Ἰδοὺ γὰρ ἀπὸ τοῦ νῦν δίδωμί σοι λόγον, συντάσσομαι δὲ, καὶ ἐκ καρδίας ἐξομολογοῦμαί σοι, ὅτι οὐ μὴ πράξω ἔτι τι τῶν κακῶν· ἀλλὰ ἀποτάσσομαι πᾶσαν παρανομίαν, καὶ δουλεύσω σοι ἀπὸ τοῦ νῦν ἐν καθαρᾷ συνειδήσει. Σήμερον, ὦ Δέσποτα, καὶ ἐκ τῆς ὥρας ταύτης, δέξαι με μετανοοῦντα, καὶ προσπίπτοντά σοι, καὶ ἀπεχόμενον τοῦ λοιποῦ πάσης ἁμαρτίας. Ἐπὶ ταύταις, φησὶ, ταῖς συνθήκαις ἐξῆλθον ἀπὸ τῆς ἐκκλησίας, κρίνας ἐν τῇ ἐμαυτοῦ ψυχῇ, μηκέτι μηδὲν φαῦλον πρᾶξαι ἀπέναντι τοῦ Θεοῦ. Ἀκούσαντες δὲ πάντες ἀνεβόων μιᾷ φωνῇ πρὸς τὸν Θεόν· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας. Γινώσκοντες τοίνυν, ὦ Χριστιανοὶ, ἐκ τῶν θείων Γραφῶν, καὶ ἐκ τῶν ἁγίων ἀποκαλύψεων, ὅσην ἔχει ὁ Θεὸς ἀγαθότητα περὶ τοὺς εἰς αὐτὸν γνησίως καταφεύγοντας, καὶ διὰ μετανοίας τὰ πρότερον αὐτοῖς ἐπταισμένα διορθουμένους, καὶ ὅτι ἀποδίδωσι πάλιν τὰ ἐπηγγελμένα ἀγαθὰ, οὐκ εἰσπραττόμενος δίκας ὑπὲρ τῶν προτέρων ἁμαρτιῶν, μὴ ἀπελπίσωμεν τῆς ἑαυτῶν σωτηρίας. Ὥσπερ γὰρ διὰ Ἡσαΐου τοῦ προφήτου ἐπηγγείλατο, τοὺς ἐν ἁμαρτίαις βεβορβορωμένους πλύνειν, καὶ ὡς ἔριον καὶ ὡς χιόνα λευκαίνειν, καὶ τῶν ἀγαθῶν τῆς ἐπουρανίου Ἱερουσαλὴμ ἀξιοῦν· οὕτως αὖθις διὰ τοῦ ἁγίου προφήτου Ἰεζεκιὴλ, μεθ' ὅρκου ἡμᾶς πληροφορεῖ μὴ ἀπολλύειν· Ζῶ γὰρ, φησὶ, λέγει Κύριος, ὅτι οὐ βούλομαι τὸν θάνατον τοῦ ἁμαρτωλοῦ, ὡς τὸ ἐπιστρέψαι καὶ ζῇν αὐτόν.
Περὶ τοῦ ἀββᾶ Πέτρου τοῦ τῶν Δίου.
Πέτρος ὁ τῶν Δίου πρεσβύτερος, εἴποτε ηὔχετο μετά τινων, ἐπειδὴ διὰ τὴν ἱερωσύνην ἔμπροσθεν ἴστασθαι ἠναγκάζετο, τῇ ταπεινοφροσύνῃ ἑαυτὸν ὀπίσω ἵστα ἐξομολογούμενος· ὡς εἰς τὸν βίον τοῦ ἀββᾶ Ἀντωνίου γέγραπται. Τοῦτο ἐποίει, μηδένα λυπῶν.
Ἀρχὴ τοῦ Ρ στοιχείου.
195
Περὶ τοῦ ἀββᾶ τοῦ Ῥωμαίου.
αʹ. Ἦλθέ ποτε μοναχός τις Ῥωμαῖος, καὶ ᾤκησεν ἐν Σκήτει ἐγγύτερον τῆς ἐκκλησίας· εἶχε δὲ καὶ ἕνα δοῦλον ὑπηρετοῦντα αὐτῷ. Ἰδὼν δὲ ὁ πρεσβύτερος τὴν ἀσθένειαν αὐτοῦ, καὶ μαθὼν ἐκ ποίας ἀναπαύσεώς ἐστιν, εἴ τι ᾠκονόμει καὶ ἤρχετο εἰς τὴν ἐκκλησίαν, ἔπεμπεν αὐτῷ. Καὶ ποιήσας εἰκοσιπέντε ἔτη ἐν Σκήτει, γέγονε διορατικὸς καὶ ὀνομαστός. Ἀκούσας δέ τις τῶν μεγάλων Αἰγυπτίων περὶ αὐτοῦ, ἦλθεν ἰδεῖν αὐτὸν, προσδοκῶν σωματικήν τινα πολιτείαν περισσοτέραν εὑρεῖν ἐν αὐτῷ. Εἰσελθὼν δὲ ἠσπάσατο αὐτόν· καὶ ποιήσαντες εὐχὴν ἐκάθισαν. Βλέπει δὲ αὐτὸν ὁ Αἰγύπτιος φοροῦντα ἱμάτια τρυφερὰ, καὶ χαράδριον καὶ δέρμα ὑποκάτω αὐτοῦ, καὶ προσκεφάλαιον μικρόν· ἔχοντα δὲ καὶ τοὺς πόδας καθαρούς μετὰ σανδαλίων· καὶ ταῦτα ἰδὼν ἐσκανδαλίσθη, ὅτι ἐν τῷ τόπῳ οὐχ ὑπῆρχε τοιαύτη διαγωγὴ, ἀλλὰ μᾶλλον σκληραγωγία. Καὶ διορατικὸς ὢν ὁ γέρων ἐνόησεν ὅτι ἐσκανδαλίσθη, καὶ λέγει τῷ ὑπηρετοῦντι αὐτόν· Ποίησον ἡμῖν ἑορτὴν διὰ τὸν ἀββᾶν σήμερον. Εὐκαίρησε δὲ μικρὸν λάχανον, καὶ ἥψησε· καὶ τῇ ὥρᾳ ἀναστάντες ἔφαγον. Εἶχε δὲ καὶ μικρὸν οἶνον διὰ τὴν ἀσθένειαν αὐτοῦ ὁ γέρων· καὶ ἔπιον. Καὶ ὡς ἐγένετο ὀψὲ, ἔβαλον τοὺς δώδεκα ψαλμοὺς, καὶ ἐκοιμήθησαν· ὁμοίως δὲ καὶ τὴν νύκτα. Ἀναστὰς δὲ τὸ πρωῒ ὁ Αἰγύπτιος, λέγει αὐτῷ· Εὖξαι ὑπὲρ ἐμοῦ. Καὶ ἐξῆλθε μὴ ὠφεληθείς. Καὶ ὡς ἀπῆλθε μικρὸν, θέλων ὁ γέρων ὠφελῆσαι αὐτὸν πέμψας μετεκαλέσατο αὐτόν· καὶ ὡς ἦλθε, μετὰ χαρᾶς πάλιν ἐδέξατο αὐτὸν, καὶ ἐπηρώτησεν αὐτὸν, λέγων· Ποίας χώρας εἶ; Καὶ λέγει· Αἰγύπτιος. Ποίας δὲ πόλεως; Ὁ δὲ ἔφη· Ἐγὼ ὅλως οὐκ εἰμὶ πολίτης. Καὶ λέγει· Τί ἦν τὸ ἔργον σου εἰς τὴν κώμην σου; Καὶ λέγει· Τηρητής. Καὶ λέγει· Ποῦ ἐκοιμῶ; Ὁ δὲ εἶπεν· Εἰς τὸν ἀγρόν. Εἶχες, φησὶ, στρωμνὴν ὑποκάτω σου; Καὶ λέγει· Ναὶ, εἰς ἀγρὸν εἶχον θεῖναι στρῶμα ὑποκάτω μου; Ἀλλὰ πῶς· Εἶπε δέ· Χαμαί. Λέγει αὐτῷ πάλιν· Καὶ τί εἶχες βρῶμα εἰς τὸν ἀγρόν; ἢ ποῖον οἶνον ἔπινες; Ἀπεκρίθη πάλιν· Ἔνι βρῶμα ἢ πόμα εἰς ἀγρόν; Ἀλλὰ πῶς ἔζης; φησί. Λέγει· Ἤσθιον ξηρὸν ἄρτον, καὶ εἰ εὕρισκον μικρὸν ταρίχιν, καὶ ὕδωρ. Ἀποκριθεὶς δὲ ὁ
196
γέρων εἶπε· Μέγας κόπος. Ἔνι δὲ καὶ βαλανεῖον εἰς τὴν κώμην, ἵνα λούησθε; Ὁ δὲ εἶπεν· Οὐχί· ἀλλὰ εἰς τὸν ποταμὸν ὅτε θέλομεν. Ὡς οὖν ἐξέλαβεν αὐτὸν ὁ γέρων εἰς ταῦτα πάντα, καὶ ἔμαθε τοῦ προτέρου βίου αὐτοῦ τὴν θλῖψιν, θέλων αὐτὸν ὠφελῆσαι, διηγήσατο αὐτῷ τὴν προτέραν αὐτοῦ διαγωγὴν τὴν ἐν τῷ κόσμῳ, λέγων· Ἐμὲ τὸν ταπεινὸν ὃν βλέπεις, ἐκ τῆς μεγάλης πόλεως Ῥώμης εἰμὶ, καὶ μέγας γέγονα εἰς τὸ παλάτιον τοῦ βασιλέως. Καὶ ὡς ἤκουσε ὁ Αἰγύπτιος τὴν ἀρχὴν τοῦ λόγου, κατενύγη, καὶ ἤκουεν ἀκριβῶς τὰ λεγόμενα παρ' αὐτοῦ. Πάλιν δὲ λέγει αὐτῷ· Κατέλιπον οὖν τὴν πόλιν, καὶ ἦλθον εἰς τὴν ἔρημον ταύτην· καὶ πάλιν ἐμὲ ὃν βλέπεις, οἴκους μεγάλους εἶχον καὶ χρήματα πολλά· καὶ καταφρονήσας αὐτῶν, ἦλθον εἰς τὸ μικρὸν κελλίον τοῦτο· καὶ πάλιν ἐμὲ ὃν βλέπεις, κραββάτους εἶχον ὁλοχρύσους, ἔχοντας πολυτίμους στρωμνάς· καὶ ἀντ' αὐτῶν, δέδωκέ μοι ὁ Θεὸς τὸ χαράδριον τοῦτο καὶ τὸ δέρμα· πάλιν τὰ ἐνδύματά μου πολλῆς τιμῆς ἄξια ἦν· καὶ ἀντὶ ἐκείνων, φορῶ τὰ εὐτελῆ ταῦτα ἱμάτια· πάλιν εἰς τὸ ἄριστόν μου πολὺ χρυσίον ἀνηλίσκετο· καὶ ἀντὶ ἐκείνου, ἔδωκέ μοι ὁ Θεὸς τὸ μικρὸν λάχανον τοῦτο, καὶ τὸ μικρὸν ποτήριον τοῦ οἴνου. Ἦσαν δὲ οἱ ὑπηρετοῦντές μοι παῖδες πολλοί· καὶ ἰδοὺ ἀντ' ἐκείνων, κατένυξεν ὁ Θεὸς τὸν γέροντα τοῦτον ὑπηρετῆσαί μοι· ἀντὶ δὲ βαλανείου, βάλλω τὸ μικρὸν ὕδωρ εἰς τοὺς πόδας μου, καὶ τὰ σανδάλια διὰ τὴν ἀσθένειάν μου· πάλιν ἀντὶ μουσικῶν καὶ κιθαρῶν, λέγω τοὺς δώδεκα ψαλμούς· ὁμοίως καὶ τὴν νύκτα, ἀντὶ τῶν ἁμαρτιῶν ὦν ἐποίουν, ἄρτι μετὰ ἀναπαύσεως ποιῶ μικράν μου λειτουργίαν. Παρακαλῶ οὖν σε, ἀββᾶ, μὴ σκανδαλισθῇς εἰς τὴν ἀσθένειάν μου. Ταῦτα ἀκούσας ὁ Αἰγύπτιος, εἰς ἑαυτὸν ἐλθὼν, εἶπεν· Οὐαί μοι, ὅτι ἀπὸ πολλῆς θλίψεως τοῦ κόσμου εἰς ἀνάπαυσιν ἦλθον, καὶ ἃ οὐκ εἶχον τότε, νῦν ἔχω· σὺ δὲ ἀπὸ πολλῆς ἀναπαύσεως εἰς θλῖψιν ἦλθες, καὶ ἀπὸ πολλῆς δόξης καὶ πλούτου ἦλθες εἰς ταπείνωσιν καὶ πτωχείαν. Πολλὰ δὲ ὠφεληθεὶς ἀπῆλθε, καὶ ἐγένετο αὐτοῦ φίλος, καὶ παρέβαλλεν αὐτῷ συχνῶς δι' ὠφέλειαν· ἦν γὰρ ἀνὴρ διακριτικὸς, καὶ πλήρης εὐωδίας τοῦ ἁγίου Πνεύματος.
197
βʹ. Ὁ αὐτὸς εἶπεν, ὅτι ἦν τις γέρων ἔχων καλὸν μαθητήν· καὶ ἀπὸ ὀλιγωρίας ἔβαλεν αὐτὸν ἔξω μετὰ τῆς μηλωτῆς αὐτοῦ. Ὁ δὲ ἀδελφὸς ὑπέμεινεν έξω καθήμενος. Καὶ ἀνοίξας ὁ γέρων, εὗρεν αὐτὸν καθήμενον, καὶ ἔβαλεν αὐτῷ μετάνοιαν, λέγων· Ὦ Πάτερ, ἡ ταπείνωσις τῆς μακροθυμίας σου ἐνίκησε τὴν ἐμὴν ὀλιγωρίαν. Δεῦρο ἔσω· ἀπὸ τοῦ νῦν σὺ γέρων εἶ καὶ Πατὴρ, ἐγὼ δὲ νεώτερος καὶ μαθητής.
Περὶ τοῦ ἀββᾶ Ῥούφου.
αʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Ῥοῦφον· Τί ἐστιν ἡσυχία, καὶ τίς ἡ ὠφέλεια αὐτῆς; Ὁ δὲ γέρων λέγει αὐτῷ· Ἡσυχία ἐστὶ, τὸ καθεσθῆναι ἐν τῷ κελλίῳ μετὰ φόβου καὶ γνώσεως Θεοῦ, ἀπεχόμενος μνησικακίας καὶ ὑψηλοφροσύνης. Ἡ τοιαύτη ἡσυχία γεννήτρια οὖσα πασῶν τῶν ἀρετῶν, φυλάσσει τὸν μοναχὸν ἀπὸ τῶν πεπυρωμένων βελῶν τοῦ ἐχθροῦ, μὴ ἐῶσα αὐτὸν τιτρώσκεσθαι ὑπ' αὐτῶν. Ναὶ, ἀδελφὲ, ταύτην κτῆσαι, μνημονεύων τῆς ἐξόδου τοῦ θανάτου σου, ὅτι οὐκ οἶδας ποίᾳ ὥρᾳ ὁ κλέπτης ἔρχεται. Λοιπὸν οὖν, νῆφε περὶ τῆς ἰδίας ψυχῆς.
βʹ. Εἶπεν ὁ ἀββᾶς Ῥοῦφος, ὅτι ὁ καθήμενος ἐν ὑποταγῇ πατρὸς πνευματικοῦ, πλείονα μισθὸν ἔχει τοῦ ἐν τῇ ἐρήμῳ καθ' ἑαυτὸν ἀναχωροῦντος. Ἔλεγε δὲ οὗτος, ὅτι διηγήσατό τις τῶν Πατέρων, λέγων, ὅτι Εἶδον τέσσαρα τάγματα ἐν τῷ οὐρανῷ· τὸ πρῶτον τάγμα, ἄνθρωπος ἀσθενῶν καὶ εὐχαριστῶν τῷ Θεῷ· τὸ δεύτερον τάγμα, ὁ τὴν φιλοξενίαν διώκων καὶ εἰς τοῦτο ἱστάμενος καὶ διακονῶν· τὸ τρίτον τάγμα, ὁ τὴν ἔρημον διώκων καὶ μὴ βλέπων ἄνθρωπον· τὸ τέταρτον τάγμα, ὁ ἐν ὑποταγῇ καθήμενος πατρὸς καὶ ὑποτασσόμενος αὐτῷ διὰ τὸν Κύριον. Ἐφόρει δὲ ὁ διὰ τὴν ὑπακοὴν μανιάκην χρυσοῦν καὶ γοργόνα, καὶ πλείονα τῶν ἄλλων δόξαν εἶχεν. Ἐγὼ δὲ, φησὶ, εἶπον τῷ ὁδηγοῦντί με, ὅτι Πῶς οὗτος ὁ μικρότερος παρὰ τοὺς ἄλλους πλείονα δόξαν ἔχει; Ὁ δὲ ἀποκριθεὶς εἶπέ μοι· Ἐπειδὴ ὁ τὴν φιλοξενίαν διώκων ἰδίῳ θελήματι ποιεῖ· καὶ ὁ εἰς τὴν ἔρημον ὢν ἰδίῳ θελήματι ἀνεχώρησεν· οὗτος δὲ ὁ τὴν ὑπακοὴν ἔχων. πάντα τὰ θελήματα αὐτοῦ καταλείψας, κρέμαται τῷ Θεῷ καὶ τῷ ἰδίῳ Πατρί· ἕνεκα τούτου πλείονα
198
δόξαν ἔλαβε παρὰ τοὺς ἄλλους. Διὰ τοῦτο, ὦ τέκνα, καλὴ ἡ ὑπακοὴ ἡ διὰ τὸν Κύριον γινομένη. Ἠκούσατε, τέκνα. ἐκ μέρους, τοῦ κατορθώματος τούτου ὀλίγον τι ἴχνος. Ὦ ὑπακοὴ σωτηρία πάντων τῶν πιστῶν! ὦ ὑπακοὴ γεννήτρια πασῶν τῶν ἀρετῶν! ὦ ὑπακοὴ βασιλείας εὑρέτις! ὦ ὑπακοὴ οὐρανοὺς ἀνοίγουσα, καὶ ἀνθρώπους ἀπὸ γῆς ἀνάγουσα! ὦ ὑπακοὴ πάντων τῶν ἁγίων τροφὲ, ἐξ ἧς ἐθήλασαν, καὶ διὰ σοῦ ἐτελειώθησαν! ὦ ὑπακοὴ σύνοικε ἀγγέλων!
Περὶ τοῦ ἀββᾶ Ῥωμανοῦ.
Μέλλοντος τοῦ ἀββᾶ Ῥωμανοῦ τελευτᾷν, συνήχθησαν πρὸς αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες αὐτῷ· Πῶς ὀφείλομεν διοικηθῆναι; Ὁ δὲ γέρων εἶπεν· Οὐδέποτε οἶδα εἰπών τινι ὑμῶν ποιῆσαί τί ποτε, εἰ μὴ πρότερον ἐποίησα τὸν λογισμὸν, μὴ ὀργισθῆναι ἐὰν μὴ ποιήσῃ ὃ εἶπον γενέσθαι· καὶ οὕτως ὅλον τὸν χρόνον ἡμῶν ᾠκήσαμεν μετ' εἰρήνης.
Ἀρχὴ τοῦ Σ στοιχείου.
Περὶ τοῦ ἀββᾶ Σισόη.
αʹ. Ἀδελφὸς ἀδικηθεὶς ὑπὸ ἑτέρου ἀδελφοῦ, ἦλθε πρὸς τὸν ἀββᾶν Σισόην, καὶ λέγει αὐτῷ· Ἠδικήθην παρά τινος ἀδελφοῦ, κἀγὼ θέλω ἐμαυτὸν ἐκδικῆσαι. Ὁ δὲ γέρων παρεκάλει αὐτὸν, λέγων· Μὴ, τέκνον, κατάλειψον δὲ μᾶλλον τῷ Θεῷ τὰ τῆς ἐκδικήσεως. Ὁ δὲ ἔλεγεν· Οὐ παύσομαι ἕως οὗ ἐκδικήσω ἐμαυτόν. Εἶπε δὲ ὁ γέρων· Εὐξώμεθα, ἀδελφέ. Καὶ ἀναστὰς εἶπεν ὁ γέρων· Ὁ Θεὸς, οὐκ ἔτι σου ἔχομεν χρείαν φροντίζειν περὶ ἡμῶν· ἡμεῖς γὰρ τὴν ἐκδίκησιν ἑαυτῶν ποιοῦμεν. Τοῦτο οὖν ἀκούσας ὁ ἀδελφὸς, ἔπεσε παρὰ τοὺς πόδας τοῦ γέροντος, εἰπών· Οὐκ ἔτι δικάζομαι μετὰ τοῦ ἀδελφοῦ, συγχώρησόν μοι, ἀββᾶ.
βʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην, λέγων· Τί ποιήσω; ὅτι ἀπαντῶ εἰς τὴν ἐκκλησίαν, καὶ πολλάκις γίνεται ἀγάπη, καὶ κρατοῦσί με. Λέγει αὐτῷ ὁ γέρων· Κόπον ἔχει τὸ πρᾶγμα. Λέγει οὖν Ἀβραὰμ ὁ μαθητὴς αὐτοῦ· Ἐὰν γένηται ἀπάντησις ἐν σαββάτῳ ἢ ἐν Κυριακῇ, καὶ πίῃ ἀδελφὸς τρία
199
ποτήρια, μὴ πολλά ἐστι; Λέγει ὁ γέρων· Ἐὰν οὐκ ἔστι Σατανᾶς, πολλὰ οὐκ ἔστιν.
γʹ. Ἔλεγεν ὁ μαθητὴς τοῦ ἀββᾶ Σισόη πρὸς αὐτόν· Πάτερ, ἐγήρασας, ἀπέλθωμεν ἐγγὺς τῆς οἰκουμένης, λοιπόν. Λέγει αὐτῷ ὁ γέρων· Ὅπου οὐκ ἕνι γυνὴ, ἐκεῖ ἀπέλθωμεν. Λέγει αὐτῷ ὁ μαθητὴς αὐτοῦ· Καὶ ποῦ ἔστι τόπος ὁ μὴ ἔχων γυναῖκα, εἰ μὴ ἡ ἔρημος; Λέγει οὖν ὁ γέρων· Εἰς τὴν ἔρημον ἆρόν με.
δʹ. Πολλάκις ἔλεγεν ὁ μαθητὴς τοῦ ἀββᾶ Σισόη· Ἀββᾶ, ἀνάστα, φάγωμεν. Ὁ δὲ πρὸς αὐτὸν ἔλεγεν· Οὐκ ἐφάγομεν, τέκνον; Ὁ δὲ· Οὐχὶ, Πάτερ. Καὶ ἔλεγεν ὁ γέρων· Εἰ οὐκ ἐφάγομεν, φέρε, καὶ ἐσθίομεν.
εʹ. Εἶπέ ποτε ὁ ἀββᾶς Σισόης μετὰ παῤῥησίας· Θάρσει· ἰδοὺ τριάκοντα ἔτη ἔχω μηκέτι δεόμενος τοῦ Θεοῦ περὶ ἁμαρτίας· ἀλλὰ τοῦτο εὔχομαι, λέγων· Κύριε Ἰησοῦ, σκέπασόν με ἀπὸ τῆς γλώσσης μου· κύριε Ἰησοῦ, σκέπασόν με ἀπὸ τῆς γλώσσης μου· καὶ ἕως νῦν καθ' ἡμέραν πίπτω δι' αὐτῆς καὶ ἁμαρτάνω.
ϛʹ. Ἀδελφὸς εἶπε τῷ ἀββᾷ Σισόῃ· Πῶς οὐκ ἀναχωροῦσι τὰ πάθη ἀπ' ἐμοῦ; Λέγει αὐτῷ ὁ γέρων· Τὰ σκεύη αὐτῶν ἔνδοθέν σού εἰσιν· δὸς αὐτοῖς τὸν ἀῤῥαβῶνα αὐτῶν, καὶ ὑπάγουσιν.
ζʹ. Ἐκάθητό ποτε ὁ ἀββᾶς Σισόης εἰς τὸ ὅρος τοῦ ἀββᾶ Ἀντωνίου· καὶ χρονίσαντος τοῦ διακονητοῦ αὐτοῦ ἐλθεῖν πρὸς αὐτὸν, ἕως μηνῶν δέκα οὐκ εἶδεν ἄνθρωπον. Περιπατῶν δὲ ἐν τῷ ὄρει, εὑρίσκει Φαρανίτην ἀγρεύοντα ἄγρια ζῶα· καὶ λέγει αὐτῷ ὁ γέρων· Πόθεν ἔρχῃ; καὶ πόσον χρόνον ἔχεις ὧδε; Ὁ δὲ ἔφη· Φύσει, ἀββᾶ, ἔχω ἕνδεκα μῆνας ἐν τῷ ὄρει τούτῳ, καὶ οὐκ εἶδον ἄνθρωπον εἰ μὴ σέ. Ἀκούσας δὲ ὁ γέρων ταῦτα, εἰσελθὼν εἰς τὸ κελλίον, ἔτυπτεν ἑαυτὸν, λέγων· Ἰδοὺ, Σισόη, ἐνόμισας τίποτε πεποιηκέναι· καὶ οὐδὲ ὡς ὁ κοσμικὸς οὗτος ἀκμὴν πεποίηκας.
ηʹ. Ἐγένετο προσφορὰ εἰς τὸ ὄρος τοῦ ἀββᾶ Ἀντωνίου, καὶ εὑρέθη ἐκεῖ κνίδιον οἴνου· καὶ λαβὼν εἷς τῶν γερόντων μικρὸν ἀγγεῖον καὶ ποτήριον, ἀπήνεγκε πρὸς τὸν ἀββᾶν Σισόην, καὶ ἔδωκεν αὐτῷ, καὶ ἔπιεν. Ὁμοίως καὶ δεύτερον,
200
καὶ ἐδέξατο. Παρέσχεν αὐτῷ καὶ τρίτον, καὶ οὐκ ἔλαβεν, εἰπών· Παῦσαι, ἀδελφὲ, ἢ οὐκ οἶδας ὅτι ἔστι Σατανᾶς;
θʹ. Παρέβαλέ τις τῶν ἀδελφῶν πρὸς τὸν ἀββᾶν Σισόην, εἰς τὸ ὄρος τοῦ ἀββᾶ Ἀντωνίου· καὶ λαλούντων αὐτῶν, ἔλεγε τῷ ἀββᾷ Σισόῃ· Ἄρτι οὐκ ἔφθασας εἰς τὰ μέτρα τοῦ ἀββᾶ Ἀντωνίου, Πάτερ; Καὶ λέγει αὐτῷ ὁ γέρων· Εἰ εἶχον ἕνα τῶν λογισμῶν τοῦ ἀββᾶ Ἀντωνίου, ἐγινόμην ὅλος ὡς πῦρ· πλὴν οἶδα ἄνθρωπον, ὅτι μετὰ καμάτου δύναται βαστάσαι τὸν λογισμὸν αὐτοῦ.
ιʹ. Ἦλθέ ποτέ τις τῶν Θηβαίων πρὸς τὸν ἀββᾶν Σισόην, θέλων γενέσθαι μοναχός. Καὶ ἠρώτησεν αὐτὸν ὁ γέρων, εἰ ἔχει τινὰ ἐν τῷ κόσμῳ. Ὁ δὲ ἔφη· Ἔχω ἕνα υἱόν. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ὕπαγε, ῥίψον αὐτὸν εἰς τὸν ποταμὸν, καὶ τότε γίνῃ μοναχός. Ὡς οὖν ἀπῆλθε ῥίψαι αὐτὸν, ἔπεμψεν ὁ γέρων ἀδελφὸν τοῦ κωλῦσαι αὐτόν. Λέγει ὁ ἀδελφός· Παῦσαι, τί ποιεῖς; Ὁ δὲ εἶπεν· Ὁ ἀββᾶς μοι εἶπε ῥίψαι αὐτόν. Λέγει οὖν ὁ ἀδελφός· Ἀλλὰ πάλιν εἶπε, μὴ ῥίψῃς αὐτόν. Καὶ καταλιπὼν αὐτὸν, ἦλθε πρὸς τὸν γέροντα· καὶ γέγονε δόκιμος μοναχὸς διὰ τὴν ὑπακοὴν αὐτοῦ.
ιαʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην, λέγων· Ἆρα οὕτως ἐδίωκεν ὁ Σατανᾶς τοὺς ἀρχαίους; Λέγει αὐτῷ ὁ γέρων· Ἄρτι πλέον, ὅτι ὁ καιρὸς αὐτοῦ ἤγγισε, καὶ ταράσσεται.
ιβʹ. Ἐπειράσθη ποτὲ Ἀβραὰμ ὁ μαθητὴς τοῦ ἀββᾶ Σισόη ἀπὸ δαίμονος· καὶ εἶδεν ὁ γέρων ὅτι πέπτωκεν, καὶ ἀναστὰς ἐξέτεινε τὰς χεῖρας εἰς τὸν οὐρανὸν, λέγων· Θεὸς, θέλεις, οὐ θέλεις, οὐκ ἀφῶ σε, ἐὰν μὴ αὐτὸν θεραπεύσῃς. Καὶ εὐθέως ἐθεραπεύθη.
ιγʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην, λέγων· Ὁρῶ ἐμαυτὸν, ὅτι ἡ μνήμη τοῦ Θεοῦ παραμένει μοι. Λέγει αὐτῷ ὁ γέρων· Οὐκ ἔστι μέγα, τὸ εἶναι τὸν λογισμόν σου μετὰ τοῦ Θεοῦ· μέγα δέ ἐστι, τὸ ἑαυτὸν ὁρᾷν ὑποκάτω πάσης τῆς κτίσεως. Τοῦτο γὰρ καὶ ὁ σωματικὸς κόπος ὁδηγεῖ εἰς τὸν τῆς ταπεινοφροσύνης τρόπον.
ιδʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σισόη, ὅτι ὅτε ἔμελλε τελευτᾷν, καθημένων τῶν Πατέρων πρὸς αὐτὸν ἔλαμψε τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος· καὶ λέγει αὐτοῖς· Ἰδοὺ ὁ ἀββᾶς Ἀντώνιος ἦλθε. Καὶ μετὰ μικρὸν λέγει· Ἰδοὺ ὁ χορὸς τῶν προφητῶν
201
ἦλθε. Καὶ πάλιν τὸ πρόσωπον αὐτοῦ περισσῶς ἔλαμψε· καὶ εἶπεν· Ἰδοὺ ὁ χορὸς τῶν ἀποστόλων ἦλθε. Καὶ ἐδιπλασίασε τὸ πρόσωπον αὐτοῦ πάλιν· καὶ ἰδοὺ αὐτὸς ὡς μετά τινων λαλῶν. Καὶ ἐδεήθησαν αὐτοῦ οἱ γέροντες, λέγοντες· Μετὰ τίνος ὁμιλεῖς, Πάτερ; Ὁ δὲ ἔφη· Ἰδοὺ ἄγγελοι ἦλθον λαβεῖν με, καὶ παρακαλῶ ἵνα ἀφεθῶ μετανοῆσαι μικρόν. Καὶ λέγουσιν αὐτῷ οἱ γέροντες· Οὐ χρείαν ἔχεις μετανοῆσαι, Πάτερ. Εἶπε δὲ αὐτοῖς ὁ γέρων· Φύσει οὐκ οἶδα ἐμαυτὸν ὅτι ἔβαλον ἀρχήν. Καὶ ἔμαθον πάντες ὅτι τέλειός ἐστι. Καὶ πάλιν ἄφνω ἐγένετο τὸ πρόσωπον αὐτοῦ ὡς ὁ ἥλιος· καὶ ἐφοβήθησαν πάντες. Καὶ λέγει αὐτοῖς· Βλέπετε, ὁ Κύριος ἦλθε, καὶ λέγει· Φέρετέ μοι τὸ σκεῦος τῆς ἐρήμου. Καὶ εὐθέως παρέδωκε τὸ πνεῦμα. Καὶ ἐγένετο ὡς ἀστραπή· καὶ ἐπλήσθη ὅλος ὁ οἶκος εὐωδίας.
ιεʹ. Παρέβαλεν ὁ ἀββᾶς Ἀδέλφιος ἐπίσκοπος Νειλουπόλεως πρὸς τὸν ἀββᾶν Σισόην, εἰς τὸ ὄρος τοῦ ἀββᾶ Ἀντωνίου. Καὶ ὡς ἤμελλον ἐξελθεῖν, πρὶν αὐτοὺς ὁδεῦσαι, ἐποίησεν αὐτοὺς γεύσασθαι ἀπὸ πρωΐ· ἦν δὲ νηστεία. Καὶ ὡς ἔθηκαν τράπεζαν, ἰδοὺ ἀδελφοὶ κρούουσιν. Εἶπε δὲ τῷ μαθητῇ αὐτοῦ· Δὸς αὐτοῖς μικρὰν ἀθήραν, ὅτι ἀπὸ κόπου εἰσί. Λέγει αὐτῷ ὁ ἀββᾶς Ἀδέλφιος· Ἄφες τέως, ἵνα μὴ εἴπωσιν ὅτι ὁ ἀββᾶς Σισόης ἀπὸ πρωῒ ἐσθίει. Καὶ προσέσχεν αὐτῷ ὁ γέρων, καὶ λέγει τῷ ἀδελφῷ· Ὕπαγε, δὸς αὐτοῖς. Ὁς οὖν εἶδον τὴν ἀθήραν, εἶπον· Μὴ ξένους ἔχετε; μὴ ἄρα καὶ ὁ γέρων μεθ' ὑμῶν ἐσθίει; Καὶ εἶπεν αὐτοῖς ὁ ἀδελφός· Ναί. Ἤρξαντο οὖν θλίβεσθαι, καὶ λέγειν· Συγχωρήσῃ ὑμῖν ὁ Θεὸς, ὅτι τὸν γέροντα ἀφήκατε φαγεῖν ἄρτι. Ἢ οὐκ οἴδατε ὅτι ἐπὶ πολλὰς ἡμέρας ἔχει κοπιάσαι; Καὶ ἤκουσεν αὐτῶν ὁ ἐπίσκοπος, καὶ ἔβαλε μετάνοιαν τῷ γέροντι, λέγων· Συγχώρησόν μοι, ἀββᾶ, ὅτι ἀνθρώπινόν τι ἐλογισάμην· σὺ δὲ τὸ τοῦ Θεοῦ ἐποίησας. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Σισόης· Ἐὰν μὴ ὁ Θεὸς δοξάσῃ ἄνθρωπον, ἡ δόξα τῶν ἀνθρώπων οὐδέν ἐστιν.
ιϛʹ. Παρέβαλόν τινες πρὸς τὸν ἀββᾶν Σισόην ἀκοῦσαι παρ' αὐτοῦ λόγον, καὶ οὐδὲν αὐτοῖς ἐλάλησε· πάντα δὲ ἔλεγε· Συγχωρήσατέ μοι. Ἰδόντες δὲ αὐτοῦ τὰ σπυρίδια, εἶπον τῷ μαθητῇ αὐτοῦ Ἀβραάμ· Τί ποιεῖτε τὰ σπυρίδια ταῦτα; Ὁ δὲ
202
εἶπεν· Ὧδε κἀκεῖ ἀναλίσκομεν αὐτά. Ἀκούσας δὲ ὁ γέρων, εἶπε· Καὶ Σισόης ἔνθεν κἀκεῖθεν ἐσθίει. Οἱ δὲ ἀκούσαντες, πάνυ ὠφελήθησαν· καὶ ἀπῆλθον μετὰ χαρᾶς, οἰκοδομηθέντες εἰς τὴν ταπείνωσιν αὐτοῦ.
ιζʹ. Ἠρώτησεν ὁ ἀββᾶς Ἀμμὼν ὁ τῆς Ῥαϊθοῦ τὸν ἀββᾶν Σισόην· Ὅταν ἀναγινώσκω Γραφὴν, θέλει ὁ λογισμός μου φιλοκαλῆσαι λόγον, ἵνα ἔχω εἰς ἐπερώτημα. Λέγει αὐτῷ ὁ γέρων· Οὐκ ἔστι χρεία· ἀλλὰ μᾶλλον ἐκ τῆς καθαρότητος τοῦ νοὸς κτῆσαι σεαυτῷ καὶ τὸ ἀμεριμνεῖν καὶ τὸ λέγειν.
ιηʹ. Παρέβαλέ ποτε κοσμικὸς ἔχων τὸν υἱὸν αὐτοῦ πρὸς τὸν ἀββᾶν Σισόην, εἰς τὸ ὄρος τοῦ ἀββᾶ Ἀντωνίου· καὶ κατὰ τὴν ὁδὸν συνέβη ἀποθανεῖν τὸν υἱὸν αὐτοῦ· καὶ οὐκ ἐταράχθη, ἀλλ' ἔλαβεν αὐτὸν πρὸς τὸν γέροντα πίστει, καὶ προσέπεσε μετὰ τοῦ υἱοῦ ὡς μετάνοιαν ποιῶν, ὥστε εὐλογηθῆναι παρὰ τοῦ γέροντος. Καὶ ἀναστὰς ὁ πατὴρ κατέλιπε τὸ παιδίον πρὸς τοὺς πόδας τοῦ γέροντος, καὶ ἐξῆλθεν ἔξω. Ὁ δὲ γέρων, νομίζων ὅτι μετάνοιαν αὐτῷ βάλλει, λέγει αὐτῷ· Ἀνάστα, ἔξελθε ἔξω· οὐ γὰρ ᾔδει ὅτι ἀπέθανε. Καὶ παραχρῆμα ἀνέστη καὶ ἐξῆλθε. Καὶ ἰδὼν αὐτὸν ὁ πατὴρ αὐτοῦ, ἐξέστη· καὶ εἰσελθὼν προσεκύνησε τῷ γέροντι, καὶ ἀνήγγειλεν αὐτῷ τὸ πρᾶγμα. Ἀκούσας δὲ ὁ γέρων, ἐλυπήθη· οὐ γὰρ ἤθελε τοῦτο γενέσθαι. Παρήγγειλε δὲ αὐτῷ ὁ μαθητὴς αὐτοῦ, μηδενὶ εἰπεῖν, ἕως τῆς τελευτῆς τοῦ γέροντος.
ιθʹ. Τρεῖς γέροντες παρέβαλον τῷ ἀββᾷ Σισόῃ, ἀκούσαντες τὰ περὶ αὐτοῦ. Καὶ λέγει αὐτῷ ὁ πρῶτος· Πάτερ, πῶς δύναμαι σωθῆναι ἀπὸ τοῦ πυρίνου ποταμοῦ; Ὁ δὲ οὐκ ἀπεκρίθη αὐτῷ. Λέγει αὐτῷ ὁ δεύτερος· Πάτερ, πῶς δύναμαι σωθῆναι ἀπὸ τοῦ βρυγμοῦ τῶν ὀδόντων, καὶ ἐκ τοῦ σκώληκος τοῦ ἀκοιμήτου; Λέγει αὐτῷ ὁ τρίτος· Πάτερ, τί ποιήσω, ὅτι ἡ μνήμη τοῦ ἐξωτέρου σκότους φονεύει με; Ἀποκριθεὶς δὲ ὁ γέρων εἶπεν αὐτοῖς· Ἐγὼ οὐδενὸς τούτων μέμνημαι· φιλεύσπλαγχνος γὰρ ὢν ὁ Θεὸς, ἐλπίζω ὅτι ποιεῖ μετ' ἐμοῦ ἔλεος. Ἀκούσαντες δὲ τὸν λόγον τοῦτον οἱ γέροντες ἀπῆλθον λυπούμενοι. Μὴ θέλων δὲ ὁ γέρων ἐᾶσαι αὐτοὺς λυπουμένους ἀπελθεῖν, ὑποστρέψας αὐτοῖς εἶπε· Μακάριοί ἐστε, ἀδελφοί· ἐζήλωσα γὰρ ὑμᾶς. Ὁ πρῶτος γὰρ
203
ὑμῶν εἶπεπ ερὶ τοῦ πυρίνου ποταμοῦ, καὶ ὁ δεύτερος περὶ τοῦ Ταρτάρου, καὶ ὁ τρίτος περὶ τοῦ σκότους. Εἰ οὖν τοιαύτης μνήμης κυριεύει ὁ νοῦς ὑμῶν, ἀδύνατον ὑμᾶς ἁμαρτῆσαι. Τί δὲ ποιήσω ἐγὼ ὁ σκληροκάρδιος, μὴ συγχωρούμενος εἰδέναι ὅτι κἄν ἐστι κόλασις τοῖς ἀνθρώποις· καὶ ἐκ τούτου, ἐν πάσῃ ὥρᾳ ἁμαρτάνω; Καὶ μετανοήσαντες αὐτῷ εἶπον· Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν.
κʹ. Ἠρώτησάν τινες τὸν ἀββᾶν Σισόην, λέγοντες· Ἐὰν πέσῃ ἀδελφὸς, οὐ χρείαν ἔχει μετανοῆσαι ἐνιαυτόν; Ὁ δὲ εἶπε· Σκληρόν ἐστι τὸ ῥῆμα. Οἱ δέ φασιν· Ἀλλ' ἓξ μῆνας; Καὶ πάλιν εἶπε· Πολύ ἐστιν. Οἱ δὲ ἔφασκον· Ἕως τεσσαράκοντα ἡμερῶν; Πάλιν ἔφη· Πολύ ἐστι. Λέγουσιν αὐτῷ· Τί οὖν; ἐὰν πέσῃ ἀδελφὸς, καὶ εὑρεθῇ εὐθὺς ἀγάπη γινομένη, καὶ αὐτὸς εἰσέλθῃ εἰς τὴν ἀγάπην; Λέγει αὐτοῖς ὁ γέρων· Οὐχί. Ἀλλὰ χρείαν ἔχει μετανοῆσαι ὀλίγας ἡμέρας. Πιστεύω γὰρ τῷ Θεῷ, ὅτι ὁλοψύχως ἐὰν μετανοήσῃ ὁ τοιοῦτος, καὶ εἰς τρεῖς ἡμέρας δέχεται αὐτὸν Θεός.
καʹ. Ἐλθόντος ποτὲ τοῦ ἀββᾶ Σισόη εἰς τὸ Κλύσμα, παρέβαλον αὐτῷ κοσμικοὶ ἰδεῖν αὐτόν. Καὶ πολλὰ λαλησάντων αὐτῶν, οὐκ ἀπεκρίθη αὐτοῖς λόγον. Ὕστερον δὲ εἷς αὐτῶν εἶπε· Τί θλίβετε τὸν γέροντα; οὐκ ἐσθίει· διὰ τοῦτο οὐδὲ λαλεῖν δύναται. Ἀπεκρίθη ὁ γέρων· Ἐγὼ ὅτε γένηταί μοι χρεία, ἐσθίω.
κβʹ. Ἠρώτησεν ὁ ἀββᾶς Ἰωσὴφ τὸν ἀββᾶν Σισόην, λέγων· Διὰ πόσου χρόνου ὀφείλει ἄνθρωπος ἐκκόπτειν τὰ πάθη; Λέγει αὐτῷ ὁ γέρων· Τοὺς χρόνους θέλεις μαθεῖν; Λέγει ὁ ἀββᾶς Ἰωσήφ· Ναί. Λέγει οὖν ὁ γέρων· Οἵαν ὥραν ἔρχεται τὸ πάθος, εὐθέως κόψον αὐτό.
κγʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην τὸν τῆς Πέτρας περὶ πολιτείας. Καὶ λέγει αὐτῷ ὁ γέρων· Εἶπε Δανιήλ· Ἄρτον ἐπιθυμιῶν οὐκ ἔφαγον.
κδʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σισόη, ὅτι καθήμενος εἰς τὸ κελλίον πάντοτε τὴν θύραν ἔκλειεν.
κεʹ. Ἦλθόν ποτε Ἀρειανοὶ πρὸς τὸν ἀββᾶν Σισόην εἰς τὸ ὄρος τοῦ ἀββᾶ Ἀντωνίου, καὶ ἤρξαντο καταλαλεῖν τῶν ὀρθοδόξων. Ὁ δὲ γέρων οὐκ ἀπεκρίθη αὐτοῖς οὐδέν· καὶ
204
φωνήσας τὸν ἑαυτοῦ μαθητὴν, εἶπεν· Ἀβραὰμ, φέρε μοι τὸ βιβλίον τοῦ ἀγίου Ἀθανασίου, καὶ ἀνάγνωθι αὐτό. Καὶ σιωπώντων αὐτῶν, ἐγνώσθη ἡ αἵρεσις αὐτῶν. Καὶ ἀπέλυσεν αὐτοὺς μετ' εἰρήνης.
κϛʹ. Ἦλθέ ποτε ὁ ἀββᾶς Ἀμοῦν ἀπὸ Ῥαϊθοῦ εἰς τὸ Κλύσμα, παραβαλεῖν τῷ ἀββᾷ Σισόῃ· καὶ βλέπων αὐτὸν θλιβόμενον, ὅτι ἀφῆκε τὴν ἔρημον, λέγει αὐτῷ· Τί θλίβῃ, ἀββᾶ; τί γὰρ ἠδύνω ἀπάρτι ποιῆσαι εἰς τὴν ἔρημον, οὕτως γηράσας; Ὁ δὲ γέρων προσέσχεν αὐτῷ μετὰ στυφότητος, λέγων· Τί μοι λέγεις, Ἀμοῦν; οὐκ ἤρκει γάρ μοι ἡ ἐλευθερία μόνη τοῦ λογισμοῦ μου ἐν τῇ ἐρήμῳ;
κζʹ. Ἐκάθητό ποτε ὁ ἀββᾶς Σισόης ἐν τῷ κελλίῳ αὐτοῦ· καὶ κρούσαντος τοῦ μαθητοῦ αὐτοῦ, ἔκραξεν ὁ γέρων, λέγων· Φύγε, Ἀβραὰμ, μὴ εἰσέλθῃς, ἄρτι οὐ σχολάζει τὰ ὧδε.
κηʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην, λέγων· Πῶς κατέλιπες τὴν Σκῆτιν μετὰ τοῦ ἀββᾶ Ὢρ ὢν, καὶ ἦλθες καὶ ἐκάθισας ὧδε; Λέγει αὐτῷ ὁ γέρων· Ἐν τῷ ἄρξασθαι πληθύνεσθαι τὴν Σκῆτιν, καὶ ἀκούσας ἐγὼ ὅτι ἐκοιμήθη ὁ ἀββᾶς Ἀντώνιος, ἀνέστην καὶ ἦλθον ὧδε εἰς τὸ ὄρος· καὶ εὑρὼν τὰ ὧδε ἡσυχάζοντα, μικρὸν ἐκάθισα χρόνον. Λέγει αὐτῷ ὁ ἀδελφός· Πόσον χρόνον ἔχεις ὧδε; Λέγει αὐτῷ ὁ γέρων· Εἰσὶν ἑβδομηκονταδύο.
κθʹ. Εἶπεν ὁ ἀββᾶς Σισόης· Ὅταν ᾗ ἄνθρωπος τὴν φροντίδα σου ποιούμενος, οὐ δεῖ σε διατάξαι.
λʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην λέγων· Ἐὰν περιπατῶμεν ἐν ὁδῷ, καὶ πλανηθῇ ὁ ὁδηγῶν ἡμᾶς, χρεία εἰπεῖν αὐτῷ; Λέγει αὐτῷ ὁ γέρων· Οὐχί. Λέγει οὖν ὁ ἀδελφός· Ἀλλ' ἀφῶμεν αὐτὸν πλανῆσαι ἡμᾶς; Λέγει αὐτῷ ὁ γέρων· Τί οὖν; λαβεῖν ἔχεις ῥάβδον δεῖραι αὐτόν; Ἐγὼ οἶδα ἀδελφοὺς ὅτι περιεπάτουν, καὶ ὁ ὁδηγῶν αὐτοὺς ἐπλανήθη τὴν νύκτα· ἦσαν δὲ δώδεκα, καὶ πάντες ᾔδεισαν ὅτι ἐπλανῶντο· καὶ ἠγωνίσαντο ἕκαστος τοῦ μὴ εἰπεῖν. Ἡμέρας δὲ γενομένης, μαθὼν ὁ ὁδηγῶν αὐτοὺς ὅτι ἐπλανήθησαν τὴν ὁδὸν, λέγει αὐτοῖς· Συγχωρήσατέ μοι, ὅτι ἐπλανήθην. Καὶ εἶπον πάντες· Καὶ ἡμεῖς ᾔδειμεν, ἀλλ' ἐσιωπήσαμεν. Ὁ δὲ ἀκούσας ἐθαύμασε, λέγων, ὅτι Ἕως θανάτου
205
ἐγκρατεύονται οἱ ἀδελφοὶ τοῦ μὴ λαλεῖν. Καὶ ἐδόξασε τὸν Θεόν. Τὸ δὲ μῆκος τῆς ὁδοῦ ἧς ἐπλανήθησαν, μίλια δώδεκα.
λαʹ. Ἦλθόν ποτε Σαρακηνοὶ, καὶ ἐξέδυσαν τὸν γέροντα καὶ τὸν ἀδελφὸν αὐτοῦ. Καὶ ἐξελθόντων αὐτῶν εἰς τὴν ἔρημον ἵνα εὕρωσί τι βρώσιμον, εὗρεν ὁ γέρων βόλβιτα καμήλων, καὶ κλάσας εὗρε κοκκία κριθῶν· ἔτρωγε δὲ ἓν κοκκὶν, καὶ τὸ ἓν εἰς τὴν χεῖρα αὐτοῦ ἐτίθει. Ἐλθὼν δὲ ὁ ἀδελφὸς αὐτοῦ, εὗρεν αὐτὸν ἐσθίοντα, καὶ λέγει αὐτῷ· Αὕτη ἐστὶν ἡ ἀγάπη, ὅτι εὗρες βρώσιμον, καὶ μόνος ἐσθίεις, καὶ οὐκ ἐφώνησάς με; Λέγει αὐτῷ ὁ ἀββᾶς Σισόης· Οὐκ ἠδίκησά σε, ἀδελφέ· ἰδοὺ τὸ μέρος σου ἐν τῇ χειρί μου ἐτήρησα.
λβʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σισόη τοῦ Θηβαίου, ὅτι ἔμεινεν εἰς τὸν Καλαμῶνα τοῦ Ἀρσενοΐτου· καὶ ἄλλος γέρων ἠσθένει εἰς τὴν ἄλλην λαύραν. Καὶ ὡς ἤκουσεν, ἐθλίβη. Ἐπειδὴ δὲ δύο δύο ἐνήστευε, καὶ ἦν ἡ ἡμέρα ἐν ᾗ οὐκ ἤσθιε· καὶ ὅτε ἤκουσε, λέγει τῷ λογισμῷ· Τί ποιήσω; ἐὰν ἀπέλθω, μήπως ἀναγκάσωσί με οἱ ἀδελφοὶ φαγεῖν· καὶ ἐὰν παραμείνω εἰς τὴν αὔριον, μήποτε τελευτήσῃ. Πλὴν τοῦτο ποιῶ, ὑπάγω καὶ οὐκ ἐσθίω. Καὶ οὕτως ἀπῆλθε νῆστις, πληρώσας τὴν ἐντολὴν τοῦ Θεοῦ· καὶ τὴν διὰ τὸν Θεὸν πολιτείαν αὐτοῦ οὐκ ἔλυσεν.
λγʹ. Διηγήσατό τις τῶν Πατέρων περὶ τοῦ ἀββᾶ Σισόη τοῦ Καλαμῶνος, ὅτι θέλων ποτὲ νικῆσαι τὸν ὕπνον, ἐκρέμασεν ἑαυτὸν ἀπὸ τοῦ κρημνοῦ τῆς Πέτρας· καὶ ἐλθὼν ἄγγελος ἔλυσε αὐτὸν, καὶ παρήγγειλεν αὐτὸν μηκέτι τοῦτο ποιῆσαι, μήτε ἄλλοις παραδοῦναι τὴν τοιαύτην παράδοσιν.
λδʹ. Ἠρώτησέ τις τῶν Πατέρων τὸν ἀββᾶν Σισόην, λέγων· Ἐὰν κάθημαι ἐν τῇ ἐρήμῳ, καὶ ἔλθῃ βάρβαρος, φονεῦσαί με θέλων, καὶ δυνηθῶ πρὸς αὐτὸν, φονεύσω αὐτόν; Καὶ εἶπεν ὁ γέρων· Οὐχί· ἀλλὰ παράδος αὐτὸν τῷ Θεῷ. Οἷος γὰρ ἂν πειρασμὸς ἔλθῃ ἀνθρώπῳ, λεγέτω, ὅτι Διὰ τὰς ἁμαρτίας μου τοῦτο συνέβη· ἐὰν δὲ ἀγαθὸν, Οἰκονομίᾳ Θεοῦ.
λεʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην τὸν Θηβαῖον, λέγων· Εἰπέ μοι ῥῆμα. Καὶ λέγει· Τί σοι ἔχω εἰπεῖν; ὅτι εἰς τὴν Καινὴν Γραφὴν ἀναγινώσκω, καὶ εἰς τὴν Παλαιὰν ἀνακάμπτω.
206
λϛʹ. Ὁ αὐτὸς ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην τὸν τῆς πέτρας, τὸ ῥῆμα ὃ εἶπεν ὁ ἀββᾶς Σισόης ὁ Θηβαῖος. Καὶ λέγει ὁ γέρων· Ἐγὼ εἰς τὴν ἁμαρτίαν κοιμῶμαι, καὶ εἰς τὴν ἁμαρτίαν ἐγείρομαι.
λζʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σισόη τοῦ Θηβαίου, ὅτι ὡς ἀπέλυεν ἡ ἐκκλησία, ἔφευγεν εἰς τὸ κελλίον αὐτοῦ. Καὶ ἔλεγον· Δαίμονα ἔχει. Αὐτὸς δὲ τὸ ἔργον τοῦ Θεοῦ ἐποίει.
ληʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην, λέγων· Τί ποιήσω, ἀββᾶ, ὅτι πέπτωκα; Λέγει αὐτῷ ὁ γέρων· Ἀνάστα πάλιν. Λέγει ὁ ἀδελφός· Ἀνέστην, καὶ πάλιν πέπτωκα. Καὶ λέγει ὁ γέρων· Ἀνάστα πάλιν καὶ πάλιν. Εἶπεν οὖν ὁ ἀδελφός· Ἕως πότε; Λέγει ὁ γέρων· Ἕως ἂν καταληφθῇς εἴτε ἐν τῷ ἀγαθῷ, εἴτε ἐν τῷ πτώματι· ἐν ᾧ γὰρ εὑρίσκεται ἄνθρωπος, ἐν αὐτῷ καὶ πορεύεται.
λθʹ. Ἀδελφὸς ἠρώτησε γέροντα, λέγων· Τί ποιήσω; ὅτι θλίβομαι διὰ τὸ ἐργόχειρον. Ἀγαπῶ γὰρ τὴν σειρὰν, καὶ οὐ δύναμαι αὐτὴν ἐργάσασθαι. Λέγει ὁ γέρων, ὅτι ὁ ἀββᾶς Σισόης ἔλεγεν, ὡς οὐ χρὴ τὸ ἀναπαῦον ἡμᾶς ἔργον ἐργάζεσθαι.
μʹ. Εἶπεν ὁ ἀββᾶς Σισόης· Ζήτει τὸν Θεὸν, καὶ μὴ ζήτει ποῦ κατοικεῖ.
μαʹ. Εἶπε πάλιν, ὅτι αἰδὼς καὶ ἀφοβία πολλάκις φέρει τὴν ἁμαρτίαν.
μβʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην, λέγων· Τί ποιήσω; Λέγει αὐτῷ· Τὸ πρᾶγμα ὃ ζητεῖς, τὸ σφόδρα σιωπᾷν, καὶ ταπείνωσις. Γέγραπται γάρ· Μακάριοι οἱ ἐμμένοντες ἐν αὐτῷ. Οὕτω δύνασαι στῆναι.
μγʹ. Εἶπεν ὁ ἀββᾶς Σισόης· Γενοῦ ἐξουδενωμένος, καὶ τὸ θέλημά σου ὀπίσω βάλε, καὶ γενοῦ ἀμέριμνος· καὶ ἕξεις ἀνάπαυσιν.
μδʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην, λέγων· Τί ποιήσω διὰ τὰ πάθη; Καὶ λέγει ὁ γέρων· Ἕκαστος ἡμῶν πειράζεται ἀπὸ τῆς ἰδίας ἐπιθυμίας.
μεʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σισόην, λέγων· Εἰπέ μοι ῥῆμα. Ὁ δὲ ἔφη· Τί με ἀναγκάζεις λαλῆσαι ἀργῶς; Ἰδοὺ ὃ βλέπεις ποίησον.
207
μϛʹ. Ἀπῆλθέ ποτε ὁ ἀββᾶς Ἀβραὰμ ὁ μαθητὴς τοῦ ἀββᾶ Σισόη εἰς διακονίαν, καὶ ἐπὶ ἡμέρας οὐκ ἤθελε διακονηθῆναι ὑπὸ ἄλλου τινὸς, λέγων· Ἔχω ἀφεῖναι ἄνθρωπον ἄλλον ποιῆσαι συνήθειαν μετ' ἐμοῦ, ἐκτὸς τοῦ ἀδελφοῦ μου; Καὶ οὐ κατεδέξατο ἕως οὗ ἦλθεν ὁ μαθητὴς αὐτοῦ, ὑπομείνας τὸν κόπον.
μζʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σισόη, ὅτι καθημένου αὐτοῦ, ἔκραξε μεγάλῃ τῇ φωνῇ· Ὦ ταλαιπωρία! Λέγει αὐτῷ ὁ μαθητὴς αὐτοῦ· Τί ἔχεις, Πάτερ; Λέγει αὐτῷ ὁ γέρων· Ἕν ἄνθρωπον ζητῶ λαλῆσαι, καὶ οὐχ εὑρίσκω.
μηʹ. Ἐξῆλθέ ποτε ὁ ἀββᾶς Σισόης ἐκ τοῦ ὄρους τοῦ ἀββᾶ Ἀντωνίου, εἰς τὸ ἐξώτερον ὄρος τῆς Θηβαΐδος, καὶ ᾤκησεν ἐκεῖ. Ἦσαν δὲ ἐκεῖ Μελιτιανοὶ, οἰκοῦντες ἐν τῷ Καλαμῶνι τοῦ Ἀρσενοΐτου. Τινὲς δὲ ἀκούσαντες ὅτι ἐξῆλθεν εἰς τὸ ἐξώτερον ὄρος, ἐπεθύμησαν αὐτὸν θεάσασθαι· ἔλεγον δέ· Τί ποιήσομεν; εἰς τὸ ὄρος γάρ εἰσι Μελιτιανοί. Οἴδαμεν δὲ ὅτι ὁ γέρων οὐ βλάπτεται ἐξ αὐτῶν· ἡμεῖς δὲ μήποτε θέλοντες συντυχεῖν τῷ γέροντι, ἐμπέσωμεν εἰς πειρασμὸν τῶν αἱρετικῶν. Καὶ ἕνεκεν τοῦ μὴ συναντῆσαι τοῖς αἱρετικοῖς, οὐκ ἀπῆλθον ἰδεῖν τὸν γέροντα.
μθʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σισόη, ὅτι ἠσθένησε· καὶ καθημένων γερόντων πρὸς αὐτὸν ἐλάλησέ τισι. Λέγουσιν αὐτῷ· Τί βλέπεις, ἀββᾶ; Καὶ λέγει αὐτοῖς· Ὁρῶ τινας ἐλθόντας ἐπ' ἐμὲ, καὶ παρακαλῶ αὐτοὺς ἵνα ἐάσωσί με μικρὸν μετανοῆσαι. Λέγει αὐτῷ εἷς τῶν γερόντων· Καὶ ἐὰν ἐάσωσί σε, ἀπάρτι δύνασαι χρησιμεῦσαι εἰς μετάνοιαν; Λέγει αὐτῷ ὁ γέρων· Εἰ δὲ οὐ δύναμαι ποιῆσαι, ἀλλὰ στενάζω ἐπάνω τῆς ψυχῆς μου μικρὸν, καὶ ἀρκεῖ μοι.
νʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σισόη, ὅτι ὅτε ἦλθεν εἰς τὸ Κλύσμα, ἠσθένησε· καὶ καθημένου αὐτοῦ μετὰ τοῦ μαθητοῦ αὐτοῦ εἰς τὴν κέλλαν, ἰδοὺ κροῦσμα γέγονεν εἰς τὴν θύραν. Καὶ νοήσας ὁ γέρων, λέγει τῷ μαθητῇ αὐτοῦ Ἀβραάμ· Εἰπὲ τῷ κρούσαντι· Ἐγὼ Σισόης εἰς τὸ ὄρος, ἐγὼ Σισόης εἰς τὸ χαράδριον. Ὁ δὲ ἀκούσας ἀφανὴς ἐγένετο.
ναʹ. Εἶπεν ὁ ἀββᾶς Σισόης ὁ Θηβαῖος τῷ μαθητῇ αὐτοῦ· Εἰπέ μοι τί βλέπεις εἰς ἐμὲ, κἀγώ σοι λέγω τί βλέπω εἰς σέ. Λέγει αὐτῷ ὁ μαθητὴς αὐτοῦ· Σὺ καλὸς τῷ νῷ, καὶ σκληρὸς
208
μικρόν. Λέγει αὐτῷ ὁ γέρων· Σὺ καλὸς εἶ, ἀλλὰ χαῦνος τῷ νῷ.
νβʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σισόη τοῦ Θηβαίου, ὅτι οὐκ ἤσθιεν ἄρτον. Καὶ εἰς τὴν ἑορτὴν τοῦ Πάσχα ἔβαλον αὐτῷ μετάνοιαν οἱ ἀδελφοὶ, ἵνα φάγῃ μετ' αὐτῶν. Καὶ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Ἓν ἔχω ποιῆσαι· ἢ ἄρτον ἔχω μεταλαβεῖν, ἢ ὅσα ἐποιήσατε φαγία. Οἱ δὲ εἶπον αὐτῷ· Ἄρτον μόνον φάγε. Ὁ δὲ ἐποίησεν οὕτως.
Περὶ τοῦ ἀββᾶ Σιλουανοῦ.
αʹ. Παρέβαλέ ποτε ὁ ἀββᾶς Σιλουανὸς καὶ ὁ μαθητὴς αὐτοῦ Ζαχαρίας εἰς μοναστήριον· καὶ ἐποίησαν αὐτοὺς γεύσασθαι μικρὸν πρὸ τοῦ ὁδεῦσαι. Καὶ ἐξελθόντων αὐτῶν, εὗρεν ὁ μαθητὴς αὐτοῦ ὕδωρ ἐν τῇ ὁδῷ, καὶ ἤθελε πιεῖν. Καὶ λέγει αὐτῷ ὁ γέρων· Ζαχαρία, νηστεία σήμερον. Ὁ δὲ λέγει· Οὐκ ἐφάγομεν, Πάτερ; Λέγει ὁ γέρων· Ἐκεῖνο τὸ, ἐφάγομεν, τῆς ἀγάπης ἦν· ἡμεῖς δὲ τὴν ἑαυτῶν νηστείαν κρατήσωμεν, τέκνον.
βʹ. Ὁ αὐτὸς καθεζόμενός ποτε μετὰ ἀδελφῶν, ἐγένετο ἐν ἐκστάσει, καὶ πίπτει ἐπὶ πρόσωπον· καὶ μετὰ πολὺ ἀναστὰς ἔκλαιε. Καὶ παρεκάλεσαν αὐτὸν οἱ ἀδελφοὶ, λέγοντες· Τί ἔχεις, Πάτερ; Ὁ δὲ ἐσιώπα καὶ ἔκλαιεν. Ἀναγκαζόντων δὲ αὐτῶν εἰπεῖν, εἶπεν· Ἐγὼ εἰς τὴν κρίσιν ἡρπάγην· καὶ εἶδον πολλοὺς τοῦ γένους ἡμῶν ἀπερχομένους εἰς κόλασιν, καὶ πολλοὺς τῶν κοσμικῶν ἀπερχομένους εἰς βασιλείαν. Καὶ ἐπένθει ὁ γέρων, καὶ οὐκ ἤθελεν ἐξελθεῖν ἐκ τοῦ κελλίου αὐτοῦ. Εἰ δὲ καὶ ἠναγκάζετο ἐξελθεῖν, ἔσκεπε τῷ κουκουλίῳ τὸ πρόσωπον αὐτοῦ, λέγων· Τί θέλω ἰδεῖν τὸ φῶς τοῦτο τὸ πρόσκαιρον, καὶ οὐδὲν ἔχον ὄφελος;
γʹ. Ἄλλοτε εἰσῆλθεν ὁ μαθητὴς αὐτοῦ Ζαχαρίας, καὶ εὗρεν αὐτὸν ἐν ἐκστάσει, καὶ αἱ χεῖρες αὐτοῦ εἰς τὸν οὐρανὸν ἡπλωμέναι. Καὶ κλείσας τὴν θύραν ἐξῆλθε. Καὶ ἐλθὼν περὶ ὥραν ἕκτην καὶ ἐννάτην, εὗρεν αὐτὸν οὕτως. Καὶ περὶ ὥραν δεκάτην ἔκρουσε· καὶ εἰσελθὼν, εὗρεν αὐτὸν ἡσυχάζοντα, καὶ λέγει αὐτῷ· Τί ἔχεις σήμερον, Πάτερ; Ὁ δὲ εἶπεν· Ἠσθένησα σήμερον, τέκνον. Ὁ δὲ κρατήσας τοὺς πόδας αὐτοῦ, ἔλεγεν· Οὐ μή σε ἐάσω, ἐὰν μὴ εἴπῃς μοι τί
209
εἶδες. Λέγει αὐτῷ ὁ γέρων· Ἐγὼ εἰς τὸν οὐρανὸν ἡρπάγην, καὶ εἶδον τὴν δόξαν τοῦ Θεοῦ, καὶ ἐκεῖ ἱστάμην ἕως ἄρτι, καὶ νῦν ἀπελύθην.
δʹ. Καθεζομένου ποτὲ τοῦ ἀββᾶ Σιλουανοῦ εἰς τὸ ὄρος τὸ Σινὰ, ἀπῆλθεν ὁ μαθητὴς αὐτοῦ Ζαχαρίας εἰς διακονίαν, καὶ λέγει τῷ γέροντι· Ἀπόλυσον τὸ ὕδωρ, καὶ πότισον τὸν κῆπον. Ὁ δὲ ἐξελθὼν ἔσκεπε τὴν ὄψιν αὐτοῦ τῷ κουκουλίῳ, καὶ μόνον τὰ ἴχνη αὐτοῦ ἔβλεπε. Παρέβαλε δὲ ἀδελφὸς αὐτῇ τῇ ὥρᾳ· καὶ ἰδὼν αὐτὸν ἀπὸ μακρόθεν, κατενόει τί ἐποίησεν. Εἰσελθὼν δὲ ὁ ἀδελφὸς πρὸς αὐτὸν, εἶπεν· Εἰπέ μοι, ἀββᾶ, τί τὸ πρόσωπόν σου κατεσκέπασας τῷ κουκουλίῳ, καὶ οὕτως τὸν κῆπον ἐπότιζες; Λέγει αὐτῷ ὁ γέρων· Τέκνον, ἵνα μὴ ἴδωσιν οἱ ὀφθαλμοί μου τὰ δένδρα, καὶ ἀπασχοληθῇ ὁ νοῦς μου ἀπὸ τῆς ἐργασίας αὐτοῦ εἰς αὐτά.
εʹ. Παρέβαλέ τις ἀδελφὸς τῷ ἀββᾷ Σιλουανῷ εἰς τὸ ὄρος τὸ Σινά· καὶ ἰδὼν τοὺς ἀδελφοὺς ἐργαζομένους, εἶπε τῷ γέροντι· Μὴ ἐργάζεσθε τὴν βρῶσιν τὴν ἀπολλυμένην. Μαρία γὰρ τὴν ἀγαθὴν μερίδα ἐξελέξατο. Λέγει ὁ γέρων τῷ μαθητῇ αὐτοῦ· Ζαχαρία, δὸς τῷ ἀδελφῷ βιβλίον, καὶ βάλε αὐτὸν εἰς κελλίον μηδὲν ἔχον. Ὅτε οὖν ἐγένετο ἡ ὥρα τῆς ἐννάτης, προσεῖχε τῇ θύρᾳ, εἰ ἄρα πέμπουσι καλέσαι αὐτὸν εἰς τὸ φαγεῖν. Ὡς δὲ οὐδεὶς ἐκάλεσεν αὐτὸν, ἀναστὰς ἦλθε πρὸς τὸν γέροντα, καὶ λέγει αὐτῷ· Οὐκ ἔφαγον οἱ ἀδελφοὶ σήμερον, ἀββᾶ; Λέγει αὐτῷ ὁ γέρων· Ναί. Εἶπε δέ· Διατί οὐκ ἐκαλέσατέ με; Λέγει αὐτῷ ὁ γέρων· Ἐπειδὴ ἄνθρωπος πνευματικὸς εἶ, καὶ οὐ χρείαν ἔχεις τῆς βρώσεως ταύτης· ἡμεῖς δὲ σαρκικοὶ ὄντες θέλομεν φαγεῖν, καὶ διὰ τοῦτο ἐργαζόμεθα· σὺ δὲ τὴν καλὴν μερίδα ἐξελέξω, ἀναγινώσκων ὅλην τὴν ἡμέραν, καὶ οὐ θέλεις φαγεῖν σαρκικὴν βρῶσιν. Καὶ ὡς ἤκουσε ταῦτα, ἔβαλε μετάνοιαν, λέγων· Συγχώρησόν μοι, ἀββᾶ. Λέγει αὐτῷ ὁ γέρων· Πάντως χρείαν ἔχει καὶ ἡ Μαρία τῆς Μάρθας· διὰ γὰρ τῆς Μάρθας καὶ ἡ Μαρία ἐγκωμιάζεται.
ϛʹ. Ἠρώτησάν ποτε τὸν ἀββᾶν Σιλουανὸν, λέγοντες· Ποίαν πολιτείαν εἰργάσω, Πάτερ, ἵνα λάβῃς τὴν φρόνησιν ταύτην;
210
Καὶ ἀπεκρίθη· Οὐδέποτε ἀφῆκα εἰς τὴν καρδίαν μου λογισμὸν παροργίζοντα τὸν Θεόν.
ζʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σιλουανοῦ, ὅτι ἐκάθισεν εἰς κελλίον κρυφῆ, ἔχων μικρὰ ἐρεβίνθια, καὶ ἐποίησεν εἰς αὐτὰ ἔργον ἑκατὸν κόσκινα. Καὶ ἰδοὺ ἄνθρωπος ἦλθεν ἀπὸ Αἰγύπτου, ἔχων ὄνον μεστὸν ἄρτων· καὶ κρούσας εἰς τὸ κελλίον αὐτοῦ ἔθηκε. Λαβὼν οὖν ὁ γέρων τὰ κόσκινα, ἐγέμισε τὸν ὄνον, καὶ ἀπέλυσεν αὐτόν.
ηʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σιλουανοῦ, ὅτι ἐξῆλθεν ὁ μαθητὴς αὐτοῦ Ζαχαρίας χωρὶς αὐτοῦ· καὶ λαβὼν τοὺς ἀδελφοὺς, ἔστρεψε τὸν φραγμὸν τοῦ κήπου, καὶ μείζονα αὐτὸν ἐποίησε. Μαθὼν οὖν ὁ γέρων, ἔλαβε τὸ μηλωτάριον αὐτοῦ, καὶ ἐξῆλθε, καὶ λέγει τοῖς ἀδελφοῖς· Εὔξασθε περὶ ἐμοῦ. Οἱ δὲ ἰδόντες αὐτὸν, ἔπεσον εἰς τοὺς πόδας αὐτοῦ, λέγοντες· Εἰπὲ ἡμῖν τί ἐστιν ὃ ἔχεις, Πάτερ. Ὁ δὲ πρὸς αὐτοὺς ἔφη· Οὐκ εἰσέρχομαι ἔσω, οὐ καταβαίνει τὸ μηλωτάριον ἀπ' ἐμοῦ, ἕως οὗ ἐνέγκητε τὸν φραγμὸν εἰς τὸν πρῶτον αὐτοῦ τόπον. Οἱ δὲ πάλιν ἔστρεψαν τὸν φραγμὸν, καὶ ἐποίησαν αὐτὸν ὡς ἦν. Καὶ οὕτως ὁ γέρων ὑπέστρεψε εἰς τὸ κελλίον αὐτοῦ.
θʹ. Εἶπεν ὁ ἀββᾶς Σιλουανός· Ἐγὼ δοῦλός εἰμι, καὶ ὁ κύριός μου εἶπέ μοι· Ἐργάζου τὸ ἔργον μου, κἀγώ σε τρέφω· πόθεν δὲ, μὴ ζήτει· εἴτε ἔχω, εἴτε κλέπτω, εἴτε δανείζομαι, σὺ μὴ ζήτει· ἐργάζου μόνον, καὶ τρέφω σε. Ἐγὼ οὖν ἐὰν ἐργάζωμαι, ἐκ τοῦ μισθοῦ μου ἐσθίω· ἐὰν δὲ μὴ ἐργάζωμαι, ἀγάπην ἐσθίω.
ιʹ. Εἶπε πάλιν· Οὐαὶ τῷ ἀνθρώπῳ ἐκείνῳ, ὃς ἔχει τὸ ὄνομα αὐτοῦ μεῖζον τῆς ἐργασίας αὐτοῦ.
ιαʹ. Ἠρώτησεν ὁ ἀββᾶς Μωϋσῆς τὸν ἀββᾶν Σιλουανὸν, λέγων· Δύναται ἄνθρωπος καθ' ἡμέραν βάλλειν ἀρχήν; Καὶ εἶπεν ὁ γέρων· Ἐάν ἐστιν ἐργάτης, δύναται καὶ καθ' ὥραν βάλλειν ἀρχήν.
ιβʹ. Εἶπέ τις τῶν Πατέρων, ὅτι συνέτυχέ ποτέ τις τῷ ἀββᾷ Σιλουανῷ, καὶ ἑωρακὼς αὐτοῦ τὸ πρόσωπον καὶ τὸ σῶμα ὡς ἀγγέλου λάμψαν, ἔπεσεν ἐπὶ πρόσωπον. Ἔλεγε δὲ καὶ ἄλλους τινὰς ἐσχηκέναι τοῦτο τὸ χάρισμα.
211
Περὶ τοῦ ἀββᾶ Σίμωνος.
αʹ. Ἦλθέ ποτε ἄρχων ἰδεῖν τὸν ἀββᾶν Σίμωνα. Ὁ δὲ ἀκούσας ἔλαβε τὴν ζώνην, καὶ ἀπῆλθεν εἰς φοίνικα καθαρίσαι αὐτόν. Οἱ δὲ ἐλθόντες, ἔκραξαν· Γέρον, ποῦ ἔστιν ὁ ἀναχωρητής; Ὁ δὲ εἶπεν· Οὐκ ἔστιν ὧδε ἀναχωρητής. Καὶ ἀκούσαντες ἀνεχώρησαν.
βʹ. Ἄλλοτε πάλιν ἦλθεν ἄλλος ἄρχων ἰδεῖν αὐτόν. Καὶ προλαβόντες οἱ κληρικοὶ εἶπον αὐτῷ· Ἀββᾶ, ἑτοίμασον, ὅτι ὁ ἄρχων ἀκούων περὶ σοῦ, ἔρχεται εὐλογηθῆναι παρὰ σοῦ. Ὁ δὲ εἶπε· Ναὶ, ἐγὼ ἑτοιμάζω ἑαυτόν. Φορέσας οὖν τὸ κεντόνιον αὐτοῦ, καὶ λαβὼν ἄρτον καὶ τυρὸν ἐν ταῖς χερσὶν αὐτοῦ, ἀναστὰς εἰς τὸν πυλῶνα ἐκάθισεν ἐσθίων. Καὶ ἐλθὼν ὁ ἄρχων μετὰ τῆς τάξεως αὐτοῦ, καὶ ἰδόντες αὐτὸν, ἐξουθένησαν αὐτὸν, λέγοντες· Οὗτός ἐστιν ὁ ἀναχωρητὴς περὶ οὗ ἠκούσαμεν; Καὶ εὐθέως ἀνέκαμψαν.
Περὶ τοῦ ἀββᾶ Σωπάτρου.
Ἠρώτησέ τις τὸν ἀββᾶν Σώπατρον, λέγων· Δός μοι ἐντολὴν, ἀββᾶ, καὶ φυλάξω αὐτήν. Ὁ δὲ εἶπεν αὐτῷ· Μὴ εἰσέλθῃ γυνὴ εἰς τὸ κελλίον σου, καὶ μὴ ἀναγνώσῃς ἀπόκρυφα· καὶ μὴ ἐκζητήσῃς περὶ τῆς εἰκόνος· τοῦτο γὰρ οὐκ ἔστιν αἵρεσις, ἀλλ' ἰδιωτεία καὶ φιλονεικία ἀμφοτέρων τῶν μερῶν· ἀδύνατον γὰρ καταληφθῆναι τὸ πρᾶγμα τοῦτο ὑπὸ πάσης τῆς κτίσεως.
Περὶ τοῦ ἀββᾶ Σαρματᾶ.
αʹ. Εἶπεν ὁ ἀββᾶς Σαρματᾶς· Θέλω ἄνθρωπον ἁμαρτήσαντα, εἰ οἶδεν ὅτι ἥμαρτε, καὶ μετανοεῖ, ὑπὲρ ἄνθρωπον μὴ ἁμαρτήσοντα, καὶ ἔχοντα ἑαυτὸν ὡς δικαιοσύνην ποιοῦντα.
βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σαρματᾶ, ὅτι πολλάκις ἐλάμβανε τεσσαράκοντα ἡμέρας τῇ βουλῇ τοῦ ἀββᾶ Ποιμένος· καὶ ὡς οὐδὲν ἐπληροῦντο αἱ ἡμέραι ἐνώπιον αὐτοῦ. Ἦλθεν οὖν ὁ ἀββᾶς Ποιμὴν πρὸς αὐτὸν, καὶ λέγει αὐτῷ· Εἰπέ μοι, τί ἑώρακας ποιῶν τὸν τοσοῦτον κόπον; Ὁ δὲ πρὸς αὐτὸν ἔλεγεν· Οὐδὲν πλέον. Λέγει αὐτῷ ὁ ἀββᾶς Ποιμήν· Οὐκ ἀφῶ σε, ἐὰν μή μοι εἴπῃς. Ὁ δὲ εἶπεν· Ἓν μόνον εὗρον, ὅτι ἐὰν
212
εἴπω τῷ ὕπνῳ, Ὕπαγε, ὑπάγει, καὶ ἐὰν εἴπω, Ἐλθὲ, ἔρχεται.
γʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σαρματᾶν, λέγων· Οἱ λογισμοὶ λέγουσί μοι· Μὴ ἐργάσῃ, ἀλλὰ φάγε, πίε, κοιμῶ. Λέγει αὐτῷ ὁ γέρων· Ὅτε πεινᾷς, φάγε· ὅτε διψᾷς, πίε· ὅτε νυστάζεις, κοιμῶ. Ἄλλος δὲ γέρων κατ' εὐκαιρίαν ἦλθε πρὸς τὸν ἀδελφόν· καὶ εἶπεν αὐτῷ ὁ ἀδελφὸς ἃ εἶπεν ὁ ἀββᾶς Σαρματᾶς. Λέγει οὖν αὐτῷ ὁ γέρων· Τοῦτό ἐστιν ὃ εἶπέ σοι ὁ ἀββᾶς Σαρματᾶς· Ὅταν πεινᾷς τόνῳ, καὶ διψήσῃς ἕως μηκέτι δυνηθῇς, φάγε τότε καὶ πίε· καὶ ὅταν ἀγρυπνήσῃς πάνυ πολὺ καὶ νυστάξῃς, κοιμῶ. Τοῦτό ἐστιν ὃ ἔλεγέ σοι γέρων.
δʹ. Ἠρώτησε πάλιν ὁ αὐτὸς ἀδελφὸς τὸν ἀββᾶν Σαρματᾶν, λέγων· Οἱ λογισμοὶ λέγουσί μοι· Ὕπαγε ἔξω, καὶ παράβαλε τοῖς ἀδελφοῖς. Καὶ λέγει ὁ γέρων· Τοῦτο μὴ ἀκούσῃς αὐτῶν, ἀλλ' εἰπέ· Ἰδοὺ ἤκουσά σου τὸ πρῶτον, τοῦτο δὲ οὐ δύναμαί σου ἀκοῦσαι.
Περὶ τοῦ ἀββᾶ Σεραπίωνος.
αʹ. Ἦλθέ ποτε ὁ ἀββᾶς Σεραπίων παρερχόμενος διὰ κώμης τινὸς τῆς Αἰγύπτου· καὶ εἶδέ τινα πόρνην ἑστῶσαν εἰς τὸ κελλίον αὐτῆς· καὶ εἶπεν αὐτῇ ὁ γέρων· Προσδόκησόν με ὀψέ· θέλω γὰρ ἐλθεῖν πρὸς σὲ, καὶ ποιῆσαι τὴν νύκτα ταύτην ἔγγιστά σου. Ἡ δὲ ἀποκριθεῖσα, εἶπε· Καλῶς, ἀββᾶ. Καὶ ἡτοιμάσθη, καὶ ἔστρωσε τὴν κλίνην. Ὀψίας δὲ γενομένης, ἦλθεν ὁ γέρων πρὸς αὐτὴν, καὶ εἰσελθὼν εἰς τὸ κελλίον, λέγει αὐτῇ· Ἡτοίμασας τὴν κλίνην; Ἡ δὲ εἶπε· Ναὶ, ἀββᾶ. Καὶ ἔκλεισε τὴν θύραν, καὶ λέγει αὐτῇ· Μεῖνον ὀλίγον, ἐπειδὴ νόμον ἔχομεν, ἕως οὗ ποιήσω αὐτόν. Καὶ ἤρξατο ὁ γέρων τῆς συνάξεως αὐτοῦ· καὶ ἀρξάμενος τὸ ψαλτήριον, κατὰ ψαλμὸν ἐποίει εὐχὴν, δεόμενος τοῦ Θεοῦ ὑπὲρ αὐτῆς, ὅπως μετανοήσῃ καὶ σωθῇ. Καὶ εἰσήκουσεν αὐτοῦ ὁ Θεὸς, Καὶ ἕστηκεν ἡ γυνὴ τρέμουσα καὶ εὐχομένη ἐγγὺς τοῦ γέροντος. Καὶ ὡς ἐτέλεσεν ὁ γέρων ὅλον τὸ ψαλτήριον, ἔπεσεν ἡ γυνὴ χαμαί. Ὁ δὲ γέρων ἀρξάμενος τοῦ Ἀποστόλου, εἶπε πολὺ ἐξ αὐτοῦ· καὶ οὕτως ἐπλήρωσε τὴν σύναξιν. Κατανυγεῖσα οὖν ἡ γυνὴ, καὶ νοήσασα ὅτι οὐ
213
δι' ἁμαρτίαν ἦλθε πρὸς αὐτὴν, ἀλλ' ἵνα σώσῃ αὐτῆς τὴν ψυχὴν, προσέπεσεν αὐτῷ, λέγουσα· Ποίησον ἀγάπην, ἀββᾶ, καὶ ὅπου δύναμαι εὐαρεστῆσαι τῷ Θεῷ, ὁδήγησόν με. Τότε ὁ γέρων ὡδήγησεν αὐτὴν εἰς μοναστήριον παρθένων, καὶ παρέδωκεν αὐτὴν τῇ Ἀμμᾷ, καὶ εἶπε· Λάβε τὴν ἀδελφὴν ταύτην, καὶ μὴ θήσεις αὐτῇ ζυγὸν ἢ ἐντολὴν ὡς ταῖς ἀδελφαῖς· ἀλλ' εἴ τι θέλει, δὸς αὐτῇ· καὶ ὡς θέλει, συγχώρησον αὐτῇ πορεύεσθαι. Καὶ ὡς ἐποίησεν ὀλίγας ἡμέρας, εἶπεν· Ἐγὼ ἁμαρτωλός εἰμι, θέλω διὰ δύο ἐσθίειν. Καὶ μετ' ὀλίγας ἡμέρας εἶπεν· Ἐγὼ πολλὰς ἁμαρτίας ἔχω, θέλω διὰ τεσσάρων ἡμερῶν ἐσθίειν. Καὶ μετ' ὀλίγας ἡμέρας παρεκάλεσε τὴν Ἀμμᾶν, λέγουσα· Ἐπειδὴ πολλὰ ἐλύπησα τὸν Θεὸν ἐν ταῖς ἀνομίαις μου, ποίησον ἀγάπην, καὶ βάλε με εἰς κελλίον, καὶ ἀνάφραξον αὐτὸ, καὶ δι' ὁπῆς δίδου μοι μικρὸν ἄρτον καὶ τὸ ἐργόχειρον. Καὶ ἐποίησεν αὐτῇ ἡ Ἀμμᾶς οὕτως. Καὶ εὐηρέστησε τῷ Θεῷ τὸν ἐπίλοιπον χρόνον τῆς ζωῆς αὐτῆς.
βʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Σαραπίωνα, λέγων· Εἰπέ μοι λόγον. Λέγει αὐτῷ ὁ γέρων· Τί σοι ἔχω εἰπεῖν; ὅτι ἔλαβες τὰ τῶν χηρῶν καὶ ὀρφανῶν, καὶ ἔθηκας εἰς τὴν θυρίδα ταύτην· εἶδε γὰρ αὐτὴν μεστὴν βιβλίων.
γʹ. Εἶπεν ὁ ἀββᾶς Σαραπίων, ὅτι Ὥσπερ οἱ στρατιῶται τοῦ βασιλέως οὐ δύνανται ἱστάμενοι δεξιὰ ἢ ἀριστερὰ προσέχειν· οὕτως καὶ ὁ ἄνθρωπος, ἐὰν ἵσταται ἐνώπιον τοῦ Θεοῦ, καὶ προσέχῃ ἐνώπιον αὐτοῦ ἐν φόβῳ πάσῃ ὥρᾳ, οὐδὲν τοῦ ἐχθροῦ δύναται αὐτὸν ἐκφοβῆσαι.
δʹ. Παρέβαλεν ἀδελφὸς τῷ ἀββᾷ Σαραπίωνι· προετρέπετο δὲ αὐτὸν ὁ γέρων εὐχὴν ποιῆσαι κατὰ τὴν συνήθειαν. Ὁ δὲ ἁμαρτωλὸν ἑαυτὸν λέγων, καὶ αὐτοῦ τοῦ μοναχικοῦ σχήματος ἀνάξιον, οὐκ ἐπείθετο. Ἠθέλησε δὲ καὶ τοὺς πόδας αὐτοῦ νίψαι· καὶ τοῖς αὐτοῖς πάλιν χρώμενος λόγοις, οὐκ ἠνέσχετο. Ἐποίησε δὲ αὐτὸν γεύσασθαι· ἐσθίειν δὲ ἤρξατο καὶ ὁ γέρων. Καὶ ἐνουθέτει αὐτὸν, λέγων· Τέκνον, εἰ θέλεις ὠφεληθῆναι, καρτέρησον ἐν τῷ κελλίῳ σου, καὶ πρόσεχε σεαυτῷ καὶ τῷ ἐργοχείρῳ σου· οὐ γὰρ φέρει σοι τὸ προέρχεσθαι τοιαύτην ὠφέλειαν, ὅσον τὸ καθέζεσθαι. Ὁ δὲ ταῦτα ἀκούσας, ἐπικράνθη, καὶ ἠλλοιώθη τῇ μορφῇ, ὥστε
214
μηδὲ δυνηθῆναι λαθεῖν τὸν γέροντα. Εἶπεν οὖν αὐτῷ ὁ ἀββᾶς Σαραπίων· Μέχρι τοῦ νῦν ἔλεγες, Ἁμαρτωλός εἰμι, καὶ κατηγόρεις ἑαυτοῦ καὶ τοῦ ζῇν ἀνάξιον εἶναι· καὶ ἐπειδὴ μετὰ ἀγάπης ὑπέμνησά σε, τοσοῦτον ἐθηριώθης; Ἐὰν οὖν θέλῃς ταπεινὸς εἶναι, τὰ παρ' ἄλλων ἐπαγόμενά σοι μάθε φέρειν γενναίως, καὶ μὴ ῥήματα ἀργὰ κάτεσχε σεαυτῷ. Ταῦτα ἀκούσας ὁ ἀδελφὸς μετενόησε τῷ γέροντι, καὶ πολλὰ ὠφεληθεὶς ἀνεχώρησεν.
Περὶ τοῦ ἀββᾶ Σερίνου.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Σερίνου, ὅτι πολλὰ εἰργάζετο, καὶ δύο παξαμάτια ἤσθιε διαπαντός. Καὶ ἐλθὼν πρὸς αὐτὸν ὁ ἀββᾶς Ἰὼβ, ὁ συμφωνητὴς αὐτοῦ, καὶ αὐτὸς δὲ μέγας ἀσκητὴς, εἶπεν αὐτῷ, ὅτι Εἰς τὸ κελλίον μου φυλάττω τὴν πρᾶξίν μου· ἐὰν δὲ ἐξέλθω, συγκαταβαίνω τοῖς ἀδελφοῖς. Καὶ λέγει αὐτῷ ὁ ἀββᾶς Σερῖνος· Οὐκ ἔστιν αὕτη μεγάλη ἀρετὴ, ὅταν ἐν τῷ κελλίῳ σου φυλάττῃς τὴν τάξιν σου, ἀλλ' ὅταν ἐκ τοῦ κελλίου σου μᾶλλον ἐξέλθῃς.
βʹ. Εἶπεν ὁ ἀββᾶς Σερῖνος, ὅτι Ἐποίησα τὸν χρόνον μου, θερίζων, καταῤῥάπτων, πλέκων· καὶ ἐν τούτοις πᾶσιν, εἰ μὴ ἡ χεὶρ τοῦ Θεοῦ ἐχόρτασέ με, οὐκ ἠδυνήθην χορτασθῆναι.
Περὶ τοῦ ἀββᾶ Σπυρίδωνος.
αʹ. Περὶ δὲ Σπυρίδωνος, τοσαύτη τῷ ποιμένι προσῆν ὁσιότης, ὡς ἀξιωθῆναι αὐτὸν καὶ ἀνθρώπων ποιμένα γενέσθαι. Μιᾶς γὰρ τῶν ἐν Κύπρῳ πόλεων, ὀνόματι Τριμιθούντων, οὗτος τὴν ἐπισκοπὴν ἐκεκλήρωτο· διὰ δὲ ἀτυφίαν πολλὴν, ἐχόμενος τῆς ἐπισκοπῆς, ἐποίμαινε καὶ τὰ πρόβατα. Μεσούσης δὲ τῆς νυκτὸς, κλέπται τῇ μάνδρᾳ τῶν προβάτων λαθραίως ἐπελθόντες, κλέψαι τῶν προβάτων ἐσπούδαζον. Ὁ δὲ Θεὸς ὁ τὸν ποιμένα σώζων, καὶ τὰ πρόβατα ἔσωζεν· οἱ γὰρ κλέπται ἀοράτῳ δυνάμει παρὰ τὴν μάνδραν ἐδέδεντο. Ὄρθρος δὲ ἦν· καὶ ἧκεν ὁ ποιμὴν πρὸς τὰ πρόβατα. Ὡς δὲ εὗρεν ὀπίσω τὰς χεῖρας ἔχοντας, ἔγνω τὸ γεγονός· καὶ εὐξάμενος λύει τοὺς κλέπτας. Πολλὰ δὲ νουθετήσας καὶ παραινέσας αὐτοῖς, ἐκ δικαίων πόνων σπουδάζειν μᾶλλον καὶ μὴ ἐξ ἀδικίας ζῇν, ἕνα κριὸν αὐτοῖς
215
χαρισάμενος ἀπέλυσεν, καὶ χαριέντως ἐπιφθεγξάμενος εἶπεν· Ἵνα μὴ μάτην ἠγρυπνηκότες φανῆτε.
βʹ. Ἔλεγον πάλιν, ὅτι θυγάτριον ἦν αὐτῷ παρθένος, τῆς τοῦ πατρὸς εὐλαβείας μετέχουσα, τοὔνομα Εἰρήνη. Ταύτῃ γνώριμός τις πολύτιμον παρέθετο κόσμιον. Ἡ δὲ ἀσφαλέστερον ποιοῦσα, γῇ τὴν παραθήκην ἔκρυψε· μετ' ὀλίγον δὲ τὸν βίον ἀπέλιπεν. Ἦλθε δὲ μετὰ χρόνον ὁ παραθέμενος· καὶ μὴ εὑρὼν τὴν παρθένον, ἔπλεκε τῷ πατρὶ αὐτῆς τῷ ἀββᾷ Σπυρίδωνι, νῦν μὲν ἕλκων, πάλιν δὲ παρακαλῶν. Ἐπειδὴ δὲ συμφορὰν ἐποιεῖτο τὴν τοῦ παραθεμένου ζημίαν ὁ γέρων, ἐλθὼν ἐπὶ τὸ μνημεῖον τῆς θυγατρὸς, ἐπεκαλεῖτο τὸν Θεὸν, πρὸ καιροῦ δεῖξαι αὐτῷ τὴν ἐπηγγελμένην ἀνάστασιν· καὶ δὴ τῆς ἐλπίδος οὐχ ἥμαρτε. Ζῶσα γὰρ αὖθις ἡ παρθένος φαίνεται τῷ πατρί· καὶ τόπον σημάνασα ἔνθα τὸ κόσμιον ἔκειτο, αὖθις ἀπεχώρει. Καὶ λαβὼν τὴν παραθήκην ὁ γέρων ἔδωκεν αὐτήν.
Περὶ τοῦ ἀββᾶ Σαϊώ.
Ἔλεγον περὶ τοῦ ἀββᾶ Σαϊὼ, καὶ τοῦ ἀββᾶ Μούη, ὅτι ἔμειναν μετ' ἀλλήλων. Εἶχε δὲ πολλὴν ὑπακοὴν ὁ ἀββᾶς Σαϊὼ, σκληρὸς δὲ ἦν πάνυ. Καὶ ἔλεγεν αὐτῷ ὁ γέρων πειράζων· Ὕπαγε, σύλησον. Καὶ ὑπῆγε, καὶ ἐσύλα τοὺς ἀδελφοὺς διὰ τὴν ὑπακοὴν, εὐχαριστῶν τῷ Κυρίῳ ἐπὶ πᾶσιν. Ὁ δὲ γέρων ἦρεν αὐτὰ, καὶ παρεῖχε κρυφίως. Ποτὲ οὖν ὁδευόντων αὐτῶν, ἠτόνησε, καὶ ἀφῆκεν αὐτὸν ὁ ἀββᾶς συντετριμμένον· καὶ ἐλθὼν, εἶπε τοῖς ἀδελφοῖς· Ὑπάγετε, φέρετε τὸν Σαϊὼ, ὅτι κεκλασμένος κεῖται. Καὶ ἀπελθόντες, ἤγαγον αὐτόν.
Περὶ τῆς ἀμμᾶς Σάῤῥας.
αʹ. Διηγήσαντο περὶ τῆς ἀμμᾶς Σάῤῥας, ὅτι ἔμεινε δεκατρία ἔτη πολεμουμένη κραταιῶς ὑπὸ τοῦ δαίμονος τῆς πορνείας, καὶ οὐδέποτε ηὔξατο ἀποστῆναι τὸν πόλεμον, ἀλλὰ μᾶλλον ἔλεγεν· Ὁ Θεὸς, δός μοι ἰσχύν.
βʹ. Ἐπέθετο αὐτῇ ποτε σφοδρότερον τὸ αὐτὸ πνεῦμα τῆς πορνείας, ὑποβάλλον αὐτῇ τὰ τοῦ κόσμου μάταια. Ἡ δὲ μὴ ἐνδοῦσα τῷ τοῦ Θεοῦ φόβῳ καὶ τῇ ἀσκήσει, ἀνῆλθεν ἐν μιᾷ
216
εἰς τὸ δωμάτιον αὐτῆς προσεύξασθαι. Καὶ ὤφθη αὐτῇ σωματικῶς τὸ πνεῦμα τῆς πορνείας, καὶ εἶπεν αὐτῇ· Σύ με ἐνίκησας, Σάῤῥα. Ἡ δὲ εἶπεν· Οὐκ ἐνίκησά σε ἐγὼ, ἀλλ' ὁ Δεσπότης μου Χριστός.
γʹ. Ἔλεγον περὶ αὐτῆς, ὅτι ἐπάνω τοῦ ποταμοῦ ἔμεινεν ἑξήκοντα ἔτη οἰκοῦσα, καὶ οὐ παρέκυψεν ἰδεῖν αὐτόν.
δʹ. Ἄλλοτε ἦλθον δύο γέροντες ἀναχωρηταὶ μεγάλοι ἀπὸ τῶν μερῶν τοῦ Πηλουσίου πρὸς αὐτήν· καὶ ἀπερχόμενοι ἔλεγον πρὸς ἀλλήλους· Ταπεινώσωμεν τὴν γραΐδα ταύτην. Καὶ λέγουσιν αὐτῇ· Βλέπε μὴ ἐπαρθῇ ὁ λογισμός σου, καὶ εἴπῃς, ὅτι Ἰδοὺ οἱ ἀναχωρηταὶ πρὸς μὲ ἔρχονται γυναῖκα οὖσαν. Λέγει αὐτοῖς ἡ ἀμμᾶς Σάῤῥα· Τῇ μὲν φύσει γυνή εἰμι, ἀλλ' οὐ τῷ λογισμῷ.
εʹ. Εἶπεν ἡ ἀμμᾶς Σάῤῥα· Ἐὰν εὔξωμαι τῷ Θεῷ, ἵνα πάντες οἱ ἄνθρωποι πληροφορῶνται εἰς ἐμὲ, εὑρεθήσομαι εἰς τὴν θύραν ἑκάστου μετανοοῦσα· ἀλλὰ μᾶλλον εὔξομαι τὴν καρδίαν μου ἁγνὴν εἶναι μετὰ πάντων.
ϛʹ. Εἶπε πάλιν, ὅτι Βάλλω τὸν πόδα μου ἐπὶ τὴν κλίμακα ἀναβῆναι, καὶ τιθῶ τὸν θάνατον πρὸ ὀφθαλμῶν μου πρὸ τοῦ ἀναβῆναί με εἰς αὐτήν.
ζʹ. Εἶπε πάλιν, ὅτι καλόν ἐστι καὶ δι' ἀνθρώπους ποιεῖν ἐλεημοσύνην. Εἰ γὰρ καὶ δι' ἀνθρωπαρεσκίαν, ἀλλ' ἔρχεται πάλιν εἰς Θεοῦ ἀρέσκειαν.
ηʹ. Παρέβαλόν ποτε Σκητιῶται τῇ ἀμμᾷ Σάῤῥᾳ. Ἡ δὲ παρέθηκεν αὐτοῖς κανίσκιν. Οἱ δὲ ἀφέντες τὰ καλὰ, ἔφαγον τὰ σαπρά. Καὶ εἶπεν αὐτοῖς· Ὄντως Σκητιῶταί ἐστε.
Περὶ τῆς ἀμμᾶς Συγκλητικῆς.
αʹ. Εἶπεν ἡ ἀμμᾶς Συγκλητική· Ἀγών ἐστι καὶ κόπος πολὺς τοῖς προσερχομένοις τῷ Θεῷ, τὰ πρῶτα· ἔπειτα δὲ, χαρὰ ἀνεκλάλητος. Ὥσπερ γὰρ οἱ πῦρ ἐξάψαι βουλόμενοι, πρῶτον καπνίζονται καὶ δακρύουσι, καὶ οὕτως τοῦ ζητουμένου ἐπιτυγχάνουσι (καὶ γάρ φησιν, Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστίν)· οὕτως δεῖ καὶ ἡμᾶς εἰς ἑαυτοὺς τὸ θεῖον ἐξάψαι πῦρ μετὰ δακρύων καὶ πόνων.
βʹ. Εἶπε πάλιν, ὅτι Δεῖ ἡμᾶς τοὺς τὸ ἐπάγγελμα τοῦτο ἐπανῃρημένους, σωφροσύνην τὴν εἰς ἄκρον κατέχειν. Καὶ
217
γὰρ παρὰ τοῖς κοσμικοῖς σωφροσύνη δοκεῖ πολιτεύεσθαι, ἀλλὰ συμπάρεστιν αὐτῇ καὶ ἀφροσύνη, διὰ τὸ ταῖς ἄλλαις πάσαις αἰσθήσεσιν ἁμαρτάνειν. Καὶ γὰρ ὁρῶσιν ἀπρεπῶς, καὶ γελῶσιν ἀτάκτως.
γʹ. Εἶπε πάλιν· Ὥσπερ τὰ ἰοβόλα θηρία τὰ δριμύτερα τῶν φαρμάκων ἀπελαύνει· οὕτως καὶ λογισμὸν πονηρὸν εὐχὴ μετὰ νηστείας ἀπελαύνει.
δʹ. Εἶπε πάλιν· Μή σε δελεάσῃ τῶν κοσμικῶν πλουσίων τρυφὴ, ὡς χρήσιμόν τι ἔχουσα, ἡδονῆς κενῆς ἕνεκεν. Ἐκεῖνοι τὴν ὀψαρτυτικὴν τιμῶσι τέχνην· νηστείᾳ καὶ αὐτὸς διὰ τῶν εὐτελῶν τὴν ἐκείνων εὐπορίαν τῶν τροφῶν ὑπερβάλλεις. Φησὶ γάρ· Ψυχὴ ἐν τρυφῇ οὖσα κηρίοις ἐμπαίζει. Μὴ κορεσθῇς ἄρτου, καὶ οὐκ ἐπιθυμήσεις οἴνου.
εʹ. Ἠρωτήθη ἡ μακαρία Συγκλητικὴ, εἰ τέλειον ἀγαθὸν ἡ ἀκτημοσύνη. Ἡ δὲ εἶπε· Πάνυ τέλειον τοῖς δυναμένοις. Οἱ γὰρ ὑπομένοντες τοῦτο, θλίψιν μὲν ἔχουσι τῇ σαρκὶ, τῇ δὲ ψυχῇ ἀνάπαυσιν. Ὥσπερ γὰρ τὰ στερεὰ ἱμάτια, πατούμενα καὶ βιαίως στρεφόμενα, πλύνεται· οὕτως καὶ ψυχὴ ἰσχυρὰ, διὰ τῆς ἐκουσίου πενίας, ἐπὶ πλεῖον κρατύνεται.
ϛʹ. Εἶπε πάλιν· Ἐὰν ἐν κοινοβίῳ τυγχάνῃς, μὴ μεταλλάξῃς τὸν τόπον· βλαβήσῃ γὰρ μεγάλως. Ὥσπερ γὰρ ὄρνις, ἐξανισταμένη τῶν ὠῶν, οὔρια ταῦτα καὶ ἄγονα παρασκευάζει· οὕτως καὶ μοναχὸς ἢ παρθένος ψύγεται καὶ νεκροῦται τῆς πίστεως, τόπον ἐκ τόπου περιερχόμενος.
ζʹ. Εἷπε πάλιν· Πολλὰ τοῦ διαβόλου τὰ ἔνεδρα. Διὰ πενίας οὐ μετεκίνησε ψυχήν; πλοῦτον προσάγει δέλεαρ. Δι' ὕβρεων καὶ ὀνειδισμῶν οὐκ ἴσχυσεν; ἐπαίνους καὶ δόξαν προβάλλεται. Διὰ τῆς ὑγείας ἡττηθεὶς, νοσοποιεῖ τὸ σῶμα. Ταῖς γὰρ ἡδοναῖς μὴ δυνηθεὶς ἀπατῆσαι, διὰ τῶν ἀκουσίων πόνων τὴν παρατροπὴν ποιῆσαι πειρᾶται. Νόσους γάρ τινας βαρυτάτας ἐξ αἰτήσεως, πρὸς τὸ διὰ τούτων ὀλιγωρήσαντας ἐπιθολῶσαι αὐτῶν τὴν πρὸς Θεὸν ἀγάπην, προσάγει. Ἀλλὰ καὶ κατατέμνεται τὸ σῶμα πυρετοῖς σφοδροτάτοις, καὶ δίψει ἀσχέτῳ ἀνιᾶται. Εἰ μὲν ἁμαρτωλὸς ὢν ταῦτα ὑφίστασαι, ὑπομνήσθητι καὶ τῆς μελλούσης κολάσεως, καὶ τοῦ αἰωνίου πυρὸς, καὶ τῶν δικαστικῶν τιμωριῶν, καὶ οὐ μὴ ὀλιγωρήσῃς πρὸς τὰ
218
παρόντα. Χαῖρε ὅτι ἐπεσκόπησέ σε ὁ Θεός· καὶ τὸ εὔφημον δὲ ἐκεῖνο ῥητὸν ἐπὶ τῆς γλώττης ἔχε, ὡς Παιδεύων ἐπαίδευσέ με ὁ Κύριος, καὶ τῷ θανάτῳ οὐ παρέδωκέ με. Σίδηρος ἐτύγχανες· ἀλλὰ διὰ τοῦ πυρὸς τὸν ἰὸν ἀποβάλλεις. Εἰ δὲ καὶ δίκαιος ὢν ἀῤῥωστεῖς, ἀπὸ τῶν μεγάλων ἐπὶ τὰ μείζονα προκόπτεις. Χρυσὸς εἶ; ἀλλὰ διὰ τοῦ πυρὸς δοκιμώτερος γίνῃ. Ἐδόθη σοι ἄγγελος τῇ σαρκί; ἀγαλλιῶ· βλέπε τίνι ὅμοιος γέγονας· τῆς γὰρ Παύλου μερίδος ἠξιώθης. Διὰ τοῦ πυρετοῦ δοκιμάζῃ; διὰ ῥίγους παιδεύῃ; ἀλλά φησιν ἡ Γραφή· Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, καὶ ἐξήγαγες ἡμᾶς εἰς ἀναψυχήν. Ἔτυχες τοῦ πρώτου; προσδόκα τὸ δεύτερον. Πράττων τὴν ἀρετὴν, βόα τὰ τοῦ ἁγίου ῥήματα· φησὶ γάρ· Πτωχὸς καὶ ἀλγῶν εἰμι ἐγώ. Τέλειος γενήσῃ διὰ ταύτης τῶν θλίψεων τῆς δυάδος· φησὶ γάρ· Ἐν θλίψει ἐπλάτυνάς με. Ἐν τούτοις μᾶλλον τοῖς γυμνασίοις τὰς ψυχὰς ἀσκηθῶμεν· ἐπ' ὀφθαλμῶν γὰρ ὁρῶμεν τὸν ἀντίπαλον.
ηʹ. Εἶπε πάλιν· Ἐὰν ἀσθένεια ὀχλῇ ἡμῖν, μὴ λυπηθῶμεν, ὡς διὰ τὴν ἀσθένειαν καὶ τὴν πληγὴν τοῦ σώματος μὴ δυνάμενοι ψάλλειν μετὰ φωνῆς· ταῦτα γὰρ πάντα ἡμῖν ἠνύετο, πρὸς καθαίρεσιν ἐπιθυμιῶν. Καὶ γὰρ ἡ νηστεία καὶ ἡ χαμευνία διὰ τὰς ἡδονὰς ἡμῖν νενομοθέτηται. Εἰ οὖν ἡ νόσος ταύτας ἤμβλυνε, περιττὸς ὁ λόγος. Αὕτη γάρ ἐστιν ἡ μεγάλη ἄσκησις, τὸ ἐν τοῖς νόσοις ἐγκαρτερεῖν, καὶ εὐχαριστηρίους ὕμνους ἀναπέμπειν τῷ Θεῷ.
θʹ. Εἶπε πάλιν· Νηστεύων μὴ προφασίσῃ νόσον· καὶ γὰρ οἱ μὴ νηστεύοντες τοῖς αὐτοῖς πολλάκις περιέπεσον νοσήμασιν. Ἤρξω τοῦ καλοῦ; μὴ ἀναχαιτίσῃς τοῦ ἐχθροῦ σε ἐκκόψαντος· αὐτὸς γὰρ τῇ ὑπομονῇ σου καταργεῖται. Καὶ γὰρ οἱ πλεῖν ἀρχόμενοι πρῶτον μὲν δεξιοῦ πνεύματος τυγχάνουσιν· ἁπλώσαντες δὲ τὰ ἱστία, αὖθις ἐναντίῳ ἀπαντῶσιν ἀνέμῳ, ἀλλ' οἱ ναῦται διὰ τὸ παρεμπεσὸν πνεῦμα οὐκ ἀποσκευάζουσι τὴν ναῦν· μικρὸν δὲ ἡσυχάσαντες ἢ καὶ ἀπομαχησάμενοι τῇ ζάλῃ, πάλιν τὸν πλοῦν ποιοῦνται. Οὕτω καὶ ἡμεῖς, ἐναντίου πνεύματος προσπεσόντος, τὸν σταυρὸν ἀντὶ ἱστίου τανύσαντες, ἀδεῶς τὸν πλοῦν ἐκτελέσωμεν.
219
ιʹ. Εἶπε πάλιν· Οἱ μὲν τὸν αἰσθητὸν πλοῦτον ἐκ κόπων καὶ κινδύνων θαλάσσης συνάγοντες, πολλὰ κερδήσαντες, τῶν πλειόνων ἐφίενται· καὶ τὰ μὲν παρόντα ὡς οὐδὲν ἡγοῦνται· πρὸς δὲ τὰ μὴ παρόντα ἐπεκτείνονται. Ἡμεῖς δὲ καὶ τῶν ζητουμένων μηδὲν ἔχοντες, οὐδὲν θέλομεν κτήσασθαι διὰ τὸν φόβον τοῦ Θεοῦ.
ιαʹ. Εἶπε πάλιν· Μίμησαι τὸν Τελώνην, ἵνα μὴ τῷ Φαρισαίῳ συγκατακριθῇς· καὶ Μωσέως τὸ πρᾶον ἐπίλεξαι, ἵνα τὴν καρδίαν σου ἀκρότομον οὖσαν εἰς πηγὰς ὑδάτων μεταβάλῃς.
ιβʹ. Εἶπε πάλιν· Ἐπικίνδυνον, τὸν μὴ διὰ τοῦ πρακτικοῦ βίου ἀναχθέντα διδάσκειν. Ὥσπερ γὰρ ἐὰν ᾖ τις οἰκίαν ἔχων σαθρὰν, ξένους ὑποδεξάμενος, βλάψει τῇ πτώσει τοῦ οἰκήματος, οὕτως καὶ οὗτοι, μὴ πρότερον ἑαυτοὺς οἰκοδομήσαντες, καὶ τοὺς προσελθόντας αὐτοῖς ἀπώλεσαν· τοῖς μὲν γὰρ λόγοις συνεκαλέσαντο εἰς σωτηρίαν, τῇ δὲ τοῦ τρόπου κακίᾳ τοὺς ἀθλητὰς μᾶλλον ἠδίκησαν.
ιγʹ. Εἶπε πάλιν· Καλὸν τὸ μὴ ὀργίζεσθαι· εἰ δὲ καὶ γένηται, οὐδὲ μέτρον σοι ἡμέρας πρὸς τὸ πάθος συνεχώρησεν, εἰπών· Μὴ ἐπιδυέτω ὁ ἥλιος. Σὺ οὖν ἐκδέχῃ ἕως πᾶς ὁ χρόνος σου δύῃ. Τί μισεῖς τὸν λυπήσαντα ἄνθρωπον; οὐκ αὐτός ἐστιν ὁ ἀδικήσας, ἀλλ' ὁ διάβολος. Μίσησον τὴν νόσον, καὶ μὴ τὸν νοσοῦντα.
ιδʹ. Εἶπε πάλιν· Ὅσον προκόπτουσιν οἱ ἀθληταὶ, τοσοῦτον συνάπτουσι ἀνταγωνιστῇ μείζονι.
ιεʹ. Εἶπε πάλιν· Ἔστι καὶ ἐκ τοῦ ἐχθροῦ ἐπιτεταμένη ἄσκησις· καὶ γὰρ οἱ αὐτοῦ μαθηταὶ τοῦτο ποιοῦσι. Πῶς οὖν διακρίνωμεν τὴν θείαν καὶ βασιλικὴν ἄσκησιν, τῆς τυραννικῆς καὶ δαιμονιώδους; δῆλον ὡς ἀπὸ τῆς συμμετρίας. Ἅπας σοι ὁ χρόνος εἷς κανὼν νηστείας ὑπαρχέτω. Μὴ τέσσαρας ἢ πέντε νηστεύσῃς, καὶ τὴν ἄλλην ἐν πλήθει τροφῶν καταλύσῃς· πανταχοῦ γὰρ ἡ ἀμετρία φθοροποιὸς τυγχάνει. Νέος ὢν καὶ ὑγιὴς νήστευσον· ἥξει γὰρ τὸ γῆρας μετὰ ἀσθενείας. Ὡς δύνῃ οὖν θησαύρισον τροφὰς, ἵνα ὅταν μὴ δύνῃ εὕρῃς ἀνάπαυσιν.
220
ιϛʹ. Εἶπε πάλιν· Ἐν κοινοβίῳ ὄντες, τὴν ὑπακοὴν τῆς ἀσκήσεως μᾶλλον προκρίνωμεν· ἡ μὲν γὰρ ὑπεροψίαν διδάσκει, ἡ δὲ ταπεινοφροσύνην.
ιζʹ. Εἶπε πάλιν· Δεῖ ἡμᾶς τῇ διακρίσει κυβερνᾷν τὴν ψυχήν· καὶ ἐν κοινοβίῳ ὄντας, μὴ τὰ ἑαυτῶν ζητεῖν, μήτε μὴν οἰκείᾳ δουλεύειν γνώμῃ, ἀλλὰ τῷ κατὰ πίστιν πατρὶ πειθαρχεῖν.
ιηʹ. Εἶπε πάλιν· Γέγραπται, ὅτι Γίνεσθε φρόνιμοι ὡς οἱ ὄφεις, καὶ ἀκέραιοι ὡς αἱ περιστεραί. Τὸ μὲν γὰρ γίνεσθαι ὡς οἱ ὄφεις εἴρηται, πρὸς τὸ μὴ λανθάνειν ἡμᾶς τὰς ὁρμὰς καὶ τὰς μεθοδείας τοῦ διαβόλου· τὸ γὰρ ὅμοιον ἐκ τοῦ ὁμοίου ταχίστην ἔχει τὴν διάγνωσιν· τὸ δὲ ἀκέραιον τῆς περιστερᾶς δείκνυσι τὸ καθαρὸν τῆς πράξεως.
Ἀρχὴ τοῦ Τ στοιχείου.
Περὶ τοῦ ἀββᾶ Τιθόη.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Τιθόη, ὅτι εἰ μὴ ταχέως κατέφερε τὰς χεῖρας αὐτοῦ ὅτε ἵστατο εἰς προσευχὴν, ἡρπάζετο ὁ νοῦς αὐτοῦ ἄνω. Εἰ οὖν συνέβη ἀδελφοὺς συνεύχεσθαι αὐτῷ, ἐσπούδαζε ταχέως καταφέρειν τὰς χεῖρας, ἵνα μὴ ἁρπαγῇ ὁ νοῦς αὐτοῦ καὶ χρονίσῃ.
βʹ. Εἶπεν ὁ ἀββᾶς Τιθόης, ὅτι ξενητεία ἐστὶ τὸ κρατῆσαι ἄνθρωπον τὸ ἑαυτοῦ στόμα.
γʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Τιθόην, ὅτι Πῶς φυλάξω τὴν καρδίαν μου; Λέγει αὐτῷ ὁ γέρων· Πῶς φυλάξομεν τὴν καρδίαν ἡμῶν, ἀνεῳγμένης τῆς γλώσσης ἡμῶν καὶ τῆς κοιλίας;
δʹ. Ἔλεγεν ὁ ἀββᾶς Ματόης περὶ τοῦ ἀββᾶ Τιθόη, ὅτι Οὐχ εὑρίσκει ἄνθρωπος ἀνοῖξαι τὸ στόμα αὐτοῦ ἔν τινι πράγματι εἰς αὐτόν· ἀλλ' ὥσπερ τὸ καθαρὸν χρυσίον ἵσταται ἐν ζυγῷ, οὕτως καὶ ὁ ἀββᾶς Τιθόης.
εʹ. Καθήμενός ποτε ὁ ἀββᾶς Τιθόης εἰς τὸ Κλύσμα, νοῶν καὶ φρονῶν λέγει τῷ μαθητῇ αὐτοῦ· Ἀπόλυσον τὸ ὕδωρ εἰς τοὺς φοίνικας, τέκνον. Ὁ δὲ εἶπεν· Εἰς τὸ Κλύσμα ἐσμὲν, ἀββᾶ. Λέγει ὁ γέρων· Εἰς τὸ Κλύσμα τί ποιῶ; ἆρόν με πάλιν εἰς τὸ ὄρος.
221
ϛʹ. Καθημένου ποτὲ τοῦ ἀββᾶ Τιθόη, ἦν ἀδελφὸς ἐγγὺς αὐτοῦ· καὶ μὴ εἰδὼς ἐστέναξε· καὶ οὐκ ἐνόησεν ὅτι ἦν ἀδελφὸς ἐγγὺς αὐτοῦ· ἦν γὰρ ἐν ἐκστάσει. Καὶ ποιήσας μετάνοιαν, ἔλεγε· Συγχώρησόν μοι, ἀδελφὲ, ὅτι οὔπω γέγονα μοναχὸς, ὅτι ἐστέναξα ἔμπροσθέν σου.
ζʹ. Ἀδελφὸς ἠρώτησε τὸν ἀββᾶν Τιθόην, λέγων· Ποία ἐστὶν ἡ ὁδὸς ἡ ἀπάγουσα εἰς τὴν ταπείνωσιν; Λέγει ὁ γέρων· Ἡ ὁδὸς τῆς ταπεινώσεως αὕτη ἐστὶν, ἐγκράτεια, καὶ εὐχὴ, καὶ τὸ ἔχειν ἑαυτὸν ὑποκάτω πάσης τῆς κτήσεως.
Περὶ τοῦ ἀββᾶ Τιμοθέου.
Ἠρώτησεν ὁ ἀββᾶς Τιμόθεος ὁ πρεσβύτερος τὸν ἀββᾶν Ποιμένα, λέγων· Ἔστι γυνή τις ἐν Αἰγύπτῳ, ἥτις πορνεύει, καὶ τὸν μισθὸν αὐτῆς διδεῖ ἐλεημοσύνην. Καὶ εἶπεν ὁ ἀββᾶς Ποιμήν· Οὐ μενεῖ ἐν τῇ πορνείᾳ· φαίνεται γὰρ ἐν αὐτῇ καρπὸς πίστεως. Ἐγένετο δὲ ἐλθεῖν τὴν μητέρα τοῦ πρεσβυτέρου Τιμοθέου πρὸς αὐτόν. Καὶ ἠρώτησεν αὐτὴν, λέγων· Ἐκείνη ἡ γυνὴ ἔμεινε πορνεύουσα; Ἡ δὲ λέγει· Ναί· καὶ προσέθηκε τοὺς ἐραστὰς αὐτῆς· πλὴν καὶ εἰς τὴν ἐλεημοσύνην. Καὶ ἀνήγγειλεν ὁ ἀββᾶς Τιμόθεος τῷ ἀββᾷ Ποιμένι. Ὁ δὲ εἶπεν· Οὐ μενεῖ ἐν τῇ πορνείᾳ. Ἐλθοῦσα δὲ πάλιν ἡ μήτηρ τοῦ ἀββᾶ Τιμοθέου, εἶπεν αὐτῷ· Οἶδας ὅτι ἡ πόρνη ἐκείνη ἐζήτει ἐλθεῖν μετ' ἐμοῦ, ἵνα εὔξῃ ὑπὲρ αὐτῆς; Ὁ δὲ ἀκούσας ἀνήγγειλε τῷ ἀββᾷ Ποιμένι. Λέγει αὐτῷ· Μᾶλλον σὺ ἄπελθε, καὶ σύντυχε αὐτῇ. Καὶ ἀπῆλθεν ὁ ἀββᾶς Τιμόθεος, καὶ συνέτυχεν αὐτῇ. Ἡ δὲ ἰδοῦσα αὐτὸν, καὶ ἀκούσασα παρ' αὐτοῦ τὸν λόγον τοῦ Θεοῦ, κατενύγη, καὶ ἔκλαυσε, καὶ εἶπεν αὐτῷ· Ἐγὼ ἀπὸ τῆς σήμερον προσκολλῶμαι τῷ Θεῷ, καὶ οὐ προσθήσω ἔτι τοῦ πορνεύειν. Καὶ εὐθέως εἰσελθοῦσα εἰς μοναστήριον εὐηρέστησε τῷ Θεῷ.
Ἀρχὴ τοῦ Υ στοιχείου.
222
Περὶ τοῦ ἀββᾶ Ὑπερεχίου.
αʹ. Εἶπεν ὁ ἀββᾶς Ὑπερέχιος· Ὥσπερ ὁ λέων φοβερός ἐστι τοῖς ὀνάγροις, οὕτως ὁ δόκιμος μοναχὸς λογισμοῖς ἐπιθυμίας.
βʹ. Εἶπε πάλιν· Ἡ νηστεία χαλινός ἐστι τῷ μοναχῷ μετὰ τῆς ἁμαρτίας, Ὁ ῥίπτων αὐτὴν, ἵππος θηλυμανὴς εὑρίσκεται.
γʹ. Εἶπε πάλιν· Ὁ μὴ κρατῶν γλώσσης αὐτοῦ ἐν καιρῷ ὀργῆς, οὐδὲ παθῶν κρατήσει ὁ τοιοῦτος.
δʹ. Εἶπε πάλιν· Καλὸν φαγεῖν κρέα καὶ πιεῖν οἶνον, καὶ μὴ φαγεῖν ἐν καταλαλιαῖς σάρκας ἀδελφῶν.
εʹ. Εἶπε πάλιν· Ψιθυρίσας ὁ ὄφις τὴν Εὔαν τοῦ παραδείσου ἐξέβαλε. Τούτου οὖν ὅμοιος ἔσται καὶ ὁ καταλαλῶν τοῦ πλησίον· τὴν γὰρ ψυχὴν τοῦ ἀκούοντος ἀπολλύει, καὶ τὴν ἑαυτοῦ οὐ διασώζει.
ϛʹ. Εἶπε πάλιν· Θησαυρός ἐστι μοναχοῦ ἡ ἑκούσιος ἀκτημοσύνη. Θησαύρισον, ἀδελφὲ, ἐν οὐρανῷ· ἀπέραντοι γὰρ τῆς ἀναπαύσεως οἱ αἰῶνες.
ζʹ. Εἶπε πάλιν· Ἡ ἐνθύμησίς σου διαπαντὸς ἔστω ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· καὶ ἐν τάχει κληρονομήσεις αὐτήν.
ηʹ. Εἶπε πάλιν· Κειμήλιόν ἐστι τοῦ μοναχοῦ ἡ ὑπακοή. Ὁ κεκτημένος αὐτὴν εἰσακουσθήσεται ὑπὸ τοῦ Θεοῦ, καὶ μετὰ παῤῥησίας τῷ σταυρωθέντι παραστήσεται· ὁ γὰρ σταυρωθεὶς Κύριος ὑπήκοος γέγονε μέχρι θανάτου.
Ἀρχὴ τοῦ Φ στοιχείου.
Περὶ τοῦ ἀββᾶ Φωκᾶ.
αʹ. Ἔλεγεν ὁ ἀββᾶς Φωκᾶς ὁ τοῦ κοινοβίου τοῦ ἀββᾶ Θεογνίου τοῦ πρώτου Ἱεροσολυμίτου, ὅτι Καθημένου μου ἐν Σκήτει, γέγονέ τις ἀββᾶς Ἰάκωβος νεώτερος ἐν τοῖς Κελλίοις, ἔχων καὶ πατέρα τὸν αὐτὸν σαρκικὸν ἅμα καὶ πνευματικόν. Ἔχει δὲ τὰ Κελλία ἐκκλησίας δύο· μίαν τῶν ὀρθοδόξων, ἔνθα καὶ ἐκοινώνει, καὶ μίαν τῶν ἀποσχιστῶν. Ἐπεὶ οὖν εἶχεν ὁ ἀββᾶς Ἰάκωβος τὴν χάριν τῆς ταπεινοφροσύνης, ἠγαπᾶτο παρὰ πάντων, καὶ τῶν ἐκκλησιαστικῶν, καὶ τῶν ἀποσχιστῶν. Ἔλεγον οὖν αὐτῷ οἱ ὀρθόδοξοι· Βλέπε, ἀββᾶ Ἰάκωβε, μὴ ἀπατήσωσί σε οἱ
223
ἀποσχίσται, καὶ ἑλκύσωσί σε εἰς τὴν κοινωνίαν αὐτῶν. Ὁμοίως δὲ καὶ οἱ ἀποσχίσται ἔλεγον αὐτῷ· Ἵνα οἶδας, ἀββᾶ Ἰάκωβε, ὅτι μετὰ τῶν Διφυσιτῶν κοινωνῶν, ἀπόλλεις τὴν ψυχήν σου· Νεστοριανοὶ γάρ εἰσι, καὶ συκοφαντοῦσι τὴν ἀλήθειαν. Ὁ δὲ ἀββᾶς Ἰάκωβος ἀκέραιος ὢν, καὶ στενωθεὶς ἐκ τῶν λεγομένων αὐτῷ ἐξ ἀμφοτέρων, καὶ ἀπορηθεὶς, ἦλθεν ἐπὶ τὸ παρακαλέσαι τὸν Θεόν. Καὶ δὴ ἀπέκρυψεν ἑαυτὸν ἐν κελλίῳ ἔξω τῆς λαύρας ἡσυχάζοντι, ἐνδυσάμενος τὰ ἐντάφια αὐτοῦ, ὡς μέλλων ἀποθνήσκειν. Ἔχουσι γὰρ ἔθος οἱ Αἰγύπτιοι Πατέρες, τὸν λεβίτωνα εἰς ὃν λαμβάνουσι τὸ ἅγιον σχῆμα, καὶ τὸ κουκούλιον, φυλάττειν ἕως θανάτου, καὶ ἐν αὐτοῖς ἐνταφιάζεσθαι, κατὰ Κυριακὴν μόνον εἰς τὴν ἁγίαν κοινωνίαν φοροῦντες αὐτὰ, καὶ εὐθέως συστέλλοντες. Ἀπελθὼν οὖν ἐν τῷ κελλίῳ ἐκείνῳ, παρακαλῶν τὸν Θεὸν, καὶ ἐξατονήσας τῇ νηστείᾳ, ἔπεσεν εἰς τὸ ἔδαφος, καὶ ἔμεινε κείμενος. Πολλὰ δὲ ἔλεγε πεπονθέναι ἐν ταῖς ἡμέραις ἐκείναις ὑπὸ τῶν δαιμόνων, μάλιστα κατὰ διάνοιαν. Τεσσαράκοντα δὲ ἡμερῶν διελθουσῶν, ὁρᾷ παιδίον εἰσελθὸν πρὸς αὐτὸν περιχαρὲς, καὶ λέγει αὐτῷ· Ἀββᾶ Ἰάκωβε, τί ποιεῖς ὧδε; Παραχρῆμα δὲ φωτισθεὶς, καὶ λαβὼν δύναμιν ἐκ τῆς αὐτοῦ θέας, εἶπεν αὐτῷ· Δέσποτα, σὺ γινώσκεις τί ἔχω. Ἐκεῖνοι λέγουσί μοι, Μὴ ἀφῇς τὴν Ἐκκλησίαν· καὶ οἱ ἄλλοι λέγουσί μοι, Πλανῶσί σε οἱ Διφυσῖται κἀγὼ ἀπορούμενος, καὶ μὴ εἰδὼς τί δράσω, ἦλθον εἰς τὸ πρᾶγμα τοῦτο. Ἀποκρίνεται αὐτῷ ὁ Κύριος· Ὅπου εἶ, καλῶς εἶ. Καὶ εὐθέως σὺν τῷ λόγῳ, εὑρέθη πρὸ τῶν θυρῶν τῆς ἁγίας Ἐκκλησίας τῶν ὀρθοδόξων τῶν συνοδικῶν.
βʹ. Εἶπε πάλιν ὁ ἀββᾶς Φωκᾶς, ὅτι Μετελθὼν εἰς Σκῆτιν ὁ ἀββᾶς Ἰάκωβος, ἐπολεμήθη κραταιῶς ὑπὸ τοῦ δαίμονος τῆς πορνείας· καὶ ἐγγὺς ὢν τοῦ κινδυνεῦσαι, ἦλθε πρὸς μὲ, καὶ ἀνέθετο τὰ καθ' ἑαυτὸν, καὶ λέγει μοι· Εἰς τόδε τὸ σπήλαιον ἀπέρχομαι ἀπὸ τῆς δευτέρας· παρακαλῶ δέ σε διὰ τὸν Κύριον, μηδενὶ εἰπεῖν, μηδὲ τῷ πατρί μου· ἀλλὰ μέτρησον τεσσαράκοντα ἡμέρας, καὶ ὅταν πληρωθῶσι, ποίησον ἀγάπην, καὶ δεῦρο πρὸς μὲ βαστάζων τὴν ἁγίαν κοινωνίαν. Καὶ εἰ μὲν εὕρῃς με θανόντα, θάψον με· εἰ δὲ ἔτι ζῶντα, ἵνα
224
μεταλάβω τῆς ἁγίας κοινωνίας. Ταῦτα οὗν ἀκούσας ἐγὼ παρ' αὐτοῦ, πληρωθείσης τῆς τεσσαρακοστῆς, λαβὼν τὴν ἁγίαν κοινωνίαν, καὶ ἄρτον κοινὸν καθαρὸν μετὰ ὀλίγου οἴνου, ἀπῆλθον πρὸς αὐτόν· καὶ ὡς μόνον ἐπλησίασα τῷ σπηλαίῳ, δυσωδίας πολλῆς ὠσφράνθην, ἥτις ἐγένετο ἐκ τοῦ στόματος αὐτοῦ. Καὶ εἶπον ἐν ἑαυτῷ, ὅτι Ἀνεπάη ὁ μακάριος. Εἰσελθὼν δὲ πρὸς αὐτὸν, εὗρον αὐτὸν ἡμιθανῆ. Καὶ ὡς εἶδέ με, κινήσας τὴν δεξιὰν χεῖρα ὀλίγον, ὅσον ἠδύνατο, ἐσήμανε διὰ τοῦ σχήματος τῆς χειρὸς περὶ τῆς ἁγίας κοινωνίας. Ἐγὼ δὲ εἶπον· Ἔχω. Ἠθέλησα οὖν ἀνοῖξαι τὸ στόμα αὐτοῦ, καὶ εὐρέθη σφηνωθέν· καὶ ἀπορῶν τί ποιῆσαι, ἐξῆλθον εἰς τὴν ἔρημον, καὶ εὗρον ξυλάριον ἀπὸ θάμνου· καὶ πολλὰ κοπιάσας, μόλις ἠδυνήθην ἀνοῖξαι τὸ στόμα αὐτοῦ μικρόν. Καὶ ἐνέχεα τοῦ τιμίου σώματος καὶ αἵματος, ὅσον ἐνδέχεται καταλεπτύνας αὐτό. Καὶ ἔλαβε δύναμιν ἐκ τῆς μεταλήψεως τῆς ἁγίας κοινωνίας. Καὶ μετ' ὀλίγον βρέξας ὀλίγα ψιχία ἐκ τοῦ κοινοῦ ἄρτου, προσήνεγκα αὐτῷ· καὶ μετ' ὀλίγον πάλιν ἄλλα, καθ' ὃ ἠδύνατο λαβεῖν. Καὶ οὕτως διὰ τῆς χάριτος τοῦ Θεοῦ μετὰ μίαν ἡμέραν σὺν ἐμοὶ ἦλθεν, ὁδεύων ἐπὶ τὸ ἴδιον κελλίον, ἀπαλλαγεὶς σὺν Θεῷ τοῦ ὀλεθρίου πάθους τῆς πορνείας.
Περὶ τοῦ ἀββᾶ Φίλικα.
Παρέβαλον ἀδελφοὶ πρὸς τὸν ἀββᾶν Φίλικα, ἔχοντες μεθ' ἑαυτῶν κοσμικούς· καὶ παρεκάλεσαν αὐτὸν, ἵνα εἴπῃ αὐτοῖς λόγον. Ὁ δὲ γέρων ἐσιώπα. Ἐπὶ πολὺ δὲ παρακαλούντων αὐτῶν, εἶπεν αὐτοῖς· Λόγον θέλετε ἀκοῦσαι; Λέγουσιν αὐτῷ· Ναὶ, ἀββᾶ. Εἶπεν οὖν ὁ γέρων· Ἄρτι οὐκ ἔνι λόγος. Ὅτε ἠρώτων οἱ ἀδελφοὶ τοὺς γέροντας, καὶ ἐποίουν ἃ ἔλεγον αὐτοῖς, ὁ Θεὸς ἐπεχορήγει τὸ πῶς λαλῆσαι. Νῦν δὲ, ἐπειδὴ ἐρωτῶσι μὲν, οὐ ποιοῦσι δὲ ἃ ἀκούουσιν, ἦρεν ὁ Θεὸς τὴν χάριν τοῦ λόγου ἀπὸ τῶν γερόντων· καὶ οὐχ εὑρίσκουσι τι λαλῆσαι. ἐπειδὴ οὐκ ἔστιν ὁ ἐργαζόμενος. Καὶ ἀκούσαντες οἱ ἀδελφοὶ ταῦτα, ἐστέναξαν, λέγοντες· Εὖξαι ὑπὲρ ἡμῶν, ἀββᾶ.
225
Περὶ τοῦ ἀββᾶ Φιλαγρίου.
Φιλάγριος ἦν τις τῶν ἁγίων λεγόμενος, οἰκῶν δὲ ἐν τῇ ἐρήμῳ Ἱεροσολύμων, καὶ ἐργαζόμενος κόπῳ ἵνα ποιήσῃ τὸν ἴδιον ἄρτον. Καὶ ὡς ἵστατο ἐν τῇ ἀγορᾷ πωλῶν τὸ ἐργόχειρον αὐτοῦ, ἰδοὺ ἐξαφίει τις βαλάντιον χιλίων νομισμάτων· καὶ εὑρὼν αὐτὸ ὁ γέρων ἔστη ἐπὶ τοῦ τόπου, λέγων· Δεῖ τὸν ἀπολέσαντα ἐλθεῖν· καὶ ἰδοὺ ἔρχεται κλαίων. Καὶ λαβὼν αὐτὸν κατ' ἰδίαν ὁ γέρων ἔδωκεν αὐτῷ. Καὶ ἐκράτει αὐτὸν ἐκεῖνος, θέλων αὐτῷ παρασχεῖν μέρος τι. Καὶ ὁ γέρων οὐκ ἠθέλησεν. Καὶ ἔβαλε κράζειν· Δεῦτε, ἴδετε ἄνθρωπον τοῦ Θεοῦ, τί ἐποίησεν. Ὁ δὲ γέρων λάθρα φυγὼν ἐξῆλθεν ἐκ τῆς πόλεως, ἵνα μὴ δοξασθῇ.
Περὶ τοῦ ἀββᾶ Φορτᾶς.
Εἶπεν ὁ ἀββᾶς Φορτᾶς· Εἰ θέλει με ὁ Θεὸς ζῇν, οἶδεν πῶς οἰκονομήσει με· εἰ δὲ οὐ θέλει, ἵνα τί μοι τὸ ζῇν; Οὐ γὰρ παρὰ πάντων ἐδέχετό τι, καίτοι κλινήρης ὤν· ἔλεγε γάρ· Ἐὰν προσφέρῃ μοί τίς τί ποτε, καὶ οὐχὶ διὰ τὸν Θεὸν, οὔτε ἐγὼ ἔχω τι δοῦναι αὐτῷ, οὔτε παρὰ τοῦ Θεοῦ λαμβάνει μισθόν· οὐ γὰρ διὰ τὸν Θεὸν προσήνεγκε· καὶ ἀδικεῖται ὁ προσενέγκας. Δεῖ γὰρ τοὺς ἀνακειμένους τῷ Θεῷ, καὶ πρὸς αὐτὸν βλέποντας μόνον, οὕτως εὐλαβῶς διακεῖσθαι, ὡς μήτε ὕβριν τινὰ ἡγεῖσθαι, κἂν μυριάκις ἀδικούμενοι τύχοιεν.
Ἀρχὴ τοῦ Χ στοιχείου.
Περὶ τοῦ ἀββᾶ Χομαί.
Ἔλεγον περὶ τοῦ ἀββᾶ Χομαὶ, ὅτι μέλλων τελευτᾷν εἶπε τοῖς υἱοῖς αὐτοῦ· Μὴ οἰκήσητε μετὰ αἱρετικῶν, μηδὲ σχῆτε γνῶσιν μετὰ ἀρχόντων, μηδὲ ἔστωσαν αἱ χεῖρες ὑμῶν ἡπλωμέναι εἰς τὸ συνάγειν, ἀλλ' ἔστωσαν μᾶλλον ἡπλωμέναι εἰς τὸ διδόναι.
Περὶ τοῦ ἀββᾶ Χαιρήμωνος.
Ἔλεγον περὶ τοῦ ἀββᾶ Χαιρήμωνος εἰς Σκῆτιν, ὅτι ἀπεῖχε τὸ σπήλαιον αὐτοῦ ἀπὸ τῆς ἐκκλησίας μίλια
226
τεσσαράκοντα, ἀπὸ δὲ τοῦ ἕλους καὶ τοῦ ὕδατος μίλια δώδεκα· καὶ οὕτως εἰσέφερε τὸ ἐργόχειρον αὐτοῦ εἰς τὸ σπήλαιον αὐτοῦ, καὶ δύο λαγύνια ἓν παρ' ἓν βαστάζων, καὶ ἐκαθέζετο, καὶ ἡσύχαζεν.
Ἀρχὴ τοῦ Ψ στοιχείου.
Περὶ τοῦ ἀββᾶ Ψενθαϊσίου.
Εἶπεν ὁ ἀββᾶς Ψενθαΐσιος καὶ ὁ ἀββᾶς Σοῦρος καὶ Ψώϊος, ὅτι Ἀκούοντες τῶν λόγων τοῦ Πατρὸς ἡμῶν τοῦ ἀββᾶ Παχωμίου μεγάλως ὠφελούμεθα, εἰς ζῆλον ἀγαθῶν ἔργων διεγειρόμενοι. Ὁρῶντες δὲ αὐτοῦ καὶ σιωπῶντος τὴν πρᾶξιν λόγον οὖσαν, ἐθαυμάζομεν, πρὸς ἀλλήλους λέγοντες, ὅτι Ἐνομίζομεν πάντας τοὺς ἁγίους οὕτως πεποιεῖσθαι ὑπὸ τοῦ Θεοῦ ἐκ κοιλίας μητρὸς αὐτῶν ἁγίους καὶ ἀτρέπτους, καὶ οὐχὶ αὐτεξουσίους· καὶ τοὺς ἁμαρτωλοὺς μὴ δυναμένους ζῇν εὐσεβῶς, διὰ τὸ οὕτως κτισθῆναι αὐτούς. Ἄρτι δὲ βλέπομεν τὴν ἀγαθότητα τοῦ Θεοῦ φανερῶς ἐπὶ τοῦ Πατρὸς ἡμῶν τούτου· ὅτι ἐξ Ἑλλήνων γονέων ὢν, τοσοῦτον θεοσεβὴς γέγονε, καὶ πάσας τὰς ἐντολὰς τοῦ Θεοῦ ἐνδεδυμένος ἐστίν. Οὐκοῦν καὶ ἡμεῖς δυνάμεθα καὶ πάντες ἀκολουθῆσαι αὐτῷ, ἀνθ' ὧν ἀκολουθεῖ τοῖς ἁγίοις. Ἄρα τὸ γεγραμμένον τοῦτό ἐστι· Δεῦτε πρὸς μὲ, πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Συναποθάνωμεν οὖν καὶ συζήσωμεν τῷ ἀνθρώπῳ τούτῳ, ὅτι ὀρθῶς ὁδηγεῖ ἡμᾶς πρὸς τὸν Θεόν.
Ἀρχὴ τοῦ Ω στοιχείου.
Περὶ τοῦ ἀββᾶ Ὤρ.
αʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ὢρ καὶ τοῦ ἀββᾶ Θεοδώρου, ὅτι ἦσαν βάλλοντες πηλὸν εἰς κελλίον, καὶ εἶπον πρὸς ἀλλήλους, ὅτι Ἐὰν ἐπισκέψηται ἡμᾶς ἄρτι ὁ Θεὸς, τί ποιοῦμεν; Καὶ κλαύσαντες ἀφῆκαν τὸν πηλὸν, καὶ ἀνεχώρησεν ἕκαστος εἰς τὸ κελλίον αὐτοῦ.
227
βʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ὢρ, ὅτι οὔτε ἐψεύσατό ποτε, οὔτε ὤμοσεν, οὔτε κατηράσατο ἄνθρωπον, οὔτε ἐκτὸς ἀνάγκης ἐλάλησεν.
γʹ. Ἔλεγεν ὁ ἀββᾶς Ὢρ τῷ μαθητῇ αὐτοῦ Παύλῳ· Βλέπε, μηδέποτε ἀλλότριον λόγον ἐνέγκῃς εἰς τὸ κελλίον τοῦτο.
δʹ. Ἀπῆλθέ ποτε Παῦλος ὁ μαθητὴς τοῦ ἀββᾶ Ὢρ ἀγοράσαι θαλλία, καὶ εὗρεν ὅτι ἄλλοι προέλαβον, καὶ ἔδωκαν ἀῤῥαβῶνα. Οὐδέποτε γὰρ ἀῤῥαβῶνα ἐδίδου ἀββᾶς Ὢρ εἰς τί ποτε, ἀλλὰ τῷ καιρῷ ἀπέστελλε τὸ τίμημα, καὶ ἠγόραζεν. Ἀπῆλθεν οὖν ὁ μαθητὴς αὐτοῦ καὶ εἰς ἄλλον τόπον διὰ βαΐα· καὶ λέγει αὐτῷ ὁ κηπουρός· Τίς ποτε ἔδωκέ μοι ἀῤῥαβῶνα, καὶ οὐκ ἔτι ἦλθε· λάβε οὖν τὰ βαΐα σύ. Καὶ λαβὼν αὐτὰ ἦλθε πρὸς τὸν γέροντα, καὶ ἀνήγγειλεν αὐτῷ ταῦτα. Καὶ ὡς ἤκουσεν ὁ γέρων, ἔκρουσεν εἰς τὰς χεῖρας αὐτοῦ, λέγων Ὁ Ὢρ οὐκ ἐργάζεται ἐφ' ἔτος. Καὶ οὐκ ἀφῆκε τὰ βαΐα ἔσω, ἕως ἀπήνεγκεν αὐτὰ εἰς τὸν τόπον αὐτῶν.
εʹ. Εἶπεν ὁ ἀββᾶς Ὤρ· Εἰ ὁρᾷς με λογισμὸν ἔχοντα κατὰ τινὸς, γίνωσκε ὅτι καὶ αὐτὸς τὸν αὐτὸν ἔχει εἰς ἐμέ.
ϛʹ. Ἦν τις κώμης ἐν τοῖς μέρεσι τοῦ ἀββᾶ Ὢρ, Λογγῖνος καλούμενος, καὶ πολλὰς ἐλεημοσύνας ἐποίει· καὶ παραβαλόντι τινὶ τῶν Πατέρων, παρεκάλεσεν αὐτὸν ἵνα ἄρῃς αὐτὸν πρὸς τὸν ἀββᾶν Ὤρ. Ἀπελθὼν οὖν πρὸς τὸν γέροντα ὁ μοναχὸς ἐνεκωμίαζε τὸν κώμητα, ὅτι καλός ἐστι, καὶ πολλὰς ἐλεημοσύνας ποιεῖ. Καὶ νοήσας ὁ γέρων, λέγει· Ναὶ καλός ἐστιν. Ἤρξατο οὖν ὁ μοναχὸς παρακαλεῖν αὐτὸν, λέγων· Συγχώρησον αὐτὸν, ἀββᾶ, ἵνα ἔλθῃ καὶ ἴδῃ σε. Καὶ ἀποκριθεὶς ὁ γέρων εἶπε· Φύσει οὐ περνᾷ τὴν φάραγγα ταύτην, καὶ βλέπει με.
ζʹ. Ἠρώτησεν ὁ ἀββᾶς Σισόης τὸν ἀββᾶν Ὢρ, λέγων· Εἰπέ μοι λόγον. Καὶ εἶπεν αὐτῷ· Ἔχεις πίστιν εἰς ἐμέ; Καὶ εἶπε· Ναί. Εἶπεν οὖν αὐτῷ· Ὕπαγε, καὶ ὃ ἑώρακάς με ποιοῦντα, ποίησον καὶ σύ. Καὶ εἶπεν αὐτῷ· Τί ὁρῶ, Πάτερ, εἰς σέ; Ἔφη δὲ αὐτῷ ὁ γέρων, ὅτι Ὁ λογισμός μου κατώτερός ἐστι πάντων ἀνθρώπων.
228
ηʹ. Ἔλεγον περὶ τοῦ ἀββᾶ Ὢρ καὶ τοῦ ἀββᾶ Θεοδώρου, ὅτι ἦσαν βάλλοντες ἀρχὰς ἀγαθὰς, καὶ εὐχαριστοῦντες τῷ Θεῷ διαπαντός.
θʹ. Εἶπεν ὁ ἀββᾶς Ὤρ· Στέφανός ἐστι μοναχοῦ ἡ ταπεινοφροσύνη.
ιʹ. Εἶπε πάλιν· Ὁ πλέον τῆς ἀξίας τιμώμενος ἢ ἐπαινούμενος πολὺ ζημιοῦται· ὁ δὲ μηδὲ ὅλως τιμώμενος ὑπὸ τῶν ἀνθρώπων ἄνωθεν δοξασθήσεται.
ιαʹ. Πάλιν εἶπεν· Ὅταν λογισμὸς ὑψηλοφροσύνης ἢ ὑπερηφανίας ὑπεισέλθοι σοι, ἐρεύνα σου τὸ συνειδὸς, εἰ πάσας τὰς ἐντολὰς ἐφύλαξας, εἰ ἀγαπᾷς τοὺς ἐχθρούς σου, καὶ λυπῇ ἐπὶ τῇ ἐλαττώσει αὐτῶν, καὶ ἔχεις ἑαυτὸν δοῦλον ἀχρεῖον, καὶ πάντων ἁμαρτωλότερον· καὶ τότε μηδὲ οὕτως μέγα φρονήσῃς, ὡς πάντα κατορθώσας· εἰδὼς ὅτι οὗτος ὁ λογισμὸς πάντα καταλύει.
ιβʹ. Εἶπε πάλιν· Ἐν παντὶ πειρασμῷ μὴ μέμφου ἄνθρωπον, ἀλλὰ σεαυτὸν μόνον, λέγων, ὅτι Διὰ τὰς ἁμαρτίας μου ταῦτα συμβαίνει μοι.
ιγʹ. Πάλιν εἶπε· Μὴ εἴπῃς ἐν τῇ καρδίᾳ σου κατὰ τοῦ ἀδελφοῦ σου, λέγων, ὅτι Νηφαλιώτερός εἰμι καὶ ἀσκητικώτερος· ἀλλ' ὑποτάσσου τῇ χάριτι τοῦ Χριστοῦ ἐν πνεύματι πτωχείας καὶ ἀγάπης ἀνυποκρίτου, ἵνα μὴ πνεύματι καυχήσεως περιπέσῃς, καὶ ἀπολέσῃς σου τὸν κόπον. Γέγραπται γάρ· Ὁ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. Ἅλατι δὲ ἠρτυμένος ἔσο ἐν Κυρίῳ.
ιδʹ. Εἶπε πάλιν· Ἢ φεύγων φεῦγε τοὺς ἀνθρώπους, ἢ ἔμπαιξον τὸν κόσμον καὶ τοὺς ἀνθρώπους, μωρὸν σεαυτὸν εἰς τὰ πολλὰ ποιῶν.
ιεʹ. Πάλιν εἶπεν· Ἐὰν καταλαλήσῃς τοῦ ἀδελφοῦ σου, καὶ πλήξῃ σε τὸ συνειδός σου, ἄπελθε, βάλε αὐτῷ μετάνοιαν, καὶ εἰπὲ, ὅτι Κατελάλησά σου, καὶ ἀσφάλισαι μηκέτι ἐμπαιχθῆναι. Θάνατος γάρ ἐστι τῆς ψυχῆς ἡ καταλαλιά.
Τέλος τὸ κατὰ στοιχεῖον.
Ερευνητικό έργο: ΔΡΟΜΟΙ ΤΗΣ ΠΙΣΤΗΣ – ΨΗΦΙΑΚΗ ΠΑΤΡΟΛΟΓΙΑ.
Χρηματοδότηση: ΚΠ Interreg ΙΙΙΑ (ETΠΑ 75%, Εθν. πόροι 25%).
Εργαστήριο Διαχείρισης Πολιτισμικής Κληρονομιάς, www.aegean.gr/culturaltec/chmlab.
Πανεπιστήμιο Αιγαίου, Τμήμα Πολιτισμικής Τεχνολογίας και Επικοινωνίας, © 2006.
Επιτρέπεται η ελεύθερη χρήση του υλικού με αναφορά στην πηγή προέλευσής του.
229

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου